TLG 5012 001 :: SCHOLIA IN APOLLONIUM RHODIUM :: Scholia in Apollonii Rhodii Argonautica (scholia vetera)

SCHOLIA IN APOLLONIUM RHODIUM Schol.
(Varia)

Scholia in Apollonii Rhodii Argonautica (scholia vetera)

Source: Wendel, K. (ed.), Scholia in Apollonium Rhodium vetera. Berlin: Weidmann, 1935 (repr. 1974): 1–329.

  • Apollonii genus: pp. 1–2
  • Apollonii vita: p. 2
  • Argumentum: pp. 2–4
  • Catalogus Argonautarum: pp. 4–6
  • Scholia: pp. 7–329

Citation: Page — (line)

1

(1t)

PROLEGOMENA
2tA
3ta. Γένος Ἀπολλωνίου τοῦ ποιητοῦ τῶν
4tἈργοναυτικῶν
5Ἀπολλώνιος ὁ τῶν Ἀργοναυτικῶν ποιητὴς τὸ μὲν γένος ἦν Ἀλεξ‐ ανδρεὺς φυλῆς Πτολεμαΐδος, υἱὸς δὲ Σιλλέως, ὡς δέ τινες Ἰλλέως. ἐγένετο δὲ ἐπὶ τοῦ 〈τρίτου〉 Πτολεμαίου, Καλλιμάχου μαθητής. τὸ μὲν πρῶτον συνὼν Καλλιμάχῳ τῷ ἰδίῳ διδασκάλῳ 〈...〉 ὀψὲ δὲ ἐπὶ τὸ ποιεῖν ποιήματα ἐτράπετο.
10τοῦτον λέγεται ἔτι ἔφηβον ὄντα ἐπιδείξασθαι τὰ Ἀργοναυτικὰ καὶ κατεγνῶσθαι, μὴ φέροντα δὲ τὴν αἰσχύνην τῶν πολιτῶν καὶ τὸ ὄνειδος καὶ τὴν διαβολὴν τῶν ἄλλων ποιητῶν, καταλιπεῖν τὴν πατρίδα καὶ κατε‐ ληλυθέναι εἰς Ῥόδον, κἀκεῖ αὐτὰ ἐπιξέσαι καὶ ὀρθῶσαι καὶ οὕτως ἐπι‐
δείξασθαι καὶ ὑπερευδοκιμῆσαι· διὸ καὶ Ῥόδιον ἑαυτὸν ἐν τοῖς ποιή‐1

2

μασιν ἀναγράφει. ἐπαίδευσε δὲ λαμπρῶς ἐν αὐτῇ καὶ τῆς Ῥοδίων πολι‐ τείας καὶ τιμῆς ἠξιώθη. LGP
3tb. Ἀπολλωνίου βίος
4Ἀπολλώνιος ὁ ποιητὴς τὸ μὲν γένος ἦν Ἀλεξανδρεύς, πατρὸς δὲ
5Σιλλέως ἤτοι Ἰλλέως, μητρὸς δὲ Ῥόδης. οὗτος ἐμαθήτευσε Καλλιμάχῳ ἐν Ἀλεξανδρείᾳ ὄντι γραμματικῷ, καὶ συντάξας ταῦτα τὰ ποιήματα ἐπε‐ δείξατο. σφόδρα δὲ ἀποτυχὼν καὶ ἐρυθριάσας παρεγένετο ἐν τῇ Ῥόδῳ κἀκεῖ ἐπολιτεύσατο καὶ σοφιστεύει ῥητορικοὺς λόγους, ὅθεν αὑτὸν καὶ Ῥόδιον ἀποκαλεῖν βούλονται. ἐνταῦθα τοίνυν διάγων καὶ ἐπιξέσας αὑτοῦ
10τὰ ποιήματα, εἶτα ἐπιδειξάμενος σφόδρα εὐδοκίμησεν, ὡς καὶ τῆς Ῥοδίων ἀξιωθῆναι πολιτείας καὶ τιμῆς. τινὲς δέ φασιν, ὅτι ἐπανῆλθεν ἐν Ἀλεξ‐ ανδρείᾳ καὶ αὖθις ἐκεῖσε ἐπιδειξάμενος εἰς ἄκρον εὐδοκίμησεν, ὡς καὶ τῶν βιβλιοθηκῶν 〈καὶ〉 τοῦ Μουσείου ἀξιωθῆναι αὐτὸν καὶ ταφῆναι δὲ σὺν αὐτῷ τῷ Καλλιμάχῳ. LGP
15tB
16ta. Καὶ τὰ μὲν τοῦ γένους ταῦτα· ἡ δὲ ὑπόθεσις τῶν Ἀργο‐
17tναυτικῶν Ἀπολλωνίου τοῦτον ἔχει τὸν τρόπον.
18Τυρὼ ἡ Σαλμωνέως καὶ Ἀλκιδίκης θυγάτηρ ἐποίησεν ἐκ τοῦ Ποσει‐ δῶνος Νηλέα καὶ Πελίαν. εἶτα γαμεῖ Κρηθέα τὸν Αἰόλου παῖδα καὶ ποιεῖ
20ἐξ αὐτοῦ Αἴσονα, Φέρητα, Ἀμυθάονα. καὶ γίνεται ἐκ μὲν Αἴσονος Ἰάσων, ἐκ δὲ Φέρητος Ἄδμητος, ἀπὸ δὲ Ἀμυθάονος Μελάμπους. καὶ ὁ μὲν Ἰάσων ἐκδίδοται Χείρωνι τρέφεσθαι καὶ τὴν ἰατρικὴν μανθάνειν, Αἴσονος τοῦ πατρὸς αὐτοῦ τὴν βασιλείαν τὴν ἰδίαν τῷ ἀδελφῷ Πελίᾳ κατα‐
λιπόντος καὶ ἄρχειν καὶ κρατεῖν τῆς Θεσσαλίας κελεύσαντος, ἕως οὗ2

3

ὑποστρέψει Ἰάσων ἀπὸ Χείρωνος. χρησμὸν δὲ ἦν εἰληφὼς παρὰ τοῦ Ἀπόλλωνος ὁ Πελίας φυλάττεσθαι τὸν ἐπιόντα πρὸς αὐτὸν μονοπέδιλον· τεθνήξεται γὰρ δι’ αὐτοῦ. ὁ δὲ Ἰάσων αὐξηθεὶς ἔρχεται πρὸς τοὺς ἀδελφοὺς τοῦ πατρός, μεθέξων καὶ αὐτὸς τῆς τοῦ πατρὸς βασιλείας. γενό‐
5μενος δὲ ἐν τῷ Ἀναύρῳ τῷ ποταμῷ—ἔστι δὲ οὗτος Θεσσαλίας— καὶ βουλόμενος παρελθεῖν, εὑρίσκει ἐπὶ τῆς ὄχθης τὴν Ἥραν γραῒ ὁμοιω‐ θεῖσαν, βουλομένην μὲν διαπερᾶσαι, φοβουμένην δέ, καὶ ἑστῶσαν, φησίν (III 72), ὡς γραῦν. εἶτα τοῦτο γνοὺς ὁ Ἰάσων λαβὼν ἐπὶ τῶν ὤμων διασώζει, κατὰ μέσον τοῦ ποταμοῦ τὸ ἓν πέδιλον καταλιπὼν ἐπὶ τοῦ
10πηλοῦ. εἶτα ἀπέρχεται ἐπὶ τὴν πόλιν μονοπέδιλος καὶ εὑρίσκει πανήγυριν δημοσίαν καὶ θυσίαν ἀγομένην τοῖς θεοῖς παρὰ Πελίου. θεασάμενος οὖν τὸν Ἰάσονα μονοπέδιλον ὁ Πελίας ὑπομιμνήσκεται τοῦ χρησμοῦ. εὐλαβούμενος δὲ αὐτὸν ἀνελεῖν ἆθλον αὐτῷ προστάσσει τοιοῦτον, εἰπὼν ὅτι ἀπελθὼν εἰς τὴν Σκυθίαν τὸ χρυσόμαλλον δέρας κόμισον καὶ λαμ‐
15βάνεις τὴν βασιλείαν τοῦ σοῦ πατρός. τοῦτο δὲ προσέταττεν, οὐχ ὡς τοῦ κωδίου τοῦ χρυσοῦ δεόμενος, ἀλλ’ οἰόμενος αὐτὸν ἐν τῇ ἀλλοδαπῇ ἀναιρεῖσθαι ὑπό τινος ἢ ἐν τῇ θαλάσσῃ ναυαγήσοντα. LGP b. τὸ δὲ κατὰ τὸ χρυσόμαλλον δέρας ταύτην ἔχει τὴν ὑπόθεσιν. Ἀθάμας, υἱὸς Αἰόλου, ἀδελφὸς Κρηθέως, ὡς αὐτός φησιν Ἀπολ‐
20λώνιος (III 360) ‘ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ’ ἔσαν Αἰόλου υἷεσ‘, ποιεῖ ἐκ Νεφέλης δύο παῖδας Φρίξον καὶ Ἕλλην. τελευτησάσης δὲ ταύ‐ της γαμεῖ δευτέραν γυναῖκα τὴν Ἰνώ. αὕτη ὡς μητρυιὰ ἐπεβούλευε τοῖς παιδίοις τοῖς ἐκ τῆς προτέρας γυναικὸς καὶ φρύττουσα τὰ σπέρ‐
ματα παρεῖχε τοῖς γεωργοῖς πρὸς σπόρον. οἱ δὲ ἔσπειρον μὲν ἐν τῇ3

4

γῇ, ἡ δὲ γῆ λαβοῦσα οὐκ ἔφερεν τοὺς καρποὺς τοὺς ἐτησίους διὰ τὸ πεφρύχθαι αὐτὰ καὶ οὕτως σπαρῆναι. λοιπὸν Ἀθάμας τοὺς μάντεις συναγαγὼν ὡς βασιλεὺς ἐπερωτᾷ τὴν αἰτίαν βουλόμενος μαθεῖν. ἡ δὲ πέμπει πρὸς αὐτούς, δῶρα ἐπαγγελλομένη διδόναι πολλά, ὥστε εἰπεῖν,
5εἰ μὴ πρότερον τὰ παιδία τὰ ἐκ τῆς Νεφέλης τῆς προτέρας γυναικὸς Ἀθάμαντος ἀναιρεθείη, οὐκ ἂν φύσειεν ἡ γῆ τοὺς καρπούς. πεισθέντες οἱ μάντεις λέγουσι ταῦτα ὑποστρέψαντες τῷ Ἀθάμαντι. μελλόντων δὲ τῶν παίδων Νεφέλης, Φρίξου καὶ Ἕλλης, φονεύεσθαι κατῆλθε κριός. εἶτα ἐπὶ τῶν νώτων λαβὼν εἴσεισιν εἰς τὴν θάλασσαν καὶ οὕτως ἄρ‐
10χεται κολυμβᾶν. ἐλθὼν δὲ περὶ τὸ Τρωικὸν πέλαγος ἀποβάλλει τὴν Ἕλλην, ὅθεν καὶ ἀπ’ αὐτῆς Ἑλλήσποντος ὠνομάσθη, τὸν δὲ Φρίξον ἐπὶ τὴν Σκυθίαν διακομίζει. ἔνθα αὐτὸς σφάζει μὲν τὸν κριὸν καὶ θύει Διὶ Φυξίῳ, ὅτι ἐξέφυγε τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς· γαμεῖ δὲ Χαλκιόπην θυγατέρα Αἰήτου τοῦ Σκυθῶν βασιλέως καὶ ποιεῖ ἐξ αὐτῆς παῖδας
15τέσσαρας Ἄργον, Κυτίσωρον, Μέλανα, Φρόντιν, καὶ οὕτως ἐκεῖσε τελευ‐ τᾷ. LGP
17tC
18tὍσοι ἔρχονται Ἀργοναῦται εἰς τὴν ναῦν
19tμετὰ Ἰάσονος

4,col1

(20)

Ὀρφεὺς Οἰάγρου παῖς Θρᾷξ
Ἀστερίων ΚομήτουColumn end

5,col1

Πολύφημος Ἐλάτου Ἴφικλος Φυλάκου Ἄδμητος Φέρητος Εὔρυτος Ἑρμοῦ
5Ἐχίων Ἑρμοῦ Γνωτὸς Αἰθάλου Κόρωνος Καινέως Μόψος Ἀμφιλόχου Εὐρυδάμας Κτιμένου
10Μενοίτιος Ἄκτορος Εὐρυτίων Τελέοντος Εὐρυβώτης Οἰλεύς Κάνθος Κανήθου
15Κλυτίος Εὐρύτου Ἴφιτος Εὐρύτου Τελαμὼν Αἰακοῦ Πηλεὺς Αἰακοῦ Βούτης Τελέοντος
20Φάληρος Ἄλκωνος Θησεὺς Αἰγέως Τῖφυς Ἁγνίου Φλίας Διονύσου
Ταλαὸς ΒίαντοςColumn end

6,col1

Ἀρήιος Βίαντος Λεώδοκος Βίαντος Ἡρακλῆς Διός Ὕλας Θειοδάμαντος
5Ναύπλιος Κλυτονήου ἢ ΠοσειδῶνοςColumn end

4,col2

(21)

Ἴδμων Ἀπόλλωνος4

5,col2

(2)

Πολυδεύκης Διός Κάστωρ Διός Λυγκεὺς Ἀφαρέως
5Ἴδας Ἀφαρέως Περικλύμενος Νηλέως Ἀμφιδάμας Ἀλεοῦ Κηφεὺς Ἀλεοῦ Ἀγκαῖος Λυκούργου
10Αὐγείας Ἡλίου Ἀστέριος Ὑπερασίου Ἀμφίων Ὑπερασίου Εὔφημος Ποσειδῶνος Ἐργῖνος Ποσειδῶνος
15Ἀγκαῖος Ποσειδῶνος Μελέαγρος Οἰνέως Λαοκόων Πορθέως Παλαιμόνιος Ἡφαίστου Ἴφικλος Θεστίου
20Ἴφιτος Ναυβόλου Ζήτης Βορέου Κάλαϊς Βορέου Ἄκαστος Πελίου
Ἄργος Διός5

6,col2

Ἰάσων Αἴσονος. LG6

7

(1t)

Α
21—4a Ἀρχόμενος: ἀπὸ περιεκτικοῦ ῥήματος ἡ μετοχὴ ἐσχη‐ μάτισται. περιεκτικὰ δέ εἰσιν, ὅσα 〈καὶ〉 δρᾶσιν καὶ πάθος ἐμφαίνουσιν, οἷον βιάζομαι, δωροῦμαι, σφαγιάζομαι. οὕτω καὶ τὸ ἄρχομαι τὸ
5μέν τι σημαίνει ‘ἀπὸ σοῦ τὴν ἀρχὴν ποιοῦμαι‘—ἔθος γὰρ ἀπὸ θεῶν προοιμιάζεσθαι· ‘ἐκ Διὸς ἀρχώμεσθα‘ (Arat. Phaen. i; Theocr. XVII i)—, τὸ δέ τι σημαίνει ‘ἀρχαιρεσιαζόμενος ὑπὸ σοῦ‘ οἷον ἐνθουσιῶν. παρα‐ πλησίως γὰρ τοὺς ποιητὰς τοῖς μαινομένοις ἐνθουσιᾶν 〈λέγεται〉. κέ‐ χρηται δὲ ἐπὶ τοῦ ἀρχόμενος παρατατικοῦ μετοχῇ, ἀντὶ τοῦ ἀρξά‐
10μενος. b ὁ λόγος· ἀρχαιρεσιασθεὶς ὑπὸ σοῦ, Ἄπολλον, τὸ κλέος τῶν ἡρώων εἰς μνήμην ἄξω τῶν κατὰ τὸν Πελίαν 〈...〉. LmP c παλαιγενέων: διαφέρει τὸ παλαιὸν τοῦ ἀρχαίου. τὸ μὲν γὰρ παλαιὸν καὶ ἀρχαῖον, τὸ δὲ ἀρχαῖον οὐκ ἔστι παλαιόν. τὸ γὰρ
15ἀρχαῖον ἀναφέρει 〈εἰσ〉 τὸ ἀρχῆς ἔχεσθαι. d ἐύζυγον: εὐκάθεδρον. LgP e ἤλασαν Ἀργώ: ὁ μὲν Ἀπολλώνιος καλεῖ τὴν Ἀργὼ ἀπὸ
Ἄργου τοῦ κατασκευάσαντος, Φερεκύδης (3 fg 106 J.) δὲ ἀπὸ Ἄργου7

8

τοῦ Φρίξου υἱοῦ. ταύτην δὲ λέγουσι πρώτην ναῦν γεγενῆσθαι. ἄλλοι δὲ λέγουσιν, 〈ὅτι〉 Δαναὸς διωκόμενος ὑπὸ Αἰγύπτου 〈τὴν〉 πρώτην κατεσκεύασε, ὅθεν καὶ Δαναῒς ἐκλήθη. 5a τοίην γὰρ Πελ〈ίησ: τὸ τοίην τίθεται καὶ ἀνταπο‐
5δοτικῶς, καθ’ ὁμοίωσιν, πρὸς τὰς παραβολάς· ‘οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν‘ (Ζ 146)· καὶ ἀναφορικῶς· ‘ἀλλὰ καὶ ὣς τοίη περ ἐοῦσα‘ (Γ 159). νῦν δὲ δύναται μὲν ἐπὶ θαυμασμοῦ κεῖσθαι τοῦ κατὰ προαίρεσιν λόγου, δύναται 〈δὲ〉 καὶ κατὰ ἀναφορὰν πρὸς τὰ ἐπιφερόμενα. b φάτις δὲ καὶ φήμη ἐπειδὰν ἐπὶ μέλλοντος λέγωνται, πρόρρη‐
10σίν τινα σημαίνουσιν. P 7 〈δημόθεν:〉 ἐκ τοῦ δήμου Ἰωλκίων. Lg 9 〈Ἀναύρου:〉 Ἄναυρον λέγει τὸν χείμαρρον ποταμόν, ἐπειδὴ οἱ ἐξ ὑετῶν συνιστάμενοι οὕτω καλοῦνται. 11 προχοῇσι: τῶν ποταμῶν οἱ συμβάλλοντες τόποι τῇ θαλάσσῃ
15προχοαὶ λέγονται, ὡς Ὅμηρος (Ρ 263): ‘ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διιπε‐ τέος.‘ 14 Ἥρης δὲ Πελασγίδ〈οσ: Ὁμηρικῶς τὴν Ἥραν Πελασ‐ γίδα εἶπεν, ἐκ τῆς Θεσσαλικῆς χώρας. Πελασγοὶ γάρ εἰσιν, οἳ τὴν Φθιωτικὴν κατῴκουν, ὥς φησιν Ὅμηρος (Β 681)· ‘νῦν αὖ τούς, ὅσσοι τὸ
20Πελασγικὸν Ἄργος ἔναιον‘, ἀφορίζων τῆς Πελοποννήσου, ἣν Ἀχαϊκὸν καλεῖ Ἄργος. 23—25a πρῶτά νυν Ὀρφῆος: Ἡρόδωρος (31 fg 42 J.)
δύο εἶναι Ὀρφεῖς φησιν, ὧν τὸν ἕτερον συμπλεῦσαι τοῖς Ἀργοναύταις.8

9

φερεκύδης ἐν τῇ ϛʹ (3 fg 26 J.) Φιλάμμωνά φησι καὶ οὐκ Ὀρφέα συμπεπλευκέναι. ἔστι δέ, ὡς Ἀσκληπιάδης (12 fg 6c J.), Ἀπόλλωνος καὶ Καλλιόπης· ἔνιοι δὲ ἀπὸ Οἰάγρου καὶ Πολυμνίας. ζητεῖται δέ, διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρωσιν: ὅτι
5μάντις ὢν ὁ Χείρων ἔχρησε δύνασθαι καὶ τὰς Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως συμπλέοντος. b 〈σκοπιῆσ〉 Πιμπληίδος ἄγχι τεκ〈έσθαι: Πίμπλεια χωρίον κατὰ Πιερίαν· οἱ δὲ ὄρος Θρᾴκης, οἱ δὲ κρήνην καὶ κώμην τῆς Πιερίας.
1027 θέλξαι: ἀπατῆσαι καὶ τέρψαι. τάσσεται δὲ ἡ λέξις ἐπὶ τῆς μετὰ βλάβης ἀπάτης· νῦν δὲ ὑπερβολικῶς κεῖται. ἀοιδάων δὲ ἐνοπῇ τῇ τῶν ᾠδῶν εὐρυθμίᾳ. οὐκ εὖ δέ· ἡ γὰρ ἐνοπὴ ἀεὶ ἐπὶ θορύβου τίθεται. 29 Θρηικίης Ζώνης ἐπιτη〈λεθόωσαι: Ζώνη ἐστὶν
15ὀρεινὸς τόπος οὕτω καλούμενος καὶ πόλις ὁμώνυμος, ὥς φησι Νίκαν‐ δρος (fg 28 Schn.). 30 ἑξείης στιχόωσιν 〈ἐπήτριμοι: στοιχηδόν εἰσι καὶ ἑξῆς πυκναί. 31—34a Πιερίηθεν: Πιερία ὄρος Θρᾴκης, ἐν ᾗ διέτριβεν
20Ὀρφεύς. φησὶ δὲ Ἡρόδωρος (31 fg 43a J.), ὅτι παρῄνησεν ὁ Χείρων τῷ Ἰάσονι, ὅπως τὸν Ὀρφέα σὺν τοῖς Ἀργοναύταις παραλάβῃ. b 〈τοῖον:〉 οἷον εἴπομεν δηλονότι. Lg c Βιστωνίδι κοιρανέοντα: γράφεται καὶ Βιστῶνι τε κοιρανέοντα. LmP
2535 〈αὐτοσχεδόν:〉 ἀντὶ τοῦ παραχρῆμα, εὐθέως. Lg9

10

37—38a 〈Πειρεσιάς:〉 ὄνομα πόλεως· ὡς Ἐρυθραί καὶ Πειρεσιαί. Lg b Ἀπιδανός τε μέγας καὶ δ〈ῖοσ: Ἀπιδανὸς καὶ Ἐνιπεὺς ἀμφότεροι Θεσσαλίας ποταμοί. τὸ δὲ Φυλλήιον ὄρος Μαγνησίας.
5c. ἡ δὲ Πειρεσία χώρα ἢ πόλις, ἧς ἐγγὺς ἦν τὸ Φυλλεῖον. P 40—41 Λάρισαν δ’ ἐπὶ τοῖ〈σι: Λάρισαν τὴν τὴν Θεσσαλίας λέγει, ἣν ἔκτισεν Ἀκρίσιος, ἥτις ὠνομάσθη ἀπὸ Λαρίσης τῆς Πελασγοῦ, ὥς φησιν Ἑλλάνικος (4 fg 91 J.). εἰσὶ δὲ Λάρισαι τρεῖς· ἀρχαιοτάτη μὲν ἡ Ἀργειῶτις, ἥτις ἐστὶν αὐτὴ ἡ ἀκρόπολις· δευτέρα δὲ ἡ ἐν τῷ
10Πελασγικῷ τῆς Θεσσαλίας, ἣν Ὅμηρος (Β 738) Ἄργισσάν φησι, πλησίον οὖσα τῆς Γυρτώνης, ἧς νῦν ὁ Ἀπολλώνιος μέμνηται· ἔστι δὲ καὶ περὶ Τροίαν, ἧς Ὅμηρος (Β 840 sq.) μνημονεύει· ‘φῦλα Πελασγῶν τῶν, οἳ Λάρισαν.‘ τὸν δὲ Πολύφημον Ἐλάτου παῖδα εἶπεν Ἀπολλώνιος, Σωκράτης (fg 10 M. IV 498) δὲ καὶ Εὐφορίων (fg 87 Scheidw.)
15Ποσειδῶνος. οἱ δὲ Λαπίθαι ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης νύμφης ὠνομάσθησαν. 45—47a οὐδὲ μὲν Ἴφικλος: οὔτε Ὅμηρος οὔτε Ἡσίοδος (fg 50 Rz.2) οὔτε Φερεκύδης (3 fg 110 J.) λέγουσι τὸν Ἴφικλον συμ‐ πεπλευκέναι τοῖς Ἀργοναύταις. ὅτι δὲ μητρὸς ἦν Ἀλκιμέδης ὁ Ἰάσων,
20Φερεκύδης (3 fg 104a J.) μὲν συμφωνεῖ τῷ Ἀπολλωνίῳ. Ἡρόδωρος (31 fg 40 J.) δὲ Πολυφήμην τὴν Αὐτολύκου φησὶν Ἰάσονος εἶναι μητέρα.
Ἄνδρων δὲ ἐν τῇ ἐπιτομῇ τῶν Συγγενειῶν (10 fg 5 J.) Αἴσονος καὶ10

11

Θεογνήτης τῆς Λαοδίκου 〈φησὶν Ἰάσονα γεγονέναι υἱόν〉. b τὸν δὲ Ἴφικλον Ἡσίοδος (fg 117 Rz.2) ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησίν, Δημαρέτης (42 fg 1 J.) δὲ ἐπὶ τῆς θαλάσσης. ἔστι δὲ υἱὸς Φυλάκου καὶ Κλυμένης τῆς Μινύου.
5c ὁ δὲ τρόπος ἀντίφρασις. ἀντὶ τοῦ ‘ταχέως δὲ ὁ Ἴφικλος ἦλθεν‘· ‘οὐ πολὺν χρόνον ἔμεινεν ἐν Φυλάκῃ‘. d 〈μήτρως:〉 ὁ θεῖος. Lgr e κασιγνήτην γὰρ ὄπυιεν: διὰ τοῦ παρεπομένου τὸ προη‐ γούμενον δηλοῖ.
10f 〈ὄπυιεν:〉 τὸ ἐγεγαμήκει· ἤτοι ἀπὸ τῶν ὠπῶν ἐσχηματισμένης τῆς λέξεως, ὅ ἐστιν ὀφθαλμῶν· ἢ ἀπὸ τοῦ ὄπτω καὶ ἐπιτηρῶ· ἢ ἀπὸ τῆς ὀπός, τῆς φωνῆς, διὰ τὰς τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ὁμιλίας, ἀφ’ οὗ καὶ ‘ὄαροι‘ (Ι 327) αἱ γυναῖκες. 48a 〈πηοσύνη:〉 συγγένεια Lg. b ταύτης δὴ αὐτὸν ἡ
15συγγένεια παρεκέλευσεν. Lmr 49a οὐδὲ Φεραῖς Ἄδμη〈τοσ: αἱ Φεραὶ ὠνομάσθησαν ἀπὸ Φέρητος τοῦ Κρηθέως, τοῦ Ἀδμήτου πατρός. b 〈ἐυρρήνεσσι:〉 ταῖς καλὰ πρόβατα ἐχούσαις. Lgr c ἐυρρήνεσσι δὲ ἀντὶ τοῦ πολυπροβάτοις. P
2050 ὄρος ὑπεράνω Φερῶν τὸ Χαλκωδόνιον. Lg(P) 51—52 οὐδ’ Ἀλόπῃ μίμνον: Θεσσαλίας πόλις ἢ Μαγνησίας. πολυλήιοι δὲ ἤτοι ἀπὸ τοῦ ληίου, τουτέστι σιτοφόρου πεδίου, ἢ ἀπὸ τῆς λείας, ὅπερ βέλτιον· ἐπιφέρει γὰρ εὖ δεδαῶτε δόλους. ἱστο‐ ροῦνται δὲ ἄυπνοι καὶ δεινοὶ καὶ φερέπονοι.
2553 〈γνωτός:〉 ἀντὶ τοῦ ἀδελφός. Lg11

12

54—55a Αἰθαλίδης: ὄνομα κύριον. ἔστι δὲ υἱὸς Ἑρμοῦ καὶ Εὐπολεμείας τῆς Μυρμιδόνος. b Ἄμφρυσσος γράφεται καὶ διὰ τοῦ β, ὡς Διονύσιος (32 fg 12 J.). ἔστι δὲ ποταμὸς Θεσσαλίας. προπαροξύνεται δέ, ὡς ἐν
5τῇ ηʹ τῆς Καθόλου (Herodian. I 213, 16 L.) 57—64a Γυρτῶνα Κόρωνος: ἣν Ὅμηρός φησι (Β 738) ‘Γυρτώνην τε νέμοντο‘. ἔστι δὲ πόλις Θεσσαλίας ἢ Περραιβίας, ὡς 〈Σου〉ίδας (fg 5 M. II 464), ὠνομάσθη δὲ ἀπὸ Γυρτώνης τῆς Φλεγύου. ὁ δὲ Κόρωνος υἱός ἐστι Καινέως. μεμύθευται δὲ ὁ Καινεὺς πρότερον
10γεγονέναι γυνή, εἶτα Ποσειδῶνος αὐτῇ πλησιάσαντος μεταβληθῆναι εἰς ἄνδρα· τοῦτο γὰρ ᾔτησε καὶ ἀτρωσίαν. ἤρισε δὲ καὶ Ἀπόλλωνι καὶ ἐνικήθη. καὶ ἐκέλευε τοὺς παριόντας ὀμνύναι εἰς τὸ δόρυ αὐτοῦ· ἔνθεν ἡ παροιμία ‘τὸ Καινέως δόρυ‘. τινὲς δέ φασι Καινέα συμπλεῦσαι τοῖς Ἀργοναύταις, οὐ Κόρωνον· ὁ δὲ Ἀπολλώνιος παρὰ Πινδάρου
15εἴληφε λέγοντος (fg 167 Schr.)· ‘ὁ δὲ χλωραῖς ἐλάτῃσι τυπεὶς ᾤχετο Καινεύς, σχίσας ὀρθῷ ποδὶ γᾶν.‘ τοῦτο δὲ αὐτῷ συνέβη διὰ τὸ μήτε θύειν τοῖς θεοῖς μήτε εὔχεσθαι ἀλλ’ 〈ἢ〉 τῷ ἑαυτοῦ δόρατι· διὸ Ζεὺς ἐφορμᾷ αὐτῷ τοὺς Κενταύρους, οἵτινες κατὰ γῆν αὐτὸν ὠθοῦσιν. b 〈Κενταύροισιν:〉 ἀντὶ τοῦ ὑπὸ Κενταύρων. Lg
20c 〈καταΐγδην:〉 καταφορικῶς, μεθ’ ὁρμῆς. Lg 65 Ἀμπύκου υἱὸς ὁ Μόψος τοῦ Τιτάρωνος, μητρὸς δὲ Χλώρι‐
δος. Lm (P)12

13

67—68a ἄγχι δὲ λίμνης Ξ〈υνιάδοσ: Ξυνιὰς λίμνη τῆς Θεσσαλίας· τινὲς δὲ πόλιν, ᾗ παράκειται 〈...〉 Βοιβῃὰς λίμνη. ἀπὸ δὲ τῆς πόλεως εἴρηκε 〈λίμνην〉 Ξυνιάδα, ἐπειδὴ πλησίον αὐτῆς ἐστιν ἡ πόλις. ξυνὸν δὲ εἴρηται τὸ κοινόν· κοινὴ δέ ἐστιν Θεσσαλίας καὶ Βοιω‐
5τίας αὕτη. b Κτιμένην Δολοπηίδα: Κτιμένη πόλις τῆς Θεσσαλίας. Δολοπηίδα δὲ τὴν Θεσσαλικὴν εἶπε· Δόλοπες γὰρ ἔθνος Θεσσαλίας. Ὅμηρος (Ι 484)· ‘ναῖον δ’ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων‘. 69 ἐξ Ὀπόεντος: Ὀποῦς πόλις τῆς Λοκρίδος, ἀπὸ Ὀπόεντος
10τοῦ Ἠλείου. Ὅμηρος (Β 531)· ‘οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε.‘ 71—74 ἀλκήεις Ἐρ〈ιβώτησ: ἰσχυρός· παραγωγῶς δὲ ἐσχημάτισται παρὰ τὴν ἀλκήν, ὡς φωνήεις παρὰ τὴν φωνήν. Ἡρόδωρος δὲ ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 5 J.) τοῦτον Εὐρυβάτην καλεῖ καί
15φησιν αὐτὸν Τελέοντος υἱόν. Ἄκτορος δὲ υἱοὶ Μενοίτιος καὶ Ἶρος, τούτων δὲ υἱοί, Μενοιτίου μὲν καὶ Σθενέλης Πάτροκλος, Ἴρου δὲ Εὐρυτίων. 75—76 καὶ ἐπαῗξαι: ἀντὶ τοῦ ἐπιδιῶξαι. περιττὸν μὲν τὸ μετόπισθεν, λείπει δὲ ὁ καί· καὶ ὅτε κλίνειαν φάλαγγας, εἰς φυγὴν
20τρέψειεν.
77—78 Κάνθος κίε: τὸν Κάνθον καὶ ὁ Κλέων καταλέγει.13

14

ἔστι δὲ Κανήθου υἱός, ἀφ’ οὗ 〈τὸ〉 ὄρος ἐν Βοιωτίᾳ· ἦν δὲ 〈οὗτοσ〉 Ἄβαντος παῖς, ἀφ’ οὗ οἱ Εὐβοεῖς Ἄβαντες. 79a 〈Κήρινθον:〉 πόλις Εὐβοίας. Lg b 〈ὑπότροπος:〉 ὑποστρέψας. Lg
581—82 δῃωθῆναι: καινότερον νῦν δῃωθῆναι τὸ φθαρῆναι. ἑξῆς δὲ ὁ ποιητὴς ὡς δυσφορῶν ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἡρώων ἐπιφωνεῖ· ὡς οὐκ ἀνθρώ〈ποισιν〉. ὁ δὲ νοῦς· οὐδέν ἐστι μέγιστον κακόν, οὗ ἄνθρωπος ἀποτυγχάνει. ἔδει οὖν διὰ τοῦ α ἀπαυρεῖν. ἢ ὅτι οὐδὲν κακὸν μέγιστον, ὃ εἴη 〈ἂν〉 ἀνθρώποις δυσχερὲς ἐπαυρεῖν, ὅ
10ἐστιν ἐπιτυχεῖν. 83—85 δύσιές τε καὶ ἀντολ〈αί: τοσοῦτόν φησι κεχωρισ‐ μένους τῆς τῶν Κόλχων χώρας, ὅσον τῶν ἀνατολῶν αἱ δύσεις ἀφεστή‐ κασιν, ἐπεὶ ἡ μὲν Λιβύη ἐν δύσει, ἡ δὲ Κολχὶς ἐν ἀνατολῇ. 87 Οἰχαλίης ἐπίουροι: παῖδες Ἀντιόπης. Οἰχαλίας δὲ τῆς
15ἐν Εὐβοίᾳ. οἱ γὰρ νεώτεροί φασιν ἐν Εὐβοίᾳ εἶναι, Ὅμηρος δὲ ἐν τῷ Πελασγικῷ Ἄργει καταλέγει τὴν Οἰχαλίαν (Β 730)· ‘οἵ τ’ ἔχον Οἰχα‐ λίην πόλιν Εὐρύτου Οἰχαλιῆοσ‘, οἱ δὲ ὁμώνυμόν φασιν. 90—94a οὐδ’ ὁμόθεν: οὐδ’ ἐκ τοῦ αὐτοῦ τόπου. τὸ δὲ οὐ μέν ἀντὶ τοῦ οὐ μήν. διεχωρίσθησαν γὰρ διὰ τὸν φόνον Φώκου, καὶ
20ὁ μὲν ἐν Σαλαμῖνι κατῴκησεν, ἥν φησι νῆσον Ἀτθίδα, ὁ δὲ Πηλεὺς ἐν Φθίᾳ. ἀφραδίῃ δὲ ἤτοι ἀνοίᾳ ἢ κακοβουλίᾳ. b 〈λιασθείς:〉 ἀντὶ τοῦ φυγών. Lg 95—96 τοῖς δ’ ἔπι Κεκροπίηθεν: ἀντὶ τοῦ· σὺν τούτοις ἀπὸ τῆς Ἀττικῆς. Κεκροπία γὰρ λέγεται ἡ Ἀττικὴ ἀπὸ Κέκροπος τοῦ
25βασιλεύσαντος. ἕτερος δέ ἐστιν ὁ Τελέων οὗτος ὁ Βούτου πατὴρ14

15

παρὰ τὸν πρότερον (v. 72) εἰρημένον, τὸν τοῦ Ἐριβώτου πατέρα. ἐυμελίης δὲ ὁ πολεμικός, ἀπὸ τῆς μελίας. 97—100 Ἄλκων: ὄνομα κύριον, πατὴρ Φαλήρου. τὸν δὲ Ἄλ‐ κωνα Πρόξενός (fg 5 M. II 462) φησιν Ἐρεχθέως. φυγεῖν δὲ αὐτὸν
5λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν, ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι τοὺς Χαλκιδέας. τὸ δὲ τηλύγετον ἐνταῦθα οὐ τὸν μονογενῆ, πρόσκειται γὰρ καὶ μοῦ‐ νον ἐόντα, ἀλλὰ καταγηράσαντι αὐτῷ γενόμενον· οἱ γὰρ τοιοῦτοι τῶν παίδων εἰσὶ προσφιλεῖς.
10101—04a Θησέα δ’ ὃς περὶ πά〈ντασ: Θησεὺς καὶ Πει‐ ρίθοος, ὄντες τὸ γένος ὁ μὲν ἐκ Διός, ὁ δὲ Ποσειδῶνος, ἐφάμιλλον τῷ γένει τὴν πρᾶξιν ἐποιοῦντο. καὶ ὁ μὲν Θησεὺς τῆς Ἑλένης ἐρασθεὶς ἔσχεν συμπράττοντα αὐτῷ τὸν Πειρίθουν, ὁ δὲ Πειρίθους τὴν Περσε‐ φόνην ἐθελήσας ἀγαγέσθαι ἀναγκαίως εἶχε τὸν Θησέα ἑπόμενον. καὶ
15δὴ διὰ Ταινάρου κατελθόντες καὶ ἐπί τινος πέτρας καθεσθέντες αὖθις ἀναστῆναι οὐ δεδύνηνται. Ἡρακλῆς δὲ ὕστερον κατελθὼν διὰ τὸν Κέρβερον, τὸν μὲν Θησέα ἀπέσωσεν ὡς μὴ ἑκοντὶ κατελθόντα, τὸν δὲ Πειρίθουν εἴασεν, ἐπειδὴ προαιρέσει ἰδίᾳ κατῆλθεν. ἐπεστράτευσαν δὲ κατὰ τῆς Τροιζῆνος οἱ Διόσκουροι διὰ τὴν ἀδελφὴν Θησέως ὄντος
20ἐν Ἅιδου καὶ πορθήσαντες ἔλαβον αἰχμάλωτον Αἴθραν τὴν Θησέως μητέρα. b Ταιναρίην: Φερεκύδης ἐν τῇ θʹ (3 fg 39 J.) φησὶν ὅτι ‘Ἔλατος ὁ Ἰκαρίου γαμεῖ Ἐριμήδην τὴν Δαμασίκλου· τῶν δὲ γίνεται Ταίναρος, ἀφ’ οὗ Ταίναρον καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν‘.
LmP15

16

c κεινὴν ὁδόν: ἀντὶ τοῦ ματαίαν. ὁ δὲ νοῦς· ἀμφότεροι γὰρ οὗτοι συνοδεύσαντες πάντας ἂν μόχθων ἀνέπαυσαν τοὺς Ἀργοναύ‐ τας. τὴν δὲ αἰτίαν ἐνταῦθά φησιν ὁ Ἀπολλώνιος τοῦ μὴ συμπλεῦσαι αὐτούς. ἀναγινώσκεται δὲ καὶ κείνην βαρυτόνως κατὰ ἀναφορὰν
5καὶ κεινὴν ὀξυτόνως ἀντὶ τοῦ κενήν. 105—08a Τῖφυς δ’ Ἁγνιάδ〈ησ: αἱ Σῖφαι τῆς Βοιωτίας πόλις, Σιφαεὺς δὲ δῆμος Θεσπιέων· Θέσπεια δὲ 〈καὶ〉 πόλις Θεσσαλίας. Φερεκύδης (3 fg 107 J.) δὲ Ποντέως ἱστορεῖ τὸν Τῖφυν, ὁ δὲ Αἰσχύλος ἐν τῇ Ἀργοῖ (fg 21 N.2) τὸν Τῖφυν Ἶφυν καλεῖ.
10b προδαῆναι: προμαθεῖν. ἀρίστου γὰρ αὕτη τέχνη κυβερνήτου. ὁ δὲ λόγος· ἀγαθὸς μὲν καὶ ἡμέρας τῷ ἡλίῳ, νυκτὸς δὲ πρός τινα τῶν ἀστέρων τὸν καιρὸν τοῦ πλοῦ τεκμήρασθαι. 109 Τριτωνίς: Τρίτωνες τρεῖς, Βοιωτίας, Θεσσαλίας, Λιβύης· ἐν δὲ τῷ κατὰ Λιβύην ἐτέχθη ἡ Ἀθηνᾶ.
15112 〈κείνης ὑποθημοσύνῃσι:〉 διὰ τὸ ταῖς βουλαῖς τῆς Ἀθηνᾶς γενέσθαι. Lg 115 Φλείας δ’ αὖτ’ ἐπὶ τοῖσιν: πόλις Πελοποννήσου ἡ Ἀραιθυρέα, ἡ νῦν ὀνομαζομένη Φλιοῦς ἀπὸ Φλιοῦντος τοῦ Διονύσου καὶ Χθονοφύλης. κεῖται δὲ ἡ Φλιοῦς ἐπὶ ὅροις τῆς Σικυῶνος. καὶ
20αὐτὸς δὲ Διόνυσος Φλιοῦς ὠνομάζετο ἀπὸ τοῦ φλεῖν τὸν οἶνον, ὅ ἐστιν εὐθηνεῖν.
117 ἐφέστιος Ἀσωπ〈οῖο: Ἀσωπὸς ποταμὸς Θηβῶν ἔχων16

17

τὰς πηγὰς ἐν Ἀραιθυρέᾳ. ἐκεραυνώθη δὲ ὑπὸ Διὸς διώκων αὐτὸν διὰ τὸ ἡρπακέναι τὴν θυγατέρα αὐτοῦ Αἴγιναν, ὡς καὶ Καλλίμαχός (fg 375 Schn.) φησιν. 〈...〉 εἰς Αἴγιναν τὴν πόλιν 〈...〉. 118—21a Ἀργόθεν αὖ Ταλαός: ἐκ τοῦ Ἄργους τῆς χώρας,
5οὐ τῆς πόλεως. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις (Hesiodi fg 149 Rz.2) λέγεται, ὡς ἄρα Μελάμπους φίλτατος ὢν τῷ Ἀπόλλωνι ἀποδημήσας κατέλυσε παρὰ Πολυφόντῃ. βοὸς δὲ αὐτῷ τεθυμένου, δράκοντος ἀνερπύσαντος παρὰ τὸ θῦμα, διαφθεῖραι αὐτὸν τοὺς θεράποντας τοῦ βασιλέως· τοῦ δὲ βασιλέως χαλεπήναντος τὸν Μελάμποδα λαβεῖν καὶ
10θάψαι, τὰ δὲ τούτου ἔγγονα τραφέντα ὑπὸ τούτου λείχειν τὰ ὦτα καὶ ἐμπνεῦσαι αὐτῷ τὴν μαντικήν. διόπερ κλέπτοντα αὐτὸν τὰς βόας τοῦ Ἰφίκλου περιληφθέντα δεθῆναι καὶ τοῦ οἴκου μέλλοντος πεσεῖν, ἐν ᾧ ἦν ὁ Ἴφικλος, τῇ διακόνων πρεσβύτιδι μηνῦσαι καὶ τούτου χάριν ἀφεθῆναι τῷ Ἰφίκλῳ. σαφὴς δὲ ἡ ἱστορία.
15b 〈τῆς δ’ ἀμφί:〉 διὰ τὸν ἀδελφὸν Βίαντα. Lg c 〈Αἰολίδης:〉 Ἀμυθάονος γάρ ἐστι τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. Lm (P) d σταθμοῖσιν ἐν Ἰφίκ〈λοιο: Ἴφικλος Φυλάκου παῖς τοῦ Δηιονέως. μήτηρ δὲ Μελάμποδος Δωρίππη, ὡς Διευχίδας (fg 9 M.
20IV 390). φησὶ δὲ καὶ τὴν αἰτίαν τοῦ ὀνόματος, ὅτι τεκοῦσα αὐτὸν ἡ μήτηρ εἰς σύνδενδρον ἐξέθετο τόπον, συνέβη δὲ τοὺς πόδας αὐτοῦ ὑπὸ ἡλίου μελανθῆναι ἀσκίους ὄντας.
124—29a νεῖον ἀπ’ Ἀρκαδ〈ίησ: προπερισπωμένως ἀντὶ17

18

τοῦ νεωστί, ὀξυτόνως δὲ τὴν γῆν. ὁ δὲ ἑξῆς λόγος οὕτω· ἐπειδὴ ἤκουσε μέλλειν πλεῖν τοὺς Ἀργοναύτας, νεωστὶ διεληλυθὼς τὸ Ἄργος, καθ’ ἣν ὁδὸν ἐκόμιζε τὸν κάπρον ζῶντα ἐκ τοῦ Ἐρυμανθίου ὄρους, ὅπου κατὰ τὰς βήσσας ἐνέμετο Λαμπείας τε καὶ Ἐρυμάνθου, ἦλθεν ὡς
5Ἰάσονα. Λάμπεια δὲ ὄρος Ἀρκαδίας, ἐξ ἧς Ἐρύμανθος ποταμὸς ἔχει τὰς πηγάς. b Λυγκήιον: ἀπὸ Λυγκέως τοῦ βασιλεύσαντος Ἄργους. ἐὰν δὲ Λυρκήιον, ἀπὸ ὄρους Ἄργους ἀκουστέον, ἀφ’ οὗ ὁ Ἴναχος καταφέρεται ποταμός.
10c τῖφος: ὁ κάθυγρος τόπος, ἔνθα διέτριβεν ὁ κάπρος. περὶ δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός (31 fg 24 J.) φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο. ἰλλόμενον δὲ δεδεμένον. διὰ δὲ τοῦ ἀπεθήκατο τοῦ βαστάζοντος ἐπιδείκνυται ἡ δύναμις, ὅτι εὐχερῶς.
15131 σὺν καί οἱ Ὕλας: οὗτος Ἡρακλέους ἐρώμενος, υἱὸς δὲ Θειοδάμαντος τοῦ Δρύοπος. καὶ Μνασέας (fg 10 M. III 151) μὲν οὕτως. Ἑλλάνικος (4 fg 131a J.) δὲ Θειομένη ἀντὶ Θειοδάμαντος ὀνομάζει. 132a 〈ἰῶν:〉 τῶν βελῶν. Lg
20b φύλακος: Ἰωνικῶς ὁ φύλαξ. Ἴωνες γὰρ τὰς γενικὰς ποιοῦ‐ σιν εὐθείας· τοῦ φύλακος ὁ φύλακος, τοῦ μάρτυρος ὁ μάρτυρος. τοῦ δὲ φύλακος ὀξυτονητέον τὴν πρώτην· Ἡρωδιανὸς (I 150, 3 L.) δὲ τὴν τελευταίαν ὀξύνει. φορεὺς δὲ ὁ φέρων. Lm(P)
133—38 Ναύπλιος υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης τῆς Δαναοῦ.18

19

οὗτος δὲ ἀπὸ τοῦ ἀρχαίου Ναυπλίου ἐστίν. Προίτου δὲ λέγει τοῦ Βελλεροφόντου ἐχθροῦ, ἀνδρὸς δὲ Ἀντείας· καὶ Ὅμηρος (Ζ 152 sqq.) οἶδεν. 139—44a Ἴδμων δ’ ὑστάτ〈ιοσ: Χαμαιλέων (fg 6 Koepke
5De Cham. peripatetico, Progr. gymn. Frider. Berol. 1856, 18) φησὶ τὸν Θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ τὸ ἔμπειρον εἶναι, ἄλλοι φασὶ καὶ Θέστορα συμπλεῦσαι τοῖς Ἀργοναύταις. τὸν Ἀμφιάραον δέ φησι συμπλεῦσαι Δηίοχος (fg 1 M. II 17). ὁ δὲ Ἴδμων, ὡς ἱστορεῖ Φερεκύδης (3 fg 108 J.), ἐγένετο παῖς Ἀστερίας τῆς Κορώνου καὶ
10Ἀπόλλωνος, οὗ καὶ Λαοθόης Θέστωρ· τοῦ δὲ Κάλχας. ἀναιρεῖται δὲ Ἴδμων ἐν Μαριανδυνίᾳ ὑπὸ κάπρου. ὅτι δὲ Ἄβαντος υἱὸς Ἴδμων, φησὶ καὶ Ἡρόδωρος (31 fg 44 J.). b 〈ὑστάτιος:〉 τῶν ἐξ Ἄργους ὕστατος. Lg c μὴ ὁ δῆμος μέμψηται αὐτοῦ τὸ κλέος. Lm(P)
15d Αἰολίδῃσιν: τοῖς υἱωνοῖς 〈Αἰόλου〉. Αἰόλου γὰρ τοῦ Ἕλληνος Κρηθεὺς καὶ Ἀθάμας, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ ὁ Ἰάσων. Ἄβας δὲ Μελάμποδος ἦν τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου. Lm(P) 146—49a καὶ μὴν Αἰτωλὶς κρα〈τερόν: εἰκότως αὐτὴν
20Αἰτωλίδα εἶπεν, ἐπεὶ Αἰτωλὸς ὁ Θέστιος. καὶ εἴρηκεν ἀπὸ τῆς χώρας, ὡς ἐάν τις τὸν Συρακόσιον Σικελὸν λέγῃ ἢ τὸν Ῥωμαῖον Ἰταλόν. ὁ δὲ Ἴβυκος (fg 41 B. III 249) αὐτὴν Πλευρωνίαν φησίν, Ἑλλάνικος (4 fg 119 J.) δὲ Καλυδωνίαν. ἡ δὲ Λήδα ἦν Θεστίου θυγάτηρ τοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς
25〈λέγουσι Δηιδά〉μειαν. Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς
ἐν Κορινθιακοῖς λέγει Εὔμηλος (fg 6 Kink. 191) καὶ Παντειδυίας μη‐19

20

τρός, ἱστορῶν ὅτι τῶν ἵππων ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίᾳ· ἣν ὕστερον γήμασθαι Θεστίῳ, ὥστε τὴν Λήδαν γόνῳ μὲν οὖσαν Γλαύκου λέγεσθαι Θεστίου. Φερεκύδης δὲ ἐν τῇ βʹ (3 fg 9 J.) ἐκ Λαοφόνης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν
5Θεστίῳ γενέσθαι φησίν. ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν (fg 8 B. III 17) αἰνίττεται, λέγων· ‘τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαι‐ ρα‘. φασὶ τὸν μὲν Πολυδεύκην Διός, τὸν δὲ Κάστορα Τυνδάρεω. τηλυγέτους δὲ νῦν ἀντὶ τοῦ ἀγαπητούς, Ὅμηρος δὲ τοὺς ἐν γήρᾳ γεννωμένους.
10b Αἰτωλὶς δὲ ἤτοι διὰ τὴν χώραν ἢ ἀπὸ Αἰτωλοῦ τοῦ ἥρωος. L 152 Ἀρήνηθεν: Φερεκύδης (3 fg 127 J.) τὴν μητέρα τῶν περὶ Ἴδαν Ἀρήνην φησίν, ἀφ’ ἧς ἡ πόλις, Πείσανδρος (16 fg 2 J.) Πολυδώραν, Θεόκριτος (XXII 206) Λαοκόωσαν. οὗτοι δὲ συνήκμασαν
15τοῖς Διοσκούροις. Ἀρήνη δὲ πόλις Πελοποννήσου πλησίον Πύλου· καὶ Ὅμηρος (Β 591)· ‘οἱ δὲ Πύλον τ’ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν‘. 156—60a σὺν δὲ Περικλύμενος: ὅτι Νηλέως παῖς Περι‐ κλύμενος, δῆλον. φησὶ γὰρ ὁ ποιητής (λ 286)· ‘Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τ’ ἀγέρωχον‘. τοῦτον δὲ ὡς ἔγγονον αὑτοῦ ὁ Ποσει‐
20δῶν—Νηλεὺς γὰρ Ποσειδῶνος—καὶ τοῖς ἄλλοις ἐκόσμησεν καὶ ἐχαρίσατο αὐτῷ εἰς πάντα μεταβάλλεσθαι, ὡς καὶ ὁ Εὐφορίων (fg 74
Scheidw.)· ‘ὅς ῥά τε πᾶσιν ἔικτο, θαλάσσιος ἠύτε Πρωτεύσ‘. ἀνῄρηκεν20

21

δὲ αὐτὸν Ἡρακλῆς εἰς μυῖαν μεταβληθέντα ἐν τῷ πρὸς Πυλίους πολέμῳ κατὰ συμβουλὴν Ἀθηνᾶς τῷ ῥοπάλῳ αὐτὸν πλήξας 〈...〉 ἐμπαγέντα ὥσπερ μέλισσαν τῷ κέντρῳ· Ἡσίοδος (fg 14 Rz.2) δὲ μεταβληθέντα εἴς τινα τῶν συνήθων μορφῶν ἐπικαθεσθῆναι τῷ ὀμφαλῷ τοῦ ζυγοῦ τῶν
5Ἡρακλέους ἵππων, βουλόμενον εἰς μάχην καταστῆναι τῷ ἥρωι, τὸν δὲ Ἡρακλέα καιρίως αὐτὸν κατατοξεῦσαι τῆς Ἀθηνᾶς ὑποδειξάσης. φησὶ δὲ οὕτως·
‘Περικλύμενόν τ’ ἀγέρωχον
ὄλβιον, ᾧ πόρε δῶρα Ποσειδάων Ἐνοσίχθων
10παντοῖ’· ἄλλοτε μὲν γὰρ ἐν ὀρνίθεσσι φάνεσκεν αἰετός, ἄλλοτε δ’ αὖτε πελέσκετο—θαῦμα ἰδέσθαι— μύρμηξ, ἄλλοτε δ’ αὖτε μελισσέων ἀγλαὰ φῦλα, ἄλλοτε δ’ αἰνὸς ὄφις καὶ ἀμείλιχος. εἶχε δὲ δῶρα παντοῖ’, οὐκ ὀνομαστά, τά μιν καὶ ἔπειτα δόλωσεν
15
βουλῇ Ἀθηναίησ‘. b 〈Πύλῳ:〉 ἀφ’ ἧς ἦν ὁ Νέστωρ, ἥτις ἐστὶ καὶ ἀμμώδης ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Νηλεὺς δὲ ἔσχεν παῖδας ἐκ μὲν Χλώριδος Νέστορα, Περικλύμενον, Χρόμιον, ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηίμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντι‐
20μένη, Εὐαγόραν ἤ, ὡς Ἀσκληπιάδης (12 fg 21 J.) φησίν, Ἀλάστορα. καὶ ὁ ποιητής (Λ 692)· ‘δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν‘. c 〈ξυνοχῇ:〉 τῇ συμβολῇ. Lg 161—63 οἳ Τεγέην: Τεγέα πόλις Ἀρκαδίας. κλῆρον δὲ
Ἀφειδάντειον〉 τὴν βασιλείαν τὴν Ἀφείδαντος. ὁ γὰρ Ἀλεὸς ἱστο‐21

22

ρεῖται Ἀφείδαντος υἱὸς εἶναι τοῦ Ἀρκάδος, ἀφ’ οὗ καὶ ἡ χώρα Ἀρκαδία. Ἀφείδας δὲ ὁ Ἀρκάδος, ἀρχαῖος ἥρως, ἐβασίλευσε Τεγέας. δύο δέ εἰσι Κηφεῖς, ὁ μὲν Ἀλεοῦ, οὗ μνημονεύει Ἀπολλώνιος, ὁ δὲ ἕτερος 〈...〉, οὗ μνημονεύει Ἑλλάνικος ἐν τῷ Περὶ Ἀρκαδίας (4 fg 37 J.).
5164 Ἀγκαῖος: Λυκούργου καὶ Ἀντινόης Ἀγκαῖος καὶ Ἔποχος. τιμᾶται δὲ ὁ Λυκοῦργος παρ’ Ἀρκάσιν, ὥς φησιν Ἀριστομένης (M. IV 336). μνημονεύει καὶ Ὅμηρος τούτου τοῦ Λυκούργου (Η 142—45)· ‘τὸν Λυκό‐ οργος—ὑποφθὰς δουρὶ μέσον περόνησε‘. καὶ ἄγεται Μώλεια ἑορτὴ παρὰ Ἀρκάσιν, ἐπειδὴ Λυκοῦργος λοχήσας κατὰ τὴν μάχην εἷλεν Ἐρευθα‐
10λίωνα· μῶλος δὲ ἡ μάχη. 168—70 βῆ δ’ ὅγε Μαιναλίης: Μαίναλος ὄρος Ἀρκαδίας καὶ πόλις, ἀπὸ Μαινάλου τοῦ Ἀρκάδος, οὗ πατὴρ Λυκάων. καλιῇ δὲ ἀντὶ τοῦ οἰκίᾳ, κυρίως δὲ ἡ ἐκ κάλων κατεσκευασμένη· κᾶλα δὲ τὰ ξύλα. ξυλίναις γὰρ ἐχρῶντο τὸ παλαιὸν οἰκίαις λιθ〈ίν〉ων μηδέπω ἐπινοηθέντων.
15172—73 βῆ δὲ καὶ Αὐγείης: οὗτος γόνῳ μὲν ἦν Ἡλίου, ἐπίκλησιν δὲ Φόρβαντος ἐκ τῆς Νηλέως Ὑρμίνης· οἱ δέ φασιν ἀπὸ τῆς Νυκτέως, οἱ δὲ αὐτὴν Ἐπειοῦ θυγατέρα εἶναι. δοκοῦσι δὲ ἀκτῖνες ἀπο‐ λάμπειν αὐτοῦ τῶν ὀφθαλμῶν. τούτου δὲ τῶν βοσκημάτων ὁ Ἡρακλῆς τὴν κόπρον ἐκάθηρεν.
20176 Ἀστέριος δέ: τὸν Ἀστερίωνα λέγει. ἀπὸ δὲ τοῦ Ὑπερ‐ ασίου βασιλέως τῆς Ἀχαίας πόλις Ὑπερασία. Ὅμηρος (Β 573)· ‘οἵ θ’ Ὑπερασίην‘.
177 Πελλήνης: ἡ Ἀχαϊκὴ Πελλήνη διὰ τοῦ ε, ἡ δὲ ἑτέρα ἡ τῆς22

23

Ἀρκαδίας διὰ τοῦ α γράφεται, Παλλήνη. Ἀχαιὶς δὲ μέρος τῆς Θεσσα‐ λίας, ἧς ἡ Πελλήνη. 179 Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς ἀπὸ Ταινάρου τοῦ Ποσειδῶνος.
5181 Εὐρώπη Τιτυοῦ τοῦ Ἐλάρης παιδός. οὗτος δὲ ἐν Ἅιδου τετιμώρηται διὰ τὸ εἰς Πυθῶνα στελλομένην κατασχεῖν τὴν Λητώ, ὡς καὶ Ὅμηρος (λ 576)· ‘Τιτυὸν Γαίης υἱόν‘. ὁ δὲ Εὐφορίων (fg 123 Scheidw.) Ἀρτέμιδός φησιν αὐτὸν ἧφθαι καὶ διὰ τοῦτο τιμωρεῖσθαι. 184 διερῇ πεφόρητο: διερὴ κυρίως ἡ ἐκ Διὸς γινομένη
10κάθυγρος γῆ, ἐξ οὗ καὶ διαίνω τὸ βρέχω. παρὰ δὲ τὸ Ὁμηρικόν (Υ 226—29)· ‘αἱ δ’ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν‘ καὶ τὰ ἑξῆς. 185—88a καὶ δ’ ἄλλω δύο παῖδε: ὁ μὲν ἦν υἱός, ὁ δὲ Ἐργῖνος ἀπόγονος· Ἀγκαῖος υἱὸς Ἀστυπαλαίας τῆς Φοίνικος καὶ Ποσει‐
15δῶνος, Ἐργῖνος δὲ Κλυμένου τοῦ Πρέσβωνος καὶ Βουζύγης τῆς Λύκου. ὁ δὲ Μίλητος, ἀφ’ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος, οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου· ἐκλήθη δὲ Μί‐ λητος, ὅτι ἐκρύβη ὑπὸ τῆς μητρὸς ἐν μίλακι. οἱ δέ φασιν ὑπὸ Σαρπη‐ δόνος τοῦ Διὸς Μίλητον κτισθῆναι, ὀνομασθεῖσαν ἀπὸ τῆς ἐν Κρήτῃ.
20ὀνομασθῆναι δὲ αὐτὴν πρῶτον λέγουσι Πιτυοῦσσαν, οἱ δὲ Ἀστερίαν, εἶτα
Ἀνακτορίαν, εἶτα Μίλητον. καὶ Ἀριστόκριτός (fg 1 M. IV 334) φησι,23

24

ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα, τὸν δὲ Κλέοχον ἀνελέσθαι καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον· τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος ἀναχωρῆσαι εἰς τὴν Σάμον, ἀφ’ οὗ καὶ τόπος ἐκεῖ Μίλητος.
5καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν ἔκτισε πόλιν, Μίλητον ἀφ’ ἑαυτοῦ καλέσας. μαρτυρεῖ Ἡρόδωρος (31 fg 45 J.). b 〈δ’ Ἰμβρασίης ἕδος Ἥρης Παρθενίην:〉 τὴν Σάμον φησίν. Ἴμβρασος γὰρ ποταμὸς Σάμου, ὃς μετεκλήθη Παρθένιος διὰ τὸ ἐκεῖ παρθένον ἔτι οὖσαν τετράφθαι τὴν Ἥραν. καὶ Καλλίμαχος (fg 213
10Schn.) μέμνηται. ὁ δὲ Ταρραῖος οὕτως (fg 10 Linnenkugel De Lu‐ cillo Tarrh., Diss. Monast. 1926, 92Παρθενία δὲ ἡ Σάμος ἀπὸ Παρθενίας τῆς Σάμου γυναικὸς ὠνομάσθη. Lm(P) c [Παρθενίης] Ἀγκαῖος: Ἀριστοτέλης (fg 530 Rose 1566a 13) φησὶ τιθεὶς ἐπὶ Ἀγκαίου τὴν παροιμίαν, ὅτι γέγονε φιλογέωργος
15Ἀγκαῖος καὶ πολλὰς ἐφύτευσεν ἀμπέλους. εἰπόντος δὲ αὐτῷ τοῦ θερά‐ ποντος, ὅτι θᾶττον ἀποθανεῖται ἢ πίεται ἐκ τῶν καρπῶν τῆς ἀμπέλου, Ἀγκαῖος ὡρίμου γενομένου τοῦ καρποῦ, τρίψας βότρυν ἐκάλεσε τὸν θε‐ ράποντα καὶ εἶπεν, ὡς ἔζησεν μέχρις οὗ καρποφορήσῃ ἡ ἄμπελος, καὶ ἔμελλε πίνειν. τοῦ δὲ θεράποντος εἰπόντος ‘πολλὰ μεταξὺ πέλει κύλικος
20καὶ χείλεος ἄκρου‘ διηγγέλη αὐτῷ τις σῦς διαλυμαινόμενος τὴν χώραν· ἐφ’ ὃν ἐκδραμὼν πρὶν πίῃ, ἀνῃρέθη ὑπ’ αὐτοῦ. διὸ ἐπεκράτησεν ἡ παρ‐ οιμία ἐπὶ τῶν παρὰ προσδοκίαν τι πασχόντων. καὶ Φερεκύδης ἐν τῇ ηʹ (3 fg 36 J.) φησὶ τὸν Ἀγκαῖον ὑπὸ τοῦ Καλυδωνίου συὸς πληγέντα τὸν μηρὸν ἀποθανεῖν.
25193 ἀλλά ἑ θῆσσα γυ〈νή: θῆσσα ἡ δούλη. Ἀθηναῖοι δὲ καὶ τοὺς24

25

πενιχροὺς θῆτας λέγουσιν ἀπὸ τοῦ θητεύειν ἐπὶ μισθῷ διὰ τὸ ἐνδεεῖς εἶναι τῶν ἐπιτηδείων· καὶ ὥσπερ τῷ Κρής παράκειται τὸ Κρῆσσα θη‐ λυκόν, οὕτω καὶ τῷ θής θῆσσα. 194 〈κοσμήτορα:〉 ἀντὶ τοῦ καθηγητήν. Lg
5195a 〈δ’ ἔτι κουρίζων:〉 οὕτως ἀκμάζων ἔτι. Lg b τὸ δὲ κουρίζων ἐνταῦθα ἀντὶ τοῦ κοῦρος ὤν, ἀλλαχοῦ δὲ καὶ ἀντὶ τοῦ κούρους τρέφων. P 196 〈τοῦ δ’:〉 τοῦ Μελεάγρου. Lg 198 〈λυκάβαντα:〉 ἐνιαυτόν. Lg
10199/201a μήτρως: Ἀλθαία καὶ Ἴφικλος ἀδελφοὶ ἐκ Δηιδαμείας τῆς Περιήρους. Lm(P) b Θεστιάδης Ἴφικλος: κασίγνητος Τοξέως καὶ Πληξίππου καὶ Ἀλθαίας τῆς Μελεάγρου μητρός. μήτρως οὖν ὁ Ἴφικλος Μελεάγρου [ἐκ τῆς Ἐφύρης ἵκανεν]. H
15202 Ὠλενίοιο: Ὤλενοι δύο, τῆς Ἀχαΐας 〈καὶ〉 τῆς Αἰτωλίας. Ὅμηρος (Β 639)· ‘οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον‘. 204a σιφλός: ἀντὶ τοῦ κεκακωμένος· οἱ δὲ τὸν κακόποδα καὶ ἐπιμωμητὸν ἀπέδοσαν. σίφλος δὲ ὁ μῶμος. b 〈σιφλός:〉 χωλός. Sg
20205 〈ὅ:〉 ἀντὶ τοῦ διό. Lg 207—09a ἐκ δ’ ἄρα Φωκή〈ων: οἱ Φωκεῖς ἐκλήθησαν ἀπὸ Φώκου τοῦ Αἰακοῦ. τὸν δὲ Ἴφιτον γενεαλογοῦσι Ναυβόλου καὶ Περι‐ νείκης τῆς Ἱππομάχου. ἡ δὲ Πυθὼ πόλις Φωκίδος, ἔνθα τὸ μαντεῖον, ἀπὸ τοῦ πυνθάνεσθαι τῶν μαντειῶν οὕτω κληθεῖσα ἢ ἀπὸ τοῦ ἐκεῖσε
25σεσῆφθαι τὸν δράκοντα.25

26

b 〈ξεῖνος:〉 τοῦ Ἰάσονος φίλος ἦν. Lg 211—15a. 〈Ζήτης:〉 ὄνομα κύριον. Lg b 〈Κάλαϊς:〉 ὄνομα κύριον. Lg c Ζήτης καὶ Κάλαϊς: τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι
5τοῖς Ἀργοναύταις φασίν. οἱ μὲν γὰρ ἐκ Θρᾴκης ὡς Ἀπολλώνιος, Ἡρό‐ δωρος (31 fg 46 J.) δὲ ἐκ Δαυλίδος, Δοῦρις (76 fg 86 J.) δὲ ἐξ Ὑπερβορέων. καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος (fg 7 B. II 290). Φανόδικος δὲ ἐν αʹ Δηλιακῶν (fg 1 M. IV 473) ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν. τὴν δὲ Ὠρείθυιαν Σιμωνίδης (fg 3
10B. III 382) ἀπὸ Βριλησσοῦ φησιν ἁρπαγεῖσαν ἐπὶ τὴν Σαρπηδονίαν πέτραν τῆς Θρᾴκης ἐνεχθῆναι· ἔστι γὰρ καὶ τῆς Κιλικίας ὁμώνυμος, ὡς Καλλισθένης (124 fg 39 J.) Στησίχορος δὲ ἐν τῇ Γηρυονίδι (fg 10 B. III 210) καὶ νῆσόν τινα ἐν τῷ Ἀτλαντικῷ πελάγει Σαρπηδονίαν φησί. περὶ δὲ τῆς Θρᾳκίας Σαρπηδονίας πέτρας, ὅτι πρὸς τῷ Αἵμῳ ὄρει ἐστί, Φερε‐
15κύδης (3 fg 145 J.) φησί, περὶ τῆς ἁρπαγῆς ἱστορῶν τῆς Ὠρειθυίας. Χοιρίλος (fg 5 Kink.) δὲ ἁρπασθῆναί φησιν αὐτὴν ἄνθη ἀμέργουσαν ὑπὸ τὰς τοῦ Κηφισοῦ πηγάς. Ἡραγόρας δὲ ἐν τοῖς Μεγαρικοῖς (fg 4 M. IV 427) τὸν τὴν Ὠρείθυιαν ἁρπάσαντα Βορέαν υἱὸν Στρυμόνος φησίν, οὐχὶ δὲ τὸν ἄνεμον. ἡ δὲ Ὠρείθυια Ἐρεχθέως θυγάτηρ, ἣν ἐξ
20Ἀττικῆς ἁρπάσας ὁ Βορέας ἤγαγεν εἰς Θρᾴκην, κἀκεῖσε συνελθὼν ἔτεκε Ζήτην καὶ Κάλαϊν, ὡς Σιμωνίδης ἐν τῇ Ναυμαχίᾳ (v. supra). 〈...〉 Φινεὺς δὲ Κλεοπάτραν τὴν Ὠρειθυίας πρώτην ἔγημεν, μετὰ ταῦτα δὲ Ἰδαίαν τὴν Δαρδάνου, ἥτις ἀπεχθῶς ἔχουσα πρὸς τοὺς προγόνους, λέγω δὴ πρὸς τοὺς ἀπὸ Κλεοπάτρας υἱούς, ἐπειρᾶτο τυφλῶσαι αὐτούς. οἱ δέ,
25ὅτι ὁ πατὴρ ἐτύφλωσεν αὐτοὺς διαβαλούσης τῆς μητρυιᾶς πρὸς αὐτόν.26

27

d Κεκροπίηθεν: 〈...〉 Κρέουσα, Ὠρείθυια, Πρόκρις· Ὠρει‐ θυίας δὲ Χιόνη, Χθονία, Κλεοπάτρα, Ζήτης καὶ Κάλαϊς. ὁ δὲ Βορέας ἰδὼν παίζουσαν Ὠρείθυιαν πρὸς τῷ Ἰλισσῷ ἠράσθη· αὐτῆς· ἐξ ἧς οὗτοι. e Κεκροπίηθεν: ἡ ἀκρόπολις τῆς Ἀττικῆς Κεκροπία ἐκαλεῖτο
5τὸ πρότερον. Lm (P) f 〈Ἰλισσοῦ:〉 ποταμὸς Ἀττικῆς. Lg 216—17a Σαρπηδονίην ὅθι πέ〈τρην: πόλις τῆς Ἀστι‐ κῆς ἀπὸ Σαρπηδόνος τοῦ τῆς Θρᾴκης βασιλέως, ἀδελφοῦ Πόλτυος. 〈ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο:〉 τοῦτο δὲ προσέθηκεν, ἐπὶ
10καὶ ἑτέρα ἐστὶ Σαρπηδονία πέτρα τῆς Κιλικίας. b 〈Ἐργίνοιο:〉 ποταμὸς Θρᾴκης. Lg 218 λυγαίοις: σκοτεινοῖς, κατὰ μετωνυμίαν· λύγος γὰρ τὸ σκότος ἀπὸ τοῦ λύγου τοῦ φυτοῦ, ὅπερ ἐστὶ πυκνὸν καὶ δασύ. LmP 219—20 π’ ἀκροτάτοισι ποδ〈ῶν: τοῖς σφυροῖς ἢ τοῖς
15ἀστραγάλοις. ἐρεμνὰς δὲ ἤτοι κατὰ συγκοπὴν τὰς ἐρεβεννάς, τουτέστι [καταπληκτικὰς] σκοτεινὰς κυρίως, ἐξ οὗ μελαίνας. ὁ δὲ λόγος· ἔσειον μελαίνας πτέρυγας κινούμενοι, καταπληκτικὰς τῷ ἰδέσθαι. 221—22 φολίδεσσι: ταῖς στίξεσι, τοῖς ποικίλμασι τῶν πτερῶν. 〈κράατοσ〉 ὑπάτοιο δὲ ἄκρας κεφαλῆς.
20224—26a οὐδὲ μὲν οὐδ’ αὐτοῖο πά〈ισ: Ἄκαστος Πελίου
υἱὸς ἔγημεν Κρηθηίδα ἤ, ὥς τινες, Ἱππολύτην. ἡ δὲ Πηλέως ἐρασθεῖσα27

28

ἀπῄτει συνελθεῖν. ὡς δὲ ἀπετύγχανεν, προβαλοῦσα τὸν Πηλέα τῷ ἀνδρὶ κατηγόρει, ὅτι ἤθελεν αὐτῇ συνελθεῖν. ὁ δὲ δεξάμενος τὸν Πηλέα ὡς ἐπὶ θήραν εἰς τὸ Πήλιον κατέλειψεν ἄοπλον, ἵνα ὑπὸ θηρίων διαφθαρῇ. ἐπιστὰς δὲ Ἑρμῆς ἤ, ὥς τινες, Χείρων ἔδωκεν αὐτῷ ἡφαιστότευκτον
5μάχαιραν. καὶ τὰ ἐπιτυγχάνοντα θηρία ἀναιρῶν ἦλθεν εἰς τὴν πόλιν καὶ ἀνεῖλεν Ἄκαστον αὐτόν 〈τε〉 καὶ τὴν τοῦ Ἀκάστου γυναῖκα. εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός· Δημάγητος δέ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως
10ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν, καὶ πιστὸν ἔχων τὸν τέκτονα Ἄκαστος ἐπέβη. b Ἄργος τε θεᾶς ὑπ〈οεργόσ: διὰ τὸ τὴν Ἀργὼ κατα‐ σκευάσαι Ἀθηνᾶς προνοίᾳ. διὰ τοῦτο ὁ ποιητής φησιν (Ι 19) Ἀθηνᾶς ὑποθημοσύνῃσι γενέσθαι αὐτήν.
15228 〈συμμήστορες:〉 σύμβουλοι. Lg 230—33a ἀντὶ τοῦ γὰρ ὁ ἐπε. Lg b ἐπεὶ Μινύαο θυγα〈τρῶν: ὁ γὰρ Μινύας πολλὰς εἶχεν θυγατέρας. καὶ γὰρ ὁ Ἰάσων Ἀλκιμέδης ἐστὶ τῆς Κλυμένης τῆς Μινύου θυγατρός. Στησίχορος (fg 54 B. III 225) δὲ Ἐτεοκλυμένης φησίν,
20Φερεκύδης (3 fg 104 b J.) δὲ Ἀλκιμέδης τῆς Φυλάκου. Ἰσονόης δὲ τῆς Δαναοῦ καὶ Διὸς γίνεται Ὀρχομενός, ἀφ’ οὗ καὶ ἡ πόλις Ὀρχο‐ μενὸς καλεῖται· Ὀρχομενοῦ δὲ καὶ Ἑρμίππης τῆς Βοιωτοῦ γίνεται Μι‐
νύας—ἐπίκλησιν, φύσει δὲ Ποσειδῶνος—, ὃς ᾤκει ἐν Ὀρχομενῷ, ἀφ’ οὗ ὁ28

29

λαὸς Μινύαι ἐκλήθησαν· ἐκ δὲ Μινύου καὶ Κλυτοδώρας γίνεται Πρέσβων καὶ Περικλυμένη καὶ Ἐτεοκλυμένη, ἐκ δὲ Φανοσύρας τῆς Παιῶνος καὶ Μι‐ νύου Ὀρχομενὸς καὶ Διοχθώνδης καὶ Ἀθάμας. ὁ δὲ Σκήψιος Δημήτριός (fg 51 Gaede) φησι τοὺς τὴν Ἰωλκὸν οἰκοῦντας Μινύας προσαγορεύεσθαι.
5238 Παγασαί: ἀκρωτήριον Μαγνησίας· ὠνομάσθη δὲ ἀπὸ τοῦ ἐκεῖ πεπῆχθαι τὴν Ἀργώ. ὁ δὲ Σκήψιος (Demetrii Scepsii fg 52 Gaede) ἀπὸ τοῦ πηγαῖς περιρρέεσθαι τοὺς τόπους. ἔστι δὲ καὶ Παγασαίου Ἀπόλλωνος ἱερόν. 240 ἀστέρες ὣς νεφέ〈εσσι: πρὸς τὸ γένος καὶ τὴν τύχην
10καὶ τὴν ἀνδρίαν ἀπιδών, ἀστέρας μὲν τοὺς ἥρωάς φησι, νεφέλας δὲ τοὺς δημοτικοὺς ὄχλους. 242—43 πόθι τόσσον ὅμιλον: οὐχ ὑγιῶς τὸ πόθι· ἔστι γὰρ τοῦ ἐν τόπῳ δηλωτικόν. ἔδει οὖν ποῖ εἰπεῖν. τὸ δὲ ἔκτοθι βάλλει ἀντὶ τοῦ ἀποστέλλει. Παναχαιίδα δὲ τὴν Θεσσαλίαν φησίν,
15ὅτι αὕτη πρώτη ἐκλήθη Ἀχαία ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου. 244 πυρὶ δῃώσειαν: συμφλέξειαν, καταπολεμήσειαν, καταστρέ‐ ψειαν. δόμους δὲ τὴν χώραν, τὴν γῆν, συνεκδοχικῶς. 246a ἀλλ’ οὐ φυκτὰ κέλ〈ευθα: ἀλλ’ οὐκ ἐκφεύξιμος αὐτοῖς ἡ ὁδός, κατ’ ἀνάγκην γάρ ἐστιν· οὐδὲ ἄπρακτος ὁ ἆθλος, ἀνύσουσι
20γὰρ ῥᾳδίως, οἷον εὐκατόρθωτος· [ἢ οὕτως] ὥστε εἶναι τὸν λόγον· ἀλλ’ οὐχ ὑποφεύξιμα, οἷον ἀδύνατον ἦν αὐτοῖς μὴ ἐπιτελέσαι τὴν ἐπιταγήν, 〈...〉. b πόνος δ’ ἄπρηκτος ἰοῦσιν: κατὰ κοινοῦ τὸ οὐ, ἵνα ᾖ· ἀλλ’ οὐ φυκτὰ κέλευθα οὐδὲ ὁ πόνος ἄπρακτος, πρὸς τὸ αὐτῆμαρ δὲ δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω ὅτε μή σφιν
25ἑκὼν δέρος ἐγγυαλίξῃ. οἱ δὲ οὕτως· 〈οὐ φυκτά〉 οὐκ εὔπλοα
〈καὶ〉 ἄπρηκτος δύσπρακτος, δυσεργής, δυσκατόρθωτος.29

30

247—49a 〈αἱ δὲ γυναῖκες:〉 καὶ τοῦτο ὡς πρὸς γυναικείαν φύσιν. ἄγαν θαυμαστῶς πρὸς τὰς φύσεις καὶ τοὺς λόγους ἀμφοτέροις ἀνέπλασεν. τοῖς μὲν γὰρ ἀνδράσιν, ἐπεὶ θρασυτέρα ἡ φύσις, ἄνυσιν καὶ τέλος τῶν μελλόντων εἰσάγει, ταῖς δὲ γυναιξίν, ἐπεὶ ἀσθενέστεραι, εὐχὰς
5καὶ ἱκεσίας ποιεῖ. τοιαῦται γὰρ ἐπὶ τῶν μεγάλων καὶ φοβερῶν πραγμάτων αἱ γυναῖκες. b νόστοιο τέλος θυμηδές: θυμῆρες. 251—52 δειλὴ Ἀλκιμέδη: ἐπίπονε. ὁ δὲ νοῦς· εἰ καὶ ὀψέ, ὅμως δ’ οὖν ἦλθε καὶ σοὶ κακόν, Ἀλκιμέδη. λείπει δὲ ἡ διὰ πρόθεσις·
10καὶ οὐ διετέλεσας λαμπρῶς τὸν βίον, αὐχοῦσα ἐπὶ τοιούτῳ υἱῷ. 254—55a 〈εἰ τὸ πάροιθεν:〉 [ἦ τέ οἱ ἦεν] πρὸ τοῦ τὸν ἆθλον ἐπιστῆναι. κακῶν δὲ ἤτοι τῶν ἰδίων ἢ τῶν μελλόντων ἐπι‐ τελεῖσθαι τοῖς Ἀργοναύταις. b κτερέεσσιν: ἐνταφίοις. Lg(P)
15256—59 ὡς ὄφελεν καὶ Φρίξον: λέγεται γάρ, ὅτι τῆς Ἕλλης καταπεσούσης ἀγωνιῶντι τῷ Φρίξῳ κατὰ Διὸς βούλησιν ἐφθέγξατο θαρ‐ σύνων αὐτὸν ὁ κριὸς διασώσειν αὐτὸν εἰς τὴν Σκυθίαν. τοῦτο δὲ αὐτὸ τῇ Ἀλκιμέδῃ ἔμελλε κακὸν γενέσθαι τοῦ υἱοῦ ἐκεῖσε στελλομένου. ἡ δὲ ἱστορία κεῖται παρὰ Ἑκαταίῳ (1 fg 17 J.), ὅτι ὁ κριὸς ἐλάλησεν. ἔνιοι
20δέ φασιν αὐτὸν ἐπὶ κριοπρώρου σκάφους πλεῦσαι. Διονύσιος δὲ ἐν βʹ (32 fg 2b J.) Κριόν φησι Φρίξου τροφέα γενέσθαι καὶ συμπεπλευκέναι αὐτῷ εἰς Κόλχους· διὸ καὶ μεμυθεῦσθαι τὰ περὶ τῆς τοῦ κριοῦ θυσίας αὐτόθι. 260 ἐπὶ προμολῇσι: 〈ἐπὶ〉 τῇ ἐξόδῳ τῶν ἀριστέων· ἀπὸ τοῦ
25εἰς τοὔμπροσθεν μολεῖν. ἐντεῦθεν καὶ τὰς πρώτας προβάσεις τῶν ὀρῶν προμολὰς λέγουσι. 262—63a 〈βεβολημένη:〉 λύπῃ βλαβεῖσα ἢ δυσθυμοῦσα. Lg
b ὀξὺ δ’ ἑκάστην: μετενήνεκται ἀπὸ τῶν κατὰ τὴν ἁφήν, ὡς30

31

παρ’ Ὁμήρῳ (Λ 269)· ‘ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξύ‘. ἄχος δέ ἐστι σύγχυσις ψυχῆς, λύπη ἐπιτεταμένη· σαφὲς δὲ ἐκ τοῦ λέγειν τὸν ποιητήν (ο 358)· ‘ἡ δ’ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο‘. 264 ἐντυπὰς ἐν λεχ〈έεσσιν: ἄγαν περιεσφιγμένος, ὡς
5πάντα τὰ μέλη ἐκτυποῦσθαι ἐκ τῆς σφίγξεως. ἐντυπὰς δὲ λέγεται καὶ ὁ περιβεβλημένος κατὰ τῆς ὄψεως οὕτως ὡς καὶ τὸν τύπον διὰ τοῦ ἱματίου θεωρεῖσθαι. 265 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή· ἡ γὰρ ἔπειτα φωνὴ τῷ δή ἰσο‐ δυναμεῖ νῦν. Lg
10266 νῦν λέγει τὴν αἰτίαν, δι’ ἣν οἱ δοῦλοι συνηθροίζοντο. Lg 267 κατηφέες: κατάστυγνοι διὰ τὴν λύπην. τὸ δὲ ἠείροντο παθητικὸν ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἤειρον. 268 〈ἐπεχεύατο:〉 ἀντὶ τοῦ ἐπέθηκεν, ἐπέβαλεν. Lg 269—72a ἀδινώτερον: ὅμοιον τὸ σχῆμα τῷ ‘μελάντερον ἠύτε
15πίσσα‘ (Δ 277)· τὸ γὰρ συγκριτικὸν ἔλαβεν ἀντὶ τοῦ ἀπολελυμένου. b ἠύτε κούρη: ἀκαταλλήλως τὴν παραβολὴν τέθεικεν· ὑπο‐ τίθεται γὰρ γραῦν μὲν τὸν Ἰάσονα, κόρην δὲ τὴν μητέρα· ἔδει δέ, φασί, κατὰ τὸ ἐναντίον ταῦτα τάξαι. ἀλλ’ ἐροῦμεν, ὅτι προσφόρως ὑπόκειται ὁ Ἰάσων οὐ κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ τὴν γηροκομίαν τῆς μητρός
20—καὶ γὰρ ἡ γραῦς τὴν κόρην ἀνατρέφει—, ὡς ἡ μήτηρ πρός τε τὸ ἀφερέπονον διὰ τὴν ἡλικίαν—καὶ γὰρ τὸ γῆρας καὶ ἡ βραχεῖα ἡλικία παρεοίκας—καὶ πρὸς τὸ χρῄζειν τῆς τρεφούσης. μητρυιὰ δὲ ὥσπερ
ἀπηνὴς ἐπικειμένη ἐστὶν ὁ Πελίας. τὸ δὲ κηδεμονῆες ἀπὸ τοῦ κηδε‐31

32

μόνες παρῆκται. οὕτω δὲ λέγονται οἱ κατὰ γάμον οἰκεῖοι, οἱ κηδεσταὶ καὶ κηδόμενοι. c 〈οἰόθεν:〉 ἀντὶ τοῦ οἴη. Lg d 〈πολιήν:〉 γραῦν. Lg
5e 〈μύρεται:〉 κλαίει, θρηνεῖ. Lg f 〈ᾗ οὐκ εἰσὶν ἔτ’ ἄλλοι:〉 τοῦτο καὶ πρὸς τὴν Ἀλκιμέδην, ᾗ οὐκ εἰσὶν ἄλλοι παῖδες. Lm g 〈ὑπὸ μητρυιῇ〉 βίοτον βαρὺν 〈ἡγηλάζει: λείπει τὸ οὖσα· ὑπὸ μητρυιᾷ οὖσα κακὴν ζωὴν διάγει. τίθεται γὰρ τὸ βίοτος
10καὶ ἐπὶ τῆς ζωῆς ὡς νῦν καὶ ἐπὶ τοῦ πλούτου. τὸ δὲ ἡγηλάζει καὶ ἠλάσκει κατὰ τοῦ αὐτοῦ πράγματος κεῖται· δηλοῖ δὲ τὸ ἐπὶ τῷ αὐτῷ τόπῳ διατρίβειν καὶ ἐνέχεσθαι καὶ ἐν [τῷ] αὐτῷ ἀναστρέφεσθαι. ἐπὶ γὰρ τῶν μυιῶν φησιν Ὅμηρος (Β 470)· ‘αἵτε κατὰ σταθμὸν ποιμνήιον ἠλάσκουσι‘ καί (ι 457)· ‘ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει‘.
15273a 〈νέον:〉 νεωστί. Lg b 〈ἐστυφέλιξεν:〉 ἀντὶ τοῦ καθήψατο, ἐλύπησεν. Lg 275a ἐκφλύξαι: ἀντὶ τοῦ εἰπεῖν. φλύζειν δὲ κυρίως τοὺς λέ‐ βητάς φαμεν καιομένους ἀναβάλλειν τῇ θερμότητι τὸ ὕδωρ. περισπᾶται δὲ τὸ ὀρεχθεῖν ὡς ποιεῖν· ἔστι δὲ μίμημα φωνῆς ἀνάρθρου. Ὅμηρος
20(Ψ 30)· ‘πολλοὶ μὲν βόες ὀρέχθεον‘. δεῖ δὲ μᾶλλον ἀκούεσθαι ἐπὶ τοῦ στένειν. b 〈ὀρεχθεῖ:〉 τραχύνεται. καὶ Ὅμηρος (ε 83)· ‘ἐν ἄλγεσι θυμὸν ὀρεχθῶν. Lm (P) c. ἔοικε δὲ τὸ μὲν διὰ τοῦ ο περισπώμενον εἶναι, ὀρεχθῶ, τὸ δὲ διὰ τοῦ ε βαρύτονον [ὄν], ἐρέχθω. P
25277 〈κηδοσύνῃσιν:〉 ταῖς λύπαις ἐνεχομένη. Lm 278a 〈ἐξειπόντος:〉 περιττὴ ἡ ἔξ. Lg b 〈ἄκουσα:〉 Ἰωνικῶς. Lg
280 〈κηδέων:〉 τῶν λυπῶν. Lg32

33

283a ἄλλα δὲ πάντα θρεπτή〈ρια: τὰ μὲν ἄλλα πάντα 〈θρεπτήρια〉—ἀντὶ τῶν τροφείων—παρὰ σοῦ ἔχω, λοιπὸν δὲ ἐπε‐ θύμουν παρὰ σοῦ περισταλῆναι. L b τὸ δὲ πέσσειν ἀντὶ τοῦ ἔχειν. P
5284a Ἀχαιιάδεσσι: ταῖς Θεσσαλαῖς, ἀπὸ Ἀχαιοῦ τοῦ Φθίου. Ὅμηρος (Β 684)· ‘Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί‘. L b 〈ἀγητή:〉 διὰ τὴν σὴν παρουσίαν. Lg 285—86a δμωὶς ὅπως: ἐν τῇ προεκδόσει κεῖται· ‘βείομαι οὐλο‐ μένοισιν ὀιζυρὴ ἀχέεσσιν‘ καὶ τὰ ἑξῆς ‘σεῖο πόθῳ φίλε κοῦρε δυσάμμοροσ‘.
10b 〈σεῖο πόθῳ:〉 διὰ τὴν σὴν ἀπουσίαν. Lg 287 ᾧ ἔπι μούν: ἄρρενι μόνῳ. εἶχεν γὰρ ἀδελφὴν Ἱππο‐ λύτην, ὥς φησιν Ἴβυκος (fg 39 B. III 249). 288 μίτρην πρῶτον ἔλυ〈σα: λύουσι γὰρ τὰς Ζώνας αἱ πρώτως τίκτουσαι καὶ ἀνατιθέασιν Ἀρτέμιδι· ὅθεν καὶ Λυσιζώνου Ἀρτέ‐
15μιδος ἱερὸν ἐν Ἀθήναις. 292 κινύρετο: ἐθρήνει. κυρίως δὲ κινύρεσθαί ἐστιν ἐπὶ βοὸς καὶ εἴρηται παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν παρὰ Ἀπολλοδώρῳ (244 fg 277 J.) ταύτην, ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, μετέθηκε τὴν εὕρεσιν
20τῆς ἐτυμολογίας. 293a 〈ἐπισταδόν:〉 ἐφεστηκυῖαι. Lg b 〈τήν γε:〉 τὴν μητέρα. Lg 294 〈παρηγορέων:〉 παραμυθούμενος. Lg 296a ὧδε λίην: πάνυ τετηρημένως. ἀδύνατον γὰρ μητέρα εἰς
25τοσοῦτον κίνδυνον ἐξιόντος παιδὸς μὴ κλαίειν.33

34

b 〈ἐπεὶ οὐ μέν:〉 πρὸς τὸ παρ’ Ὁμήρῳ (Ω 524)· ‘οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο‘. Lm(P) 297a ἀλλ’ ἔτι κεν: παρὰ τὸ Ὁμηρικὸν καὶ τοῦτο (Ω 551)· ‘πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα‘. Lm(P)
5b ἄροιο: λάβοις. ὅθεν καὶ τὸν Ἄρη τινὲς ἐτυμολογοῦσιν, ἀπὸ τοῦ λαμβάνειν καὶ ἀφελέσθαι ἐν πολέμῳ. ὁ δὲ λόγος· ἐπὶ κακῷ κακὸν ἀποίσῃ. 298 〈ἀίδηλα:〉 ἀπροόρατα. Lg 299 ἀνιάζουσά περ ἔμπ〈ησ: ὅτι ὁ πὲρ σύνδεσμος τίθεται
10πολλάκις ἀντὶ τοῦ γὲ καὶ δή. ‘μήδ’ οὕτως ἀγαθός περ ἐών‘ (Α 131) οὕτως Ἀρίσταρχος ἀπέδωκεν ‘ἀγαθὸς δὴ ὤν‘· καί ‘φυγόντι περ αἰπὺν ὄλεθρον‘ (ρ 47) ‘φυγόντι δή‘. ἢ τὸ ἑξῆς οὕτως· τῶν μοῖραν καίπερ κατὰ θυμὸν ἀνιάζουσα ὅμως τλῆθι φέρειν. 300 〈συνημοσύνῃσιν:〉 συνθήκαις, συμβουλαῖς. Lg
15302a 〈ἔχρη:〉 ὡς τὸ ἔφη καὶ ἔχρη. Lg b ἔχρη: ἀντὶ τοῦ· ἐχρησμῴδησε περὶ τῆς ναυτιλίας. c ἀτὰρ μετέπειτά γε: ἐπὶ δὲ τοῖς προειρημένοις, τῇ τε Ἀθηνᾷ καὶ ταῖς θεοπροπίαις, ἔτι θάρσει καὶ ἐπὶ τῇ τῶν ἀριστέων ἀρωγῇ τουτέστι βοηθείᾳ. L
20303 ἀλλὰ σὺ μὲν νῦν αὖθ〈ι: παρὰ τὸ Ὁμηρικόν (φ 350)· ‘ἀλλ’ εἰς οἶκον ἰοῦσα‘. 304 μὴ δ’ ὄρνις ἀεικελ〈ίη: πάλιν παρὰ τὸ Ὁμηρικόν (Ω 218 sq.)· ‘μηδέ μοι αὐτὴ ὄρνισ‘ [ἀεικελίη]. 305 κεῖσε δ’ ὁμαρτήσουσιν ἔται: ἐπὶ Σκυθίαν συνελεύ‐
25σονται. καὶ τὸ ὁμοῦ τυχεῖν ὁμαρτεῖν φασιν. ἔται δὲ ἀντὶ τοῦ
ἑταῖροι. [οὐκ] ἔστι δὲ συνώνυμος ἡ λέξις, κατὰ ἀποκοπὴν δὲ ἐξενή‐34

35

νεκται. πρῶτος δὲ Ὅμηρος κέχρηται λέγων (Π 456) ‘κασίγνητοί τε ἔται τε‘. διὸ καὶ κατὰ τὸ πλεῖστον ἐκ πλήρους ἐκφέρεται (ε 141)· ‘οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι‘. 306 προτέρωσε: ἀντὶ τοῦ εἰς τοὔμπροσθεν· ‘οὐδ’ ἄρα μοι
5προτέρω νῆες κίον‘ (ι 64). 307 οἷος δ’ ἐκ νη〈οῖο: οἰκεία ἡ παραβολή· ὅ τε γὰρ Ἰάσων νέος καὶ ὁ Ἀπόλλων νέος. L 308a Δῆλος μία τῶν Κυκλάδων νήσων, ἱερὰ Ἀπόλλωνος, ἣ πρὶν μὲν ἄδηλος, ὕστερον δὲ Ἀστερία διὰ τὸ σχῆμα, πάλιν δὲ Ὀρτυγία ἀπὸ
10τῆς ἀδελφῆς τῆς Λητοῦς. b ἠὲ Κλάρον: τόπος τῆς Κολοφῶνος ἀνιερωμένος Ἀπόλλωνι καὶ χρηστήριον ἔχων τοῦ θεοῦ, ὑπὸ Μαντοῦς τῆς Τειρεσίου θυγατρὸς καθι‐ δρυμένον ἢ ὑπὸ Κλάρου τινὸς ἥρωος, ὡς Θεόπομπος (115 fg 346 J.). Νεάνθης (84 fg 42 J.) δέ φησιν, ὅτι κατὰ κλῆρον ὁ Ἀπόλλων ἔλαχε
15τὴν πόλιν καὶ ἀπὸ τοῦ κλήρου οὕτως αὐτὴν ὠνομάσθαι· ἢ διὰ τὸ αὐτόθι κληρώσασθαι Ποσειδῶνα Δία Ἅιδην. οἱ δὲ τὴν Θηβαΐδα γεγρα‐ φότες (Epigon. fg 4 Kink.) φασίν, ὅτι ὑπὸ τῶν Ἐπιγόνων ἀκροθίνιον ἀνετέθη Μαντὼ ἡ Τειρεσίου θυγάτηρ εἰς Δελφοὺς πεμφθεῖσα, καὶ κατὰ χρησμὸν Ἀπόλλωνος ἐξερχομένη περιέπεσε Ῥακίῳ τῷ Λέβητος υἱῷ Μυκη‐
20ναίῳ τὸ γένος. καὶ γημαμένη αὐτῷ—τοῦτο γὰρ περιεῖχε τὸ λόγιον, γαμεῖσθαι ᾧ ἂν συναντήσῃ—ἐλθοῦσα εἰς Κολοφῶνα καὶ ἐκεῖ δυσθυ‐ μήσασα ἐδάκρυσε διὰ τὴν τῆς πατρίδος πόρθησιν. διόπερ ὠνομάσθη
Κλάρος ἀπὸ τῶν δακρύων. ἐποίησεν δὲ Ἀπόλλωνι ἱερόν. λέγεται δὲ καὶ35

36

κρήνην ἀναβλύσαι ἀπὸ τῶν δακρύων Μαντοῦς κατὰ Κλάρον. ὁ δὲ Ῥάκιος οὕτως ὠνομάζετο διὰ τὴν πενιχρότητα καὶ κακοειμονίαν. 〈ὀνομάζεται δὲ καὶ Λάκιος·〉 συγγενὲς γὰρ τὸ λ τῷ ρ, ὡς ὑδρηλοὶ (ι 133) ἀντὶ τοῦ ὑδρηροί. 311—12a 〈κεκλομένων:〉 πάντων ὁμοῦ κελευομένων καὶ ἐπευ‐
5φημούντων. Lm b τῷ δὲ ξύμβλητο: τοῦτο σύμβολον πρὸς τὸ καταγωνίσασθαι τὸν ἆθλον, ὅτι τε πρεσβυτέρα καὶ ὅτι ἱέρεια. c ξύμβλητο: συνήντησεν. Lg(P) d πολιηόχου: τῆς φυλασσούσης τὰς πόλεις. L
10e ἐν δὲ τῷ πολιήοχος ἐπεντέθη τὸ η. P f ἀρήτειρα: ἱέρεια. 313—14a καί μιν δεξιτερῆς: γράφεται καὶ οὕτως 〈χειρὸς κύρεν〉, ἵν’ ᾖ· καὶ αὐτοῦ τῆς δεξιᾶς χειρὸς ἔθιγεν. L b οὐδέ τι φάσθαι: προσληπτέον τὸν καί· ὅμως δὲ καὶ λαλῆσαι
15προθυμουμένη οὐκ ἔφθασε. τὸ γὰρ ἔμπης νῦν ἀντὶ τοῦ ὅμως. L 319 〈δειδέχατ’:〉 ἐδεξιοῦντο ἢ προσεδέχοντο. Lg 320 προμολῇς: ταῖς προόδοις. ἢ γράφεται προμολὼν ἀντὶ τοῦ προελθὼν ἐπέστη. L 322 καταβλώσκοντας: κατερχομένους, καταμολίσκοντας. τὸ
20β ἀντὶ τοῦ μ· συγγενῆ γὰρ τὼ βπ τῷ μ. ὅθεν καὶ ὁ ψωμὸς βλωμὸς ἀπὸ τοῦ βλώσκειν διὰ τοῦ λαιμοῦ, ὅ ἐστι κατέρχεσθαι, καὶ πίτυν βλω‐ θρὴν Ὅμηρος τὴν ἄχρι τοῦ αἰθέρος μολίσκουσαν. 323 〈παρὲκ νόον:〉 παρὰ γνώμην. Lg
324 δέρμα δ’ ὁ μέν: σύνηθες τοῖς ἥρωσι δέρματα φορεῖν. Lm(P)36

37

325 〈αὐτὰρ ὅ:〉 ὁ Ἄκαστος. Lg 354 〈παρασχεδόν:〉 παραχρῆμα. Lg 389 〈ἀιδνή:〉 σκοτεινή. Sm 401a ἐυστείρης: εὐτρόπιδος. οἰήια δὲ τὰ πηδάλια οἷον οἰή‐
5σια, ἐπειδὴ οἰήσεως χρεία τῷ κυβερνήτῃ. οἱ δὲ γλωσσογράφοι τοὺς οἴακας. b 〈ἔρυσθαι:〉 φυλάττειν. Lg 402a 〈λάιγγας:〉 λίθους. Lg b 〈ὀχλίζοντες:〉 κινοῦντες. Lg
10403a νήεον αὐτόθ〈ι: ᾠκοδόμουν, κατεσκεύαζον, ἀπὸ τῆς τῶν λίθων συνθέσεως, ἥ ἐστι νῆσις. ἢ ἐσώρευον· ἔνθεν καὶ ναῦς, ἐν ᾗ σωρεύεται ὁ φόρτος. b 〈νηόν:〉 γράφεται βωμόν. Gg c ἐπάκτιος ὁ ἐν τῇ ἀκτῇ τιμώμενος. Lm(P)
15406 τείως δ’ αὖτ’ ἀγέλη〈θεν ἐπιπροέηκαν:〉 ἐν τοσούτῳ, ἐν ὅσῳ ταῦτα ἐποίουν. ἡ δὲ πρὸ πρόθεσις νῦν ἐστι τόπου δηλωτική, ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, ὡς τό ‘ἐκ δ’ ἄγαγε πρὸ φόωσδε‘ (Τ 118). 407 δύω βόε: εἰκότως ἐπὶ δυσὶ προσηγορίαις ‘Ἀκτίου Ἐμβασίου τε‘ (v. 404) δύο βοῦς ἄγουσιν.
20408 κουρότεροι: ἐπεὶ ἴσως ἀεὶ νέος ὁ θεός, καὶ οἱ τῶν ἑταί‐ ρων νεώτεροι τὴν θυσίαν ἐπιτελοῦσιν. καὶ Ὅμηρος ἐπὶ τῆς τῶν νέων θυσίας (Α 470)· ‘κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο‘. ἤτοι οὖν συγκρι‐
τικῶς ἐστιν ἢ πρωτοτύπως. L37

38

409 οὐλοχύτας: οἱ μὲν τὰ κανᾶ, ἐπεὶ δι’ αὐτῶν φέρεται τὰ πρὸς θυσίαν, οἱ δὲ τὰς κριθάς, ἐπειδὴ ὅλας ἔβαλλον ἐν τοῖς βωμοῖς. 411 Αἰσωνίδ〈α: Αἰσωνὶς πόλις τῆς Μαγνησίας ἀπὸ τοῦ πατρὸς Ἰάσονος, ὡς καὶ Πίνδαρός (fg 273 Schr.) φησι καὶ Φερεκύδης (3 fg
5103 a J.). 413 ἄνυσιν καὶ πείραθ’ ὁδ〈οῖο: ἄνυσιν τὴν ἐνέργειαν· Ὅμηρος (Δ 56)· ‘οὐκ ἀνύω φθονέουσα‘. πείραθ’ ὁδοῖο αὐτὸν τὸν πλοῦν καὶ τὸ πέρας τῆς ὁδοῦ. 414 ἐπαίτιος: διὰ τὸ χρησμῳδῆσαι τῷ Πελίᾳ. ῥητορικῶς δὲ
10ὥσπερ αἰτίῳ γενομένῳ τοῦ πλοῦ τῷ θεῷ καὶ τὸ πᾶν πρᾶγμα ἀνατίθησι ὥσπερ οἰκεῖον. 416 παλίνορσον ἐς Ἑλλά〈δα: Ἑλλάδα οἱ μὲν τὴν Φθίαν φασὶ συνωνύμως, ἡμεῖς δὲ χώραν ὑπολαμβάνομεν εἶναι Ἑλλάδα, οὐ μέντοι γε τὴν αὐτὴν τῇ Φθίᾳ.
15419 Ὀρτυγίην: περὶ τῆς Ὀρτυγίας Φανόδικος ἐν τοῖς Δηλια‐ κοῖς (fg 2 M. IV 473) ἱστόρηκεν. καὶ Νίκανδρος ἐν τῷ αʹ τῶν Αἰτω‐ λικῶν ἐκ τῆς ἐν Αἰτωλίᾳ Ὀρτυγίας φησὶ τὴν Δῆλον ὀνομασθῆναι, γρά‐ φων τάδε (fg 5 Schn.)· ‘οἱ δ’ ἐξ Ὀρτυγίης Τιτηνίδος ὁρμηθέντες. οἱ μὲν τὴν Ἔφεσον, οἱ δὲ τὴν πρότερον Δῆλον καλουμένην, ἄλλοι δὲ τὴν
20ὁμοτέρμονα Σικελίᾳ νῆσον, 〈...〉 ὅθεν Ὀρτυγίαι πᾶσαι βοῶνται‘. καὶ
ἡ Δῆλος οὖν οὐχ, ὡς μεμύθευται, ἀπὸ τῆς Ἀστερίας μεταμορφώσεως38

39

τῆς Λητοῦς ἀδελφῆς, ἀλλὰ καθὸ πᾶσαι Ὀρτυγίαι ἀποικίαι εἰσι τῆς κατ’ Αἰτωλίαν Ὀρτυγίας. 421a ἐπίβαθρα: ἐπιβατήρια, μισθόν· νυνὶ δὲ τιμὴν ὑπὲρ τοῦ εὐτυχῶς ἐπιβῆναι νῦν πρῶτον τῆς νεώς.
5b προτεθείμεθα: ἀντὶ τοῦ ποιοῦμεν· θεῖναι γὰρ τὸ ποιῆσαι. 424 εὐδιόωντες: εὐδίως πλέοντες. Lg(P) 425 προχύτας: οἱ μὲν τὰς κριθάς, οἱ δὲ τὸ ὕδωρ, ὃ εἰώθασιν ἐμβάλλειν εἰς τὸ οὖς τοῦ ἱερείου ὑπὲρ τοῦ ἐπινεύειν τὸ ἱερεῖον. λείπει δὲ ἡ σύν.
10426a 〈ζωσάσθην:〉 ἀντὶ τοῦ ἀνέστησαν. Lg b τὸ ζώσασθαι ἀντὶ τοῦ ἀναστῆναι ἢ ἑτοιμασθῆναι. σημαίνει δὲ καὶ τὸ ὁπλίσασθαι. P 430a χαλκείῳ πελέκει: Ἀπολλώνιός φησιν ἐν τῷ αʹ τῶν Ὑπομνημάτων (M. IV 314) τὸν σίδηρον ὑπὸ τῶν ἀρχαίων χαλκὸν λέ‐
15γεσθαι, ἀγνοῶν ὅτι μηδέπω εὑρεθέντος σιδήρου χαλκῷ ἐχρῶντο, ὡς καὶ Ἡσίοδός φησι (Op. 151)· ‘χαλκῷ δ’ εἰργάζοντο, μέλας δ’ οὐκ ἔσκε σίδηροσ‘. b 〈τένοντας:〉 τὰ νεῦρα, παρὰ τὴν τάσιν. Lg 431a περιρρηδὴς κερ〈άεσσιν: ἐπὶ πρόσωπον μεθ’ ὁρμῆς κατενεχθείς, ἐπιρραγεὶς εἰς τοὔμπροσθεν. ἢ [ἐπενεχθεὶς] ἀντὶ τοῦ περι‐
20φερόμενος, ὡς καὶ παρὰ τῷ ποιητῇ (χ 84 sq.)· ‘περιρρηδὴς δὲ τραπέζῃ κάππεσεν‘. Ἀντίμαχος δὲ τὸ κατὰ κύκλον πεσεῖν οὕτω λέγει. νῦν δὲ
ἀντὶ τοῦ ἐπενεχθεὶς εἰς τὸ ἔμπροσθεν.39

40

b 〈περιρρηδής:〉 περιφερής. GgSm 434 καλύψαντες πύκα δημῷ: τῷ ἐπίπλῳ, ᾧ ἐνειλοῦσι τὰ ἱερεῖα, ἵνα εὐκαέστατα ὦσι. 436 θηεύμενος: τὸ θηεῖσθαι Ὅμηρος ἐπὶ τοῦ θαυμάζειν τί‐
5θησιν (κ 180)· ‘θηήσαντ’ ἔλαφον‘· ὁ δὲ Ἀπολλώνιος ἐπὶ τοῦ βλέπειν. L 437 〈λιγνύν:〉 κάπνον. Lg 438 πορφυρέαις ἑλίκεσσιν: ταῖς τοῦ καπνοῦ συστροφαῖς πορφυριζούσαις, ταῖς τοῦ πυρὸς καμπαῖς καὶ [οἷον πορφυριζούσαις] εἰλή‐ σεσιν· ἐναργὴς δὲ ἡ φράσις.
10441 κῶας ἄγοντας: ἔδει ‘ἄγουσιν‘ εἰπεῖν πρὸς τὸ ὑμῖν (v. 440). καὶ ὁ ποιητὴς δέ (Α 541)· ‘αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν 〈ἐόντα〉‘. L 444 Ἀσίδος: ἡ Ἀσία ὠνομάσθη ἀπὸ Ἀσίας τῆς Προμηθέως μητρὸς καὶ Ἄτλαντος, οἱ δὲ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν. L 445—47a ὧδε κακοῖς δεδα〈ώσ: οὐκ ἐκ τῶν καθόλου, ἀλλ’
15ἐκ τῶν ἐμοὶ βλαβερῶν. ὑπέρβατον δέ ἐστι καὶ πλεονάζει ὁ καὶ σύνδεσμος, λείπει δὲ ἡ ἐξ πρόθεσις, καὶ 〈ἡ〉 πτῶσις ἐνήλλακται, δοτικὴ ἀντὶ γενικῆς. ἔστι δὲ καὶ τὸ ῥῆμα συντελικόν, ἀντὶ τοῦ ἐξῆλθον. ὁ δὲ λόγος οὕτως· ἔμπροσθεν ἐκ κακῶν οἰωνῶν ἐγνωκὼς τὸν ἐμαυτοῦ μόρον ἐξῆλθον ἐκ τῆς πατρίδος, ἵνα ὑμῖν συμπλεύσας κλέος ἀπενέγκωμαι. L
20b ὄφρ’ ἐπιβαίην: ὑπέρβατόν ἐστι. τὸ δὲ ἑξῆς· ὄφρ’ ἐπιβαίην νηός, ἐπιβάντι δὲ τῆς νηὸς ἡ εὐδοξία τοῖς οἴκοις λίποιτο. L 450 σταθερόν: ἀντὶ τοῦ καυματηρὸν καὶ θερμόν· λέγει δὲ τὴν
μεσημβρίαν ἐκ τοῦ συμβαίνοντος, ἐπειδὴ μεσουρανήσας ὁ ἥλιος θερμαίνει40

41

πάντα διὰ τὸ πανταχόθεν ἐπίσης ἀπέχειν τῶν ὑποκειμένων· ἢ διὰ τὸ ἑστηκέναι, ἧττον γὰρ δοκεῖ τότε κινεῖσθαι ὁ ἥλιος. 454 πολιοῦ: διὰ τὸ λευκαίνεσθαι ὑπὸ τῶν κυμάτων κλυζόμενον. φυλλάδα δὲ τὴν στιβάδα τῶν φύλλων.
5456a λαρόν: παρὰ τὸ λίαν ἀρηρὸς ἢ παρὰ τὸ λῶ τὸ θέλω πεποίηται. Ἡσίοδος δέ φησι (fg 207 Rz.2) ‘λαροῖς ποσίν‘ τοῖς κατ’ ὄψιν ἡδέσιν. b 〈λαρόν:〉 ἡδύ. Lg 459a ἐψιόωνται: παρὰ τὴν ἐψίαν, ἥ ἐστι διὰ λόγων παιδιά,
10οἷον ἐπεσία τις οὖσα παρὰ τὸ ἔπος. διὸ καὶ ψιλοῦται. ὅτε δὲ δασύνεται, ἀντὶ τοῦ ἀκολουθοῦσιν. b 〈ἐψιόωνται:〉 διὰ λόγου μετριάζουσιν. Sm c ἄατος: ἡ ἄγαν βλαπτική· τὸ γὰρ α τὸ πρῶτον ἐπίτασίς ἐστιν, ὡς ἀχανὲς καὶ ἀτενές. L
15461 πορφυρέεσκεν: ἀντὶ τοῦ κατὰ βάθους ἐνεθυμεῖτο· πορ‐ φύρα γάρ ἐστιν εἶδος ἰχθύος ἐν βάθει εὑρισκόμενον. ἢ ἀντὶ τοῦ ἐμερίμνα καὶ τὸν τῆς γῆς καὶ τὸν 〈τῆσ〉 θαλάσσης κίνδυνον. 462 〈ὑποφρασθείς:〉 θεωρήσας. Lg 468 Ζεὺς τόσον: περὶ τοῦ Κύκλωπος Ὅμηρος (ι 277)· ‘οὐδ’
20ἂν ἐγὼ Διὸς ἄχθος ἀλευάμενος πεφιδοίμην‘. διὰ τούτων δὲ αὐτοῦ ἡ ὑπερηφανία δηλοῦται. καὶ Ὅμηρος δὲ ἀσεβῆ αὐτὸν λέγει (Ι 559)· ‘καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον‘. 471 τοῖον μ’ Ἀρήνη〈θεν: Ἀρήνη πόλις Πελοποννήσου· νῦν δὲ Ἔρανα λέγεται, ὥς φησι Πείσανδρος (16 fg 3 J.). φησὶ δὲ ὑπερηφά‐
25νως, ὡς οὐ φέρεις με σύμπλουν, ἀλλὰ βοηθόν.41

42

473 χαλίκρητον: τὸν ἄκρατον, τὸν χαλῶντα τὰς φρένας. Ἀθη‐ ναῖοι δὲ τὸν ἄκρατον χάλιν λέγουσιν. Αἰσχύλος (fg 448 N.2) δὲ καὶ τὰς Βάκχας χαλιμάδας φησὶ λέγεσθαι. 475 Ἴδμων δὲ κα〈ί: οἰκείως τὸν Ἴδμονα ὡς μάντιν ὄντα
5ποιεῖ ἐναντιούμενον τῷ Ἴδᾳ ἐχθρῷ ὄντι Ἀπόλλωνι. 477 〈ζωρόν:〉 τὸ ἄκρατον. Lg 478a οἰδάνει: ἐπαίρει, μετεωρίζει, θρασύνει· ἡ δὲ μεταφορὰ ἀπὸ τῆς θαλάσσης, ὅταν ἄρξηται μετεωρίζεσθαι. b 〈οἰδάνει:〉 ἀναπείθει. Sm
10481a 〈ἐπιφλύειν:〉 ὑβρίζειν, φλυαρεῖν. LgSm b τὸ ἐπιφλύειν ἀντὶ τοῦ φλυαρεῖν καὶ λοιδορεῖν. P 482a Ἀλωιάδας: τὴν περὶ τούτων ἱστορίαν καὶ Ὅμηρος (Ε 385 sqq. λ 305 sqq.) οἶδεν. Ἐρατοσθένης (241 fg 35 J.) δὲ γηγενεῖς αὐτούς φησι, διὰ δὲ τὸ ἀνατετράφθαι ὑπὸ τῆς Ἀλωέως γυναικὸς μυθευθῆναι ὡς
15Ἀλωέως εἰσὶν υἱοί. Ἡσίοδος (fg 9 Rz.2) δὲ Ἀλωέως καὶ Ἰφιμεδείας κατ’ ἐπίκλησιν, ταῖς δὲ ἀληθείαις Ποσειδῶνος καὶ Ἰφιμεδείας ἔφη, καὶ Ἄλον πόλιν Αἰτωλίας ὑπὸ τοῦ πατρὸς αὐτῶν ἐκτίσθαι, ἧς Ὅμηρος (Β 682) μνημονεύει· ‘οἵ τ’ Ἄλον εἶχον‘. b 〈Ἀλωιάδας:〉 τοὺς Ἀλωέως. Sm
20c οὐδ’ ὅσον: οὐδὲ ὀλίγον. Lg(Sg)(P) 485 ἐκ δ’ ἐγέλασσε: καὶ τοῦτο κουφότητος σημεῖον, εἴγε καὶ Ἰσοκράτης (Ad Demon. 15) φησί· ‘μήτε γέλωτα προπετῆ στέργε‘. 486a κερτομίοισιν: εἰρωνευτικοῖς, τὸ κέαρ τέμνειν καὶ λυπεῖν δυναμένοις. ἐπιλλίζων δὲ τοῖς ὀφθαλμοῖς ἐπιμωκώμενος· ἔπιλλοι γὰρ
25οἱ στραβοί.42

43

b 〈ἐπιλλίζων:〉 ἀγρίως βλέπων. Sg 487—89a ἄγρει νυν: δι’ ἀμφοτέρων ἐπισκώπτει τὸν Ἴδμονα, πρῶτον μὲν ὡς ἀτεχνῆ μάντιν, δεύτερον δὲ ὡς μέγα φρονοῦντα ἐπὶ Ἀπόλλωνι τῷ πατρὶ ὡς μέγα δυναμένῳ τοὺς αὐθάδεις καθαιρεῖν.
5τοῦτο δὲ μετὰ ἀπειλῆς δρᾷ λοιδορῶν. b 〈ἐνίσπε:〉 ἔνειπε. Sg c 〈πατὴρ τεός:〉 Ἀπόλλων. Sm 491a τὸ δὲ χρειὼ δηλοῖ καὶ τὸ κατὰ χρείαν καὶ μοῖραν λε‐ γόμενον καὶ τὸ μέλλον. P
10b 〈χρειώ:〉 μαντείαν. Sm c χρειὼ θεσπίζων μεταμώλιον: μεταμελείας ἄξιον. γρά‐ φεται δὲ καὶ μεταμώνιον, ὅ ἐστι μάταιον, μετὰ ἀνέμων φερόμενον. ἀπὸ γενικῆς πληθυντικῆς γίνεται κτητικὸς τύπος εἰς ος τῷ ι παραληγό‐ μενος, οἷον ἄλλων ἀλλώνιος, ἀνέμων ἀνεμώνιος.
15492 χώετ’ ἐνιπτάζων: ἐχολοῦτο καὶ ὠργίζετο κακολογῶν καὶ μεμφόμενος. 494—95 λαιῇ: κατ’ εὐφημισμὸν τῇ ἀριστερᾷ. πείραζεν δὲ ἀντὶ τοῦ ἥρμοττεν. περιττὴ δὲ ἡ ἀνά· τὸ γὰρ ἑξῆς· καὶ Ὀρφεὺς δέ. εἰ μὴ ἄρα ἐκ τῆς ἀνά τὸ ἀναστὰς λέγει· ἀναστὰς δὲ καὶ ὁ Ὀρφεύς.
20τοῦτο δὲ ποιεῖ, ἵνα τὰς στάσεις καὶ τὰς φιλονεικίας τῇ ἑαυτοῦ μουσικῇ καταπαύσῃ. 496—98a ἤειδεν δ’ ὡς γαῖα: τὴν πρώτην σύγχυσιν τῶν στοι‐ χείων ᾄδειν βούλεται, ὡς ἔκ τινος φιλονεικίας τὸ ἴδιον ἕκαστον μετέσχεν καὶ τάξιν ἔλαβεν. οἰκεία δὲ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἡ ᾠδή,
25ὅτι πρέπον ἐστὶ τῆς μάχης παύσασθαι καὶ εἰς τὴν οἰκείαν διάθεσιν ἐπα‐ νιέναι. b νείκεος ἐξ ὀλοοῖο: Ἐμπεδοκλῆς (cf. 31 B 17 sqq. Diels‐ Kranz) φησιν, ὅτι συγκεχυμένων ἁπάντων τὸ πρότερον νεῖκος καὶ φιλία
παραπεμφθέντα τὴν διάκρισιν ἐποιήσαντο, χωρὶς δὲ τούτων οὐδὲν δύ‐43

44

ναται γενέσθαι· ᾧ ἕπεται, ὡς εἰκός, καὶ Ἀπολλώνιος. ὁ δὲ Θαλῆς (cf. 11 A 12 Diels—Kranz) ἀρχὴν ὑπεστήσατο πάντων 〈τὸ〉 ὕδωρ, λαβὼν παρὰ τοῦ ποιητοῦ λέγοντος (Η 99)· ‘ἀλλ’ ὑμεῖς πάντες ὕδωρ καὶ γαῖα γέ‐ νοισθε‘. καὶ Ζήνων (fg 104 Arn.) δὲ τὸ παρ’ Ἡσιόδῳ (Theog. 116 sq.)
5χάος ὕδωρ εἶναί φησιν, οὗ συνιζάνοντος ἰλὺν γίνεσθαι, ἧς πηγνυμένης ἡ γῆ στερεμνιοῦται· τρίτον δὲ ἔρωτα γεγονέναι καθ’ Ἡσίοδον (ib. 120), ἵνα τὸ πῦρ παραστήσῃ· πυρωδέστερον γὰρ πάθος ὁ ἔρως. Ἀναξα‐ γόρας (cf. 59 A 72 Diels—Kranz) δὲ μύδρον εἶναι τὸν ἥλιόν φησιν, ἐξ οὗ τὰ πάντα γίνεσθαι. διὸ καὶ Εὐριπίδης (Or. 983) γνώριμος
10αὐτῷ γεγονώς φησι χρυσέαν βῶλον τὸν ἥλιον εἶναι. τὴν δὲ σελήνην ὁ αὐτὸς Ἀναξαγόρας (59 A 77 Diels—Kranz) χώραν πλατεῖαν ἀποφαίνει, ἐξ ἧς δοκεῖ ὁ Νεμεαῖος λέων πεπτωκέναι. 501 οὔρεα: Δοῦρίς (76 fg 87 J.) φησι τοὺς ὑπὸ τῶν Γιγάντων κατενεχθέντας λίθους, τοὺς μὲν εἰς τὴν θάλασσαν πεσόντας γενέσθαι
15νήσους, τοὺς δὲ εἰς τὴν γῆν ὄρη. 509 Δικταῖον: τὸ Κρητικόν, ἔνθα ἀνετράφη ὁ Ζεύς, ὡς καὶ Καλλίμαχος (Hymn. I 4 sqq.) ἱστορεῖ. 513—15a τοὶ δ’ ἄμοτον: ἀντὶ τοῦ ἀμότως καὶ ἀκορέστως. ὁ δὲ νοῦς· λήξαντος δὲ τῆς ᾠδῆς ἀπλήρωτοι αὐτῆς ὄντες ἔτι προετετά‐
20κεισαν τὰς κεφαλὰς ἀνατετακότες τὰ ὦτα καὶ ἠρεμοῦντες ἐν ἡσυχίᾳ· τοιαύτῃ ἡδονῇ συνείχοντο. b τοῖόν σφιν: τοιαύτην ἐπέθηκεν ἡδονὴν τοῖς ἀκούουσιν αὐ‐ τοῦ. L 516—18a οὐδ’ ἐπιδὴν μετέπειτ〈α: οὕτως ἀναστρεπτέον
25τὴν φράσιν· ἔπειτα οὐκ ἐπιδὴν οὐδὲ μετὰ χρόνον κεράσαντες, ἀντὶ τοῦ εὐθέως καὶ μετολίγον. b 〈ἡ θέμις:〉 ὅτι ἔθος ἦν τοῖς παλαιοῖς κρατῆρα κιρνᾶν, ὅτε
μέλλοιεν καθεύδειν, καὶ τὰς γλώσσας τῶν ἱερείων ἐπιθύειν τῷ Ἑρμῇ καὶ44

45

ἐπισπένδειν οἶνον. καὶ ἴσως φυσικῶς. ἐπεὶ γὰρ Ἑρμῆς λόγος εἶναι παραδέδοται, ὄργανον δὲ αὐτοῦ ἡ γλῶσσα, ἥτις ὕπνου ἐπιπεσόντος ἠρε‐ μεῖ, εἰκότως τῷ Ἑρμῇ αὐτὴν θύουσιν. καὶ Ὅμηρος (γ 332) ‘ἀλλ’ ἄγε τάμνετε γλώσσασ‘ ἀντὶ τοῦ παύετε τοὺς λόγους.
5c ἡ θέμις ἐστί: Διευχίδας ἐν τοῖς Μεγαρικοῖς (fg 8 M. IV 390) ἱστορεῖ, ὅτι Ἀλκάθους ὁ Πέλοπος διὰ τὸν Χρυσίππου φόνον φυγα‐ δευθεὶς ἐκ τῶν Μυκηνῶν ἤρχετο κατοικήσων εἰς ἑτέραν πόλιν. ὡς δὲ περιέπεσε λέοντι λυμαινομένῳ τὰ Μέγαρα, ἐφ’ ὃν καὶ ἕτεροι ἦσαν ἀπε‐ σταλμένοι ὑπὸ τοῦ βασιλέως τῶν Μεγάρων, καταγωνίζεται τοῦτον καὶ
10τὴν γλῶτταν αὐτοῦ εἰς πήραν θέμενος ἤρχετο πάλιν εἰς τὰ Μέγαρα. καὶ ἀπαγγελλόντων τῶν ἀπεσταλμένων ἐπὶ τὴν θήραν, ὅτι αὐτοί εἰσιν οἱ κατηγωνισμένοι, προσκομίσας τὴν πήραν ἤλεγξεν αὐτούς. διόπερ θύσας τοῖς θεοῖς ὁ βασιλεὺς τὸ τελευταῖον τὴν γλῶσσαν ἐπέθηκεν τοῖς βωμοῖς, καὶ ἀπὸ τότε ἔθος τοῦτο διέμεινε Μεγαρεῦσι. Φιλόχορος δὲ ἐν
15τῷ Περὶ θυσιῶν (fg 173 M. I 413) φησιν, ὅτι τὸ κάλλιστον τοῦ σώ‐ ματος καὶ πρωτεῦόν ἐστι. καὶ Ὅμηρος (γ 341)· ‘γλώσσας δ’ ἐν πυρὶ βάλλον‘. d [κηληθμῷ:] ἐν δὲ τῇ προεκδόσει μετὰ τοῦτο γέγραπται·
‘ἦμος δὲ τριτάτη φάνη ἠὼς τῇδ’ ἐπὶ νυκτί
20
βουθύσιον Ἑκάτοιο καταυτόθι δαινυμένοισι,
τῆμος ἂρ ἐκ Διόθεν πνοιὴ πέσεν, ὦρτο δὲ Τῖφυς
κεκλόμενος βαίνειν ἐπὶ σέλμασι. τοὶ δ’ ἀίοντες 〈...〉.‘ ἑξῆς δὲ τῶν ἐκκειμένων ‘σμερδαλέον δὲ λιμήν‘ (v. 524).
525 〈ἐπισπέρχουσα:〉 προτρεπομένη. Lg45

46

526—27 ἐν γάρ οἱ δόρυ: πιθανῶς ἐκ τῆς Δωδωνίδος φησὶ δρυὸς τὸ ξύλον εἶναι ἐν τῇ Ἀργοῖ τὸ φωνῆεν, ἐπεὶ καὶ αὕτη ἐφθέγγετο, ὥς φησιν Ὅμηρος (ξ 327 sq.)· ‘ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο βουλὴν ἐπακούσοι.‘
5528 οἱ δ’ ἀνὰ σέλματα: τὰς τῶν ἐρετῶν καθέδρας, τὰ σελι‐ δώματα. καθόλου δὲ τὸ πλατὺ ξύλον σέλμα λέγεται καὶ σελίδωμα, ὅθεν καὶ τὰς σελίδας τῶν ῥαψῳδιῶν διὰ τὸ πλάτος φαμέν. 530 〈ἔντεσιν:〉 νῦν ταῖς κώπαις. Lg 532—33 ποσσὶν ὑπεκλύσθ〈η: καὶ αὐτῷ ἐπικαθεσθέντι κά‐
10τωθεν παρὰ τοῖς ποσὶ μᾶλλον ἐπεκλύσθη ἡ τρόπις τῆς νεὼς καὶ ἐν βάθει τῆς θαλάσσης ἐγένετο τῷ βάρει τοῦ ἥρωος. 536—41a ἣ ἐνὶ Πυθοῖ 〈ἤ που ἐν Ὀρτυγίῃ: ἐν τῇ Δήλῳ. τὸ δὲ ἑξῆς οὕτως· καθάπερ ἠίθεοι ἐν Δελφοῖς ἢ ἐν Δήλῳ ἢ ἐπὶ Ἰσμηνῷ περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος χορὸν στήσαντες πρὸς τὸ τῆς
15κιθάρας μέλος ἡρμοσμένως 〈τὴν γῆν〉 κροτοῦσι τοῖς ποσίν, οὕτω καὶ οὕτοι τῇ τοῦ Ὀρφέως κιθάρᾳ κηλούμενοι σφοδρότερον πρὸς τὴν κωπη‐ λασίαν ᾔεσαν. τὸ δὲ ἑξῆς ὁμαρτῇ ῥήσσωσιν. ἡ δὲ ὑπὸ πρόθεσις παρῆκται ὡς παρ’ Ὁμήρῳ (Β 824) ‘ὑπαὶ πόδα νείατον Ἴδης.‘ b Ἰσμηνοῖο: Ἰσμηνὸς ποταμὸς Βοιωτίας, ἐφ’ ᾧ Ἰσμηνίου Ἀπόλ‐
20λωνος ἱερόν. Lm P c 〈ἐπὶ δὲ ῥόθια κλύζοντο:〉 ἀντὶ τοῦ· ἐπεκλύζοντο δὲ τὰ κύματα. Lg 542a 〈ἀφρῷ:〉 ἀντὶ τοῦ μετὰ ἀφροῦ. Lg b κήκιεν ἅλμ〈η: ἀνεδίδοτο καὶ ἀνεπήδα ἑκατέρωθεν τῆς νεὼς
25ἡ θάλασσα. L 543 μορμύρου〈σα: δεινῶς ταρασσομένη καὶ κινουμένη φο‐ βερῶς. ἐν δὲ τῇ προεκδόσει· ‘μορμύρουσα τυπῇσιν ἐρισθενέων †μένει† ἀνδρῶν‘. 544 στράπτε δ’ ὑπ’ ἠελ〈ίῳ: εἰς κόσμον τῆς νεὼς εἰώθασιν
30ὅπλα περιτιθέναι.46

47

545—46 μακραὶ δ’ αἰὲν ἐλ〈ευκαίνοντο: ὁ νοῦς· ἐλευ‐ καίνετο δὲ τὸ ὕδωρ καθάπερ ἀτραπὸς διὰ χλοηφοροῦντος πεδίου. ἢ ἄλλως· ὡς δήλη ἐστὶν ἡ ὁδὸς πεδίου μεταξὺ χλοηφόρου, οὕτω καὶ ὁ τύπος τῆς νεὼς ἐφαίνετο.
5547—48 ἡμιθέων ἀνδρῶν: διὰ τούτου ἐβεβαιώσατο καὶ τοὺς θεοὺς σκοπεῖν καὶ θαυμάζειν τὸν πλοῦν· οὐ γὰρ ἁπλῶς τινες ναῦται ἦσαν, ἀλλ’ ἡμίθεοι. τὸ δὲ νῆα πρὸς πᾶν θαῦμα κεῖται ὑπὸ Ἀθηνᾶς εἰργασμένης. 551a Ἀθ〈ηναίησ〉 Ἰτωνίδος: Ἰτωνίας Ἀθηνᾶς ἐστιν ἱερὸν ἐν Κορωνείᾳ τῆς Βοιωτίας. ὁ μέντοι Ἀπολλώνιος οὐκ ἂν λέγοι τὴν
10Ἀθηνᾶν ἐπὶ κατασκευῇ τῆς Ἀργοῦς ἀπὸ τῆς ἐν Κορωνείᾳ ἐπικλήσεως, μᾶλλον δὲ ἀπὸ Θεσσαλικῆς Ἰτωνίας, περὶ ἧς Ἑκαταῖος μὲν ἐν τῇ αʹ τῶν Ἱστοριῶν (1 fg 2 J.) λέγει· Ἀρμενίδας δὲ ἐν τοῖς Θηβαϊκοῖς (fg 1 M. IV 339) Ἀμφικτύονος υἱὸν Ἴτωνον ἐν Θεσσαλίᾳ γεννηθῆναι, ἀφ’ οὗ Ἴτων πόλις καὶ Ἰτωνὶς Ἀθηνᾶ. μέμνηται καὶ Ἀλέξανδρος ἐν τῷ αʹ τῶν
15Κορίννης (fg 30 B. III 551) ὑπομνημάτων (fg 53 M. III 234). b Τριτωνίδος: γράφεται Ἰτωνίδος. LgP 554 πολιῇ δ’ ἐπὶ κύματος ἀγῇ: τῷ αἰγιαλῷ, ἔνθα τὰ κύ‐ ματα περιάγνυται. Σουίδας δὲ ἐν Θεσσαλικοῖς (fg 1 M. II 464) φησιν Ἰξίονος υἱὸν
20εἶναι Χείρωνα ὥσπερ καὶ τοὺς λοιποὺς τῶν Κενταύρων. ὁ δὲ τὴν Γι‐
γαντομαχίαν ποιήσας (Titanomachiae fg 7 K.) φησίν, ὅτι Κρόνος μετα‐47

48

μορφωθεὶς εἰς ἵππον ἐμίγη Φιλύρᾳ τῇ Ὠκεανοῦ, διόπερ καὶ ἱπποκένταυρος ἐγεννήθη Χείρων. τούτου δὲ γυνὴ Χαρικλώ. εἰκότως δὲ παρεισήνεγκεν εἰκόνα τοῦ Χείρωνος, καὶ ὅτι φιλάνθρωπος δικαιότατός τε Κενταύρων, καὶ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν Ἰάσονα· παρ’ αὐτοῦ γὰρ ἔμαθε
5τὴν ἰατρικήν, ὅθεν καὶ Ἰάσων ἐκλήθη, παρὰ τὴν ἴασιν. 555 〈τέγγε:〉 ἔβρεχε. Lg 557 〈ἐπωλένιον φορέουσα:〉 ἐπὶ χειρὸς ἔχουσα. Lg 558 Πηλείδην Ἀχιλ〈ῆα: ἠκολούθησεν Ἀπολλώνιος τοῖς μεθ’ Ὅμηρον ποιηταῖς ὑπὸ Χείρωνος λέγων τὸν Ἀχιλλέα τραφῆναι. δια‐
10πεφωνήκασι δέ τινες καὶ περὶ τῆς Ἀχιλλέως μητρός, καθάπερ Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ δευτέρῳ τῶν Νόστων (fg 11 M. III 338), κατὰ λέξιν λέγων· ‘Σουίδας (fg 6 M. II 465) γὰρ καὶ Ἀριστοτέλης ὁ περὶ Εὐβοίας πεπραγματευμένος (M. II 142) καὶ ὁ τοὺς Φρυγίους λόγους γράψας (cf. 68 B 299e Diels—Kranz) καὶ Δαΐμαχος (65 fg 2 J.) καὶ Διο‐
15νύσιος ὁ Χαλκιδεὺς (fg 6 M. IV 394) οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρ‐ μένην ἀφείκασιν μένειν ἐπὶ χώρας δόξαν, ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομίζουσι γεγονέναι τῆς Χείρωνος, Δαΐμαχος (v. supra) δὲ ἐκ Φιλομήλας τῆς Ἄκτοροσ‘. 559 περιηγέα: τὴν καμπὰς ἔχουσαν. Lg(P)
20563 μεσόδμη: ἡ ἱστοθήκη, ὅπου τίθεται ὁ ἱστὸς καὶ κλίνεται. 564—67a πρότονοι οἱ ἀπὸ τοῦ ἱστοῦ ἐκτεινόμενοι κάλοι ἐπὶ πρώραν καὶ πρύμναν. b ἠλακάτη τὸ τοῦ ἱστοῦ λεπτότατον καὶ ἀνώτατον, ὑπὲρ ὅ ἐστι
τὸ καρχήσιον. ἕως οὖν, φησί, τοῦ ἄκρου τοῦ ἱστοῦ ἀνείλκυσαν τὰ ἄρμενα.48

49

διακριδὸν δὲ διόλου ἢ διατεταμένως. περόνῃσι δὲ τοῖς πασσάλοις τοῖς κατὰ τὰ σανιδώματα καὶ τοὺς τῆς νεὼς τοίχους, ἐφ’ ὧν τὰ τοῦ ἀρμένου σχοινία δεσμεύουσιν. c π’ ἰκριόφιν: τὸ ἴκριον τοῦ ἱστοῦ μέρος. φησὶ δὲ Ἐρατο‐
5σθένης ἐν τῷ Ἀρχιτεκτονικῷ (fg 60 Strecker)· ‘ἱστός· πτέρνη, καρχή‐ σιον, θωράκιον, ἠλακάτη, κεραία, ἴκριον‘. βέλτιον δὲ νοεῖν ἴκριον τὴν καλουμένην κεραίαν, ἧς τὰ ἄκρα ἀκροκέραια. κάλωες δέ, δι’ ὧν στέλλεται τὸ ἱστίον, διὰ κρίκων διειλημμένοι. τούτων δὲ οἱ κάλοι, οἷς κατάγεται τὸ ἱστίον, μέσουροι λέγονται, οἱ δὲ ἑλκόμενοι εἰς πρώραν 〈καὶ
10πρύμναν〉 ἐξ ἑκατέρου μέρους τοῦ ἱστοῦ πρότονοι, οἱ δὲ κατὰ τὰς γωνίας πόδες· ἑξῆς τούτων πρόποδες, μεθ’ οὕς εἰσιν οἱ τέρθριοι λεγό‐ μενοι, εἶτα μέσοι. ἠλακάτη δὲ τὸ ἀνώτατον τοῦ ἱστοῦ μέρος, ὥς φησιν Ἐρατοσθένης (v. supra). d κάλωας ἀπ εὐθείας τῆς κάλως κατὰ Ἀττικούς.
15568 Τισαίη ἀκρωτήριον Θεσσαλίας ἢ Μαγνησίας, τινὲς δὲ τῆς Θεσπρωτίας. 569 εὐθήμονι: εὖ διατεθειμένῃ, εὐρύθμῳ, εὐποιήτῳ· θεῖναι γὰρ τὸ ποιῆσαι. 570a 〈νηοσσόον:〉 τὰς ναῦς σώζουσαν. Lg
20b νηοσσόον δέ φησι τὴν Ἄρτεμιν ἢ διὰ τὸ σώζειν τὰς ναῦς ἢ διὰ τὸ σεύειν καὶ κινεῖν αὐτάς. P 571 〈Ἄρτεμιν:〉 τὴν Ἄρτεμιν ὑμνεῖ διὰ τὸ τὸν τόπον ἱερὸν αὐ‐ τῆς εἶναι. Lm(P) 573—74 ἄπλετοι: ἀπροσπέλαστοι, μεγάλοι. διασκαίροντες
25δὲ διαψαίροντες, νηχόμενοι. διὰ δὲ τοῦ ἄμμιγα 〈παύροις〉 τὸ τοῦ49

50

μέλους θελκτικὸν σημαίνει, οἱονεὶ μηκέτι αὐτοὺς βλάπτοντες, ἀλλὰ μεθ’ ἡσυχίας ἑπόμενοι. 577 〈ὁ δέ τ’ εἶσι πάρος:〉 προπορεύεται ὁ ποιμήν. Lg 578 νόμιον μέλ〈οσ: ποιμενικόν, παρὰ τοὺς νομέας. ἢ νό‐
5μιον μέλος ὕμνος παρὰ τοῖς ἀρχαίοις οὕτω λεγόμενος. 580a ἠερίη πολυλή〈ιοσ: ἡ Θεσσαλία παρὰ τὸ μέλαιναν εἶναι τὴν γῆν· οὕτω γὰρ καὶ τὴν Αἴγυπτον Ἠερίαν φασίν. ἢ ἠερία ἀντὶ τοῦ πρωία ἀπὸ τοῦ ἦρι. b Πελασγῶν: τῶν Θεσσαλῶν ἀπὸ Πελασγοῦ τοῦ Ἰνάχου, ἢ ἀπὸ
10Πελασγῶν ἔθνους βαρβαρικοῦ οἰκήσαντος τὴν Θεσσαλίαν καὶ τὸ Ἄργος, ἢ ἀπὸ Πελασγοῦ τοῦ Ποσειδῶνος υἱοῦ καὶ Λαρίσης. Στάφυλος δὲ ὁ Ναυκρατίτης (fg 1 M. IV 505) Πελασγόν φησιν Ἀργεῖον τὸ γένος μετοικῆσαι εἰς Θεσσαλίαν καὶ ἀπ’ αὐτοῦ Πελασγίαν τὴν Θεσσαλίαν κλη‐ θῆναι. ὅτι δὲ καὶ αὐτοὶ οἱ Ἀργεῖοι ἐκαλοῦντο Πελασγοί, Σοφοκλῆς ἐν
15Ἰνάχῳ φησί (fg 270, 4 Pearson)· ‘〈...〉 καὶ Τυρσηνοῖσι Πελασγοῖσ‘. 581 ἐρίπνας: ἀπορρῶγας κολώνας, σπήλαια κρημνώδη. λέγουσι δὲ οὕτως καὶ τὰς οἰκίας ἀπὸ τοῦ ἐρηρεῖσθαι. ἐρίπνη δὲ λέγεται ἐπὶ τοῦ ἀκρωτηρίου παρὰ τὸ ἄγαν πνέεσθαι. 582 Σηπιάς: ἀκρωτήριον ἐν Ἰωλκῷ, οὕτω καλούμενον διὰ τὸ τὴν
20Θέτιν ἐνταῦθα εἰς σηπίαν μεταβληθῆναι διωκομένην ὑπὸ Πηλέως. LmP 583—84a εἰναλίη Σκίαθος: ἡ παραθαλασσία. νῆσος γὰρ ἡ
Σκίαθος τῆς Θεσσαλίας ἐγγὺς Εὐβοίας, ἧς καὶ Σιμωνίδης (fg 212 B. III50

51

527) μέμνηται. Πειρεσιαὶ δὲ πόλις Μαγνησίας. Μάγνησσα δὲ πόλις τῇ χώρᾳ ὁμώνυμος, ἄγαν εὔδιος καὶ παραθαλάσσιος. b Μάγνησσα: τὴν Μαγνησίαν λέγει τὴν κατὰ Θεσσαλίαν. ἔστι γὰρ καὶ ἑτέρα Μαγνησία περὶ Ἔφεσον, ἐκτισμένη ὑπὸ Λευκίππου τοῦ
5Καρὸς μετοικήσαντος ἐκεῖ σὺν Μάγνησι τοῖς ἐκ Κρήτης. c Μάγνησσά θ’ ὑπεύδ〈ιοσ: ὁ νοῦς· οὐ τραχεῖά τις οὐδὲ πετρώδης, ἀλλ’ ὁμαλή τις καὶ εὔδιος. 586a 〈παλιμπνοίῃσιν:〉 ἐναντίαις πνοαῖς. Lg b ἔκελσαν: ὥρμισαν. LgP
10587 καί μιν κυδ〈αίνοντεσ: τὸν Δόλοπα. ὁ δὲ Δόλοψ Ἑρμοῦ υἱός, ὃς ἐν Μαγνήσσῃ τῇ πόλει ἀπώλετο καὶ αὐτόθι τάφον παρὰ τῷ αἰγιαλῷ ἔσχεν, ὡς Κλέων ἐν αʹ τῶν Ἀργοναυτικῶν. τοῖς μὲν οὖν κατοιχομένοις ὡς περὶ ἡλίου δυσμὰς ἐναγίζουσι, τοῖς δὲ Οὐρανίδαις ὑπὸ τὴν ἕω, ἀνατέλλοντος τοῦ ἡλίου. ἔντομα δὲ τὰ σφάγια, κυρίως τὰ
15τοῖς νεκροῖς ἐναγιζόμενα, διὰ τὸ ἐν τῇ γῇ αὐτῶν ἀποτέμνεσθαι τὰς κεφαλάς. οὕτω γὰρ θύουσι τοῖς χθονίοις, τοῖς δὲ οὐρανίοις ἄνω ἀνα‐ στρέφοντες τὸν τράχηλον σφάζουσιν· Ὅμηρος (Α 459)· ‘αὐέρυσαν μὲν πρῶτα‘. 588a κεῖαν: ἔθυσαν. λείπει δὲ ἡ παρὰ πρόθεσις, ἵν’ ᾖ· ἔθυον
20τῷ Δόλοπι παρὰ τῷ οἴδματι τῆς θαλάσσης.
b διπλόα: δύο ἡμέρας. LgP51

52

589 ἐλινύεσκον: περὶ τὸ αὐτὸ διέτριβον, ἢ στρευγόμενοι 〈ἢ〉 ἐμποδιζόμενοι τῆς ὁδοῦ. 592 Μελίβοιαν: πόλις Θεσσαλίας. LgSP 594 Ὁμόλη ὄρος Θεσσαλίας οὕτω καλούμενον ἢ πόλις Θρᾴ‐
5κης. Lm(P) 595—97a οὐδέ τι δηρόν: ὁ λόγος· οὐκ ἔμελλον μετὰ πολὺ παρέρχεσθαι τὰ ῥεύματα τοῦ ποταμοῦ. L b τὸ δὲ ὑπεκβαλεῖν τὸ παραμεῖψαι τὰ ῥεῖθρα τοῦ Ἀμύρου ποταμοῦ σημαίνει. εὐρυμένας δὲ φάραγγας τὰς εἰς πλάτος ἀνεῳγ‐
10μένας. P c Ἄμυρος ποταμὸς Θεσσαλίας ἐκρέων μετὰ τὴν Μελίβοιαν [κεί‐ μενος], προσαγορευόμενος ἀπὸ Ἀμύρου τοῦ υἱοῦ Ποσειδῶνος. ἔστι δὲ καὶ πόλις. Lm(P) 598—99 Ὄσσης: Ὄσσα ὄρος πρὸς τῷ τέλει τῆς Θεσσαλίας, μεθ’
15ὃ διαδέχεται ἡ Μακεδονία. κλίτεα δὲ τὰς ἀνακλίσεις τῶν ὀρῶν καὶ βάσεις. Παλλήνη δὲ ὄρος Θρᾴκης καὶ πόλις, ὅθεν ἦν ὁ Πρωτεύς. Καναστραῖον δὲ ἀκρωτήριον τῆς Παλλήνης. Ὄλυμποι δέ εἰσιν ἕξ· Μακεδονίας, Θετταλίας, ἐν ᾧ καὶ Ὀλύμπιά φησιν Ἀπολλόδωρος (244 fg 174 J.) ἄγεσθαι, καὶ Μυσίας καὶ Λυκίας καὶ Ἀρ‐
20καδίας. 600 〈ἤνυσαν:〉 παρέπλευσαν. Lg
601—04a ἦρι δὲ νισ〈σ〉ομέ〈νοισιν: Ἄθως ὄρος τῆς52

53

Θρᾴκης ὑψηλότατον. ἡ δὲ διάνοια· ἅμα δὲ τῇ ἡμέρᾳ ὁ Ἄθως αὐτοῖς ἀνεφάνη ἀπέχων τῆς Λήμνου τοσοῦτον, ὅσον ἂν ναῦς πλέουσα ἀπὸ ἠοῦς μέχρι μεσημβρίας πλοῦν διανύσῃ. καὶ τοσοῦτον, φησίν, ἀπέχουσαν τὴν Λῆμνον ὅμως σκιάζει διὰ τὸ ὕψος παρακλίναντος τοῦ ἡλίου· οὐ μόνον
5δέ, ἀλλὰ καὶ μέχρι Μυρίνης. πόλις δέ ἐστιν ἡ Μυρίνη πρὸς τῷ τέλει τῆς Λήμνου. δίπολις γάρ ἐστιν ἡ Λῆμνος· ἔχει γὰρ Ἡφαιστίαν καὶ Μύριναν. ἐκλήθη δὲ ἀπὸ Μυρίνης τῆς Θόαντος γυναικός, Κρηθέως δὲ θυγατρός. b 〈κολώνη:〉 ἀκρώρεια. Lg
10c ἔνδιον: μεσημβρινόν. LgSm(P) d 〈καὶ ἐσάχρι:〉 περιττὸς ὁ καὶ σύνδεσμος. Lm 608 Σιντηίδα: ἐπιθετικῶς Σιντηὶς ἡ Λῆμνος· Τυρσηνοὶ γὰρ αὐτὴν πρῶτοι ᾤκησαν βλαπτικώτατοι ὄντες. ἢ τὴν ὑπὸ τῶν βαρβάρων οἰκισθεῖσαν· καὶ Ὅμηρος (θ 294)· ‘ᾤχετο δ’ ἐς Λῆμνον μετὰ Σίντιας
15ἀγριοφώνουσ‘. Ἑλλάνικος (4 fg 71c J.) δέ φησι Σίντιας ὀνομασθῆναι τοὺς Λημνίους διὰ τὸ πρώτους ὅπλα ποιῆσαι πολεμικὰ πρὸς τὸ σίνεσθαι τοὺς πλησίον καὶ βλάπτειν. 609—19a ἔνθ’ ἄμυδις: αἱ Λήμνιαι γυναῖκες ἐπιπολὺ τῶν τῆς Ἀφροδίτης τιμῶν κατολιγωρήσασαι, καθ’ ἑαυτῶν τὴν θεὸν ἐκίνησαν.
20πάσαις γὰρ δυσοσμίαν ἐνέβαλεν, ὡς μηκέτι αὐτὰς τοῖς ἀνδράσιν ἀρέσκειν.53

54

τῶν δὲ πρὸς Θρᾷκας ἐχόντων πόλεμον καὶ παλλακὰς ἐκεῖθεν αἰχμαλώτους λαμβανόντων καὶ ἀποστραφέντων τὰς γνησίας γαμετὰς κατὰ τὴν τῆς θεοῦ ὀργήν, ἐψηφίσαντο αἱ γυναῖκες νύκτωρ τοὺς ἄνδρας ἀνελεῖν. καὶ οὐ μόνον τοῦτο ἐποίησαν, ἀλλὰ καὶ τὰς αἰχμαλώτους ἀνεῖλον, καὶ δεδοι‐
5κυῖαι, μὴ οἱ παῖδες ἀνδρωθέντες τιμωρίαν πατρῶν ζητήσωσι λαβεῖν, πᾶν ὁμοῦ τὸ ἄρσεν γένος ἀνεῖλον. b ἐπὶ ληιάδεσσι: ταῖς αἰχμαλώτοις. LgSmP c 〈ἔρον:〉 ἀντὶ τοῦ ἔρωτα, Αἰολικῶς διὰ τοῦ ο. Lg d ἀντιπέρηθεν: ἐξ ἐναντίας· οὕτω γὰρ κεῖται ἡ Θρᾴκη τῆς
10Λήμνου. L e ἄτισσαν: ὅτι ἄτιμον αὐτὴν ἐπὶ πολὺν χρόνον ἐποίησαν. τῶν δὲ ἄλλων ἱστορούντων, ὅτι κατὰ χόλον τῆς Ἀφροδίτης αἱ Λημνιάδες δύσοσμοι ἐγένοντο, Μυρσίλος ἐν πρώτῳ Λεσβιακῶν (fg 7 M. IV 458) διαφέρεται καί φησι τὴν Μήδειαν παραπλέουσαν διὰ ζηλοτυπίαν ῥῖψαι
15εἰς τὴν Λῆμνον φάρμακον καὶ δυσοσμίαν γενέσθαι ταῖς γυναιξίν, εἶναί τε μέχρι τοῦ νῦν κατ’ ἐνιαυτὸν ἡμέραν τινά, ἐν ᾗ διὰ τὴν δυσωδίαν ἀπέχειν τὰς γυναῖκας ἄνδρα τε καὶ υἱεῖς. f 〈ἀμφ’ εὐνῇ:〉 λείπει τὸ ζηλοτυπήσασαι. Lg 620—21 οἴη δ’ ἐκ πασέων: πρῶτον μέν, διότι πατήρ, ἔδωκε
20τὴν ὀφειλομένην τῷ Θόαντι σωτηρίαν, δεύτερον δὲ διὰ τὴν ἡλικίαν καὶ ὅτι οὐκ αἴτιος ἦν αὐτὸς οὐδὲ συνεργὸς τῆς τῶν ἄλλων Λημνίων ἀσελγείας. 623—26a ἐς Οἰνοίην ἐρύ〈σαντο: εἴληφε τὴν ἱστορίαν
παρὰ Θεολύτου (M. IV 515). Σίκινος δέ ἐστι νῆσός τις πρὸ τῆς54

55

Εὐβοίας, τὸ πρότερον Οἰνοίη καλουμένη διὰ τὸ εἶναι αὐτὴν ἀμπελόφυτον. μνημονεύει δὲ τῆς μετονομασίας Ξεναγόρας (24o fg 31 J.) λέγων ὅτι μετωνομάσθη ἀπὸ Σικίνου τοῦ υἱοῦ Θόαντος καὶ νύμφης Οἰνηίδος. ὅτι δὲ ἐνθάδε Θόας ἐσώθη καὶ Κλέων ὁ Κουριεὺς ἱστορεῖ καὶ Ἀσκληπιάδης
5ὁ Μυρλεανός, δεικνὺς ὅτι παρὰ Κλέωνος τὰ πάντα μετήνεγκεν Ἀπολλώνιος. b ἐπακτῆρες: ἀντὶ τοῦ ἁλιεῖς. ἐπὶ νήσου κυνηγοὺς οὐ δεῖ λέγειν. Lg(P) c 〈τόν:〉 Σίκινον. Sg 627 ταῖσι δὲ βουκολ〈ίαι: λοιπὸν γὰρ διὰ τὸ ἀνδρῶν πολὺν
10χρόνον στερίσκεσθαι τὴν νῆσον, ἡ πεῖνα αὐτὰς καὶ εἰς ἀνδρεῖον μετέβαλεν βίον καὶ ἐπιτήδευμα. 628 〈διατμήξασθαι:〉 ἀντὶ τοῦ ἀροτριᾶν. Lg 629 〈Ἀθηναίης πέλεν ἔργων:〉 τῶν ἱστουργικῶν καὶ τῶν ἄλλων γυναικείων. Lg
15631 ἦ θαμὰ δὴ πάπτ〈αινον: ὁ ἦ σύνδεσμος ἰσοδυναμεῖ τῷ δή, ὥστε κεῖσθαι τὸν δὴ σύνδεσμον ὡς παρ’ Ὁμήρῳ (Α 518) ‘ἦ δὴ λοίγια‘ ἐκ παραλλήλου. 634 Μυρίνη πόλις τῆς Λήμνου, ἧς καὶ ἀνωτέρω (v. 604) μέμνηται. L
20636a θυιάσιν ὠμοβό〈ροισ: μαινάσιν, Βάκχαις· παρὰ τὸ θύειν καὶ ὁρμᾶν μαινομένας. ἔνθεν καὶ τὴν Σεμέλην Θυώνην καλοῦσιν, ἐπειδὴ Αἰσχύλος (p. 73 N.2) ἔγκυον αὐτὴν παρεισήγαγεν οὖσαν καὶ ἐν‐ θεαζομένην, ὁμοίως δὲ καὶ τὰς ἐφαπτομένας τῆς γαστρὸς αὐτῆς ἐν‐ θεαζομένας.
25τὸ δὲ ὠμοβόροις, ὅτι πολλάκις τῇ μανίᾳ κατασχεθεῖσαι καὶ
ὠμοσπάρακτα ἐσθίουσιν, ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις (1125 sqq.) φησίν.55

56

b 〈φὰν γάρ που ἱκάνειν:〉 ἔλεγον γὰρ αὐτοὺς ὡς εἰς πόλεμον ἐληλυθέναι. Lg 637 Θοαντιάς: δύο τύποι εἰσὶ τῶν θηλυκῶν πατρωνυμικῶν, ὁ εἰς ας οἷον Πηλιὰς καὶ ὁ εἰς ις οἷον Πελοπίς. καὶ ταῦτα δὲ εἰς ας
5μεταβάλλει τὴν τελευταίαν, ἐπειδὴ ἔχει τὸ ι πρὸ τῆς τελευταίας συλ‐ λαβῆς, ἵνα μὴ εἴη κακόφωνα. 638 〈ἀμηχανίῃ δ’ ἐχέοντο:〉 ἐν ἀπορίᾳ οὖσαι ἐπορεύοντο. Lg 639 〈ἐπὶ δέος ᾐωρεῖτο:〉 ἐπέκειτο. Lg 640 τείως δ’ αὖτ’ ἐκ νη〈ός〉· ἐν τοσούτῳ, ἐν ὅσῳ αὗται
10ὡπλίζοντο. ἐπεκτέταται δὲ τὸ τέως, κείμενον ἀντὶ τοῦ ἕως, ἕως δή. 643—48a σφωιτέροιο τοκ〈ῆοσ: ἀκαίρως τῷ δυϊκῷ ἐχρή‐ σατο ἀντὶ ἑνικοῦ. b 〈Ἀχέροντος:〉 ποταμὸς Ἅιδου. Lg c ἀπροφάτους: ἀπροσφωνήτους, ἀπροφασίστους.
15d 〈ἀπροφάτους:〉 σκοτεινάς. Sm e ἐπιδέδρομε λήθ〈η: ὅτι λέγονται οἱ τεθνηκότες λήθην τῶν γεγονότων αὐτοῖς ἐν τῇ ζωῇ λαμβάνειν. οὗτος οὖν, φησί, καὶ τεθνηκὼς εἰς λήθην οὐκ ἔπεσεν καὶ μετεμψυχωθεὶς κατὰ τὸν τῶν φιλο‐ σόφων λόγον ᾔδει τίς ἦν διὰ τὰς τοῦ Ἑρμοῦ βουλάς. Φερεκύδης (3 fg
20109 J.) δέ φησιν, ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου, ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. φασὶ δὲ τοῦτον τὸν Αἰθαλίδην οἱ Πυθαγορικοὶ (cf. 14, 8 Diels—Kranz) τῆς ψυχῆς οὔσης ἀφθάρτου κατὰ μὲν τοὺς Τρωικοὺς χρόνους ἀναβιώσαντα Εὔφορβον εἶναι τὸν Πάνθου, ἔπειτα ἐκ τούτου
25Πύρρον τὸν Κρῆτα, εἶτα Ἠλεῖόν τινα, οὗ τὸ ὄνομα ἀγνοεῖται, μετὰ
ταῦτα αὐτὸν τὸν Πυθαγόραν. Πυθαγόρας δέ, ἐν τῷ μεταλλοιοῦσθαι56

57

τὰς ψυχὰς καὶ παρεισδύνειν εἰς ἕτερα σώματα, φησίν, ὅτι γένοιτο μὲν πρῶτον Αἰθαλίδης Ἑρμοῦ υἱὸς καὶ Σαμίας ἑταίρας, εἶτα Εὔφορβος Τρώς, εἶτα 〈...〉 καὶ Πυθαγόρας· τὴν δὲ μνήμην αὑτῷ παρέπεσθαι τῷ κεχαρίσθαι Ἑρμῆν τῷ Αἰθαλίδῃ υἱῷ ὄντι.
5f μεμόρηται: κατὰ ἔκθλιψιν τοῦ ι, ἔστι γὰρ μεμοίραται ἀντὶ τοῦ κεκλήρωται. Αἰθαλίδης δέ, κῆρυξ τῶν Ἀργοναυτῶν, ἑτερήμερος, ὥς φασιν, ὥστε μίαν μὲν ἐν Ἅιδου, μίαν δὲ ὑπὲρ τὴν γῆν ἡμέραν διάγειν. 650 μειλίξατο: παρεκάλεσεν, ἔπεισε τῷ λόγῳ συνετὸς ὤν. καὶ γέγονε παρὰ τὸ Ὁμηρικόν (Ο 207)· ‘ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ’ ἄγγελος
10αἴσιμα εἰδῇ.‘ 651 ἤματος ἀνομένοιο: τῆς ἡμέρας ἐπὶ δύσιν ἀνυομένης. 652 πείσματα: τὰ τῆς πρώρας σχοινία. ὁ δὲ λόγος· καίτοι τῆς πνοῆς οὔσης τοῦ βορέου ἐπιτηδείας τοῖς Ἀργοναύταις πρὸς τὸν πλοῦν, ὅμως οὐκ ἔλυσαν τὰ σχοινία.
15659—61a λαρόν: ἡδύ, ἀπολαυστικόν· παρὰ τὸ λῶ πεποίηται, ὃ σημαίνει τὸ θέλω. ἤια δὲ νῦν ἐφόδια βρώματα. b μὴ δ’ ἄμμε: δῶμεν αὐτοῖς χρείας, ἵνα ἐκτὸς τῶν πύργων μένωσιν ἀπρόσοδοι πρὸς ἡμᾶς, μήπως διὰ τὴν τῶν ἐπιτηδείων ἀνάγκην καὶ χρείαν εἰσιόντες εἰς τὴν πόλιν ἀκριβῶς τὰ καθ’ ἡμᾶς μάθωσιν. L
20663 〈θυμηδές:〉 θυμῆρες, ἀγαπητόν. Lg 664a ἡμετέρη μέν νυ〈ν: κατ’ ἔγκλισιν τὸ νὺν ἀναγνω‐ στέον· οὐ γὰρ δηλοῖ χρόνον, ἀλλ’ ἴσον ἐστὶ τῷ δή. ἐκτατέον δὲ διὰ
τὸ μέτρον.57

58

b 〈παρενήνοθε:〉 ἀντὶ τοῦ παρελήλυθεν. Lg 665 ὑμέων δ’ εἴ τις: παρὰ τὸ Ὁμηρικόν (Ξ 107)· ‘νῦν δ’ εἴη, ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσπῃ‘. L 669 ῥικνοῖσι: ῥυσοῖς. ἡ δὲ λέξις παρὰ Καλλιμάχῳ (fg 49 Schn.
5= 44 Kapp)· ‘ναὶ μὰ τὸ ῥικνὸν σῦφαρ ἐμόν‘. διασκευάζει δὲ Ὁμη‐ ρικῶς τὴν γραῦν οὕτως (β 16)· ‘ὃς δὴ γήραϊ κυφὸς ἔην‘. 672 ἐπιχνοάουσαι: ὡς χνοῦν ἀναφυούσας ἔχουσαι τὰς τρίχας. 674 μόλις: κακῶς διὰ τοῦ λ· ἔδει γὰρ διὰ τοῦ γ μόγις, παρὰ τὸν μόγον.
10677 ἐπαύρεσθαι: ἐὰν μὲν παροξυτόνως, ἔσται συντελικὸς ἀντὶ τοῦ ἀπολαῦσαι· ἐὰν δὲ προπαροξυτόνως, παρατατικὸς ἀντὶ τοῦ ἀπο‐ λαύειν. 680 〈δ’ ὅμιλος:〉 ὁ τῶν Ἀργοναυτῶν. Lg 681—82 ἄλλα δ’ ὀπίσσω: πολλὰ δὲ κακὰ χείρονα μάχης καὶ
15πολέμου ἔσται. L 684 ἄγονοι: ἄσπερμοι διὰ τὸ ἀνδρὶ μὴ συνεῖναι. διὰ δὲ τοῦ ἐπιθέτου τοῦ γήρως τὸν λόγον ἐπιπλεῖον ἐκάκωσε, στυγερὸν γῆρας εἰπών. 685—88a βώσεσθε: ἀντὶ τοῦ βιώσεσθε. ὁ δὲ νοῦς· αἱ δὲ
20νεώτεραι πῶς βιώσεσθε καὶ ζήσεσθε, ὅταν γηράσητε, τῶν μὲν παλαιο‐ τέρων παρελθουσῶν, ὑμῶν δὲ λοιπὸν μὴ δυναμένων ἐργάζεσθαι; ἦ αὐτόματοι οἱ βόες ἀροτριάσουσι, καὶ θερίσουσι τοῦ ἔτους περιερχομένου, μηδενὸς ἀνθρώπου ἐπικειμένου τῷ ἔργῳ; b πρόκα: εὐθέως. Lg(P)
25c 〈καὶ πρόκα τελλομένου ἔτεος:〉 γράφεται καὶ περι‐ τελλομένου ἔτεος. Lm 689—90 ἦ μὲν ἐγών: ἐν ἤθει λέγει ταῦτα· εἰ καὶ πεφρί‐ κασιν οἷον φοβοῦνται ἐπ’ ἐμὲ αἱ κῆρες ἐλθεῖν νῦν, ὅμως ἀποθανοῦμαι —λέγει δὲ τῷ ὑπεργεγηρακέναι.
30691 〈κτερέων:〉 ἐνταφίων. Lg58

59

692 αὔτως, ἣ θέμις ἐστίν: οὕτως ὡς προσῆκόν ἐστιν. 694a ἐπήβολος: ἐπιτυχὴς καὶ καιρία ἐστὶν 〈ἡ〉 φυγὴ τῶν κακῶν. ἢ ἀντὶ τοῦ δεσπόζουσα καὶ συμφέρουσα. b 〈ἀλεωρή:〉 ἡ φυγὴ τοῦ κακοῦ ἤτοι τῆς ἀτεκνίας. Sm
5695 ληίδα: καταχρηστικῶς τὰ χρήματα, κυρίως δὲ τὰ ἐκ λα‐ φυραγωγίας. 696 ἄστυ: ἐτυμολογεῖ Εὔμολπος τὴν λέξιν ἄστυ λέγων παρὰ τὸ 〈ἄνω〉 ἵστασθαι· ἐπὶ μετεώρου γὰρ κεῖνται αἱ πόλεις. 699a 〈ὑποβλήδην:〉 ὑποβολάδην, εὐθέως. Lg
10b ὑποβλήδην κυρίως σημαίνει, ἐπειδὰν λέγοντός τινος ἕτερος περικόψας τὸν ἐκείνου λόγον λέγῃ. καὶ ὑποβάλλειν ἐπὶ τοῦ αὐτοῦ. ἔστι δ’ ὅτε τὸ ὑποβάλλειν σημαίνει τὸ ἐνίστασθαι καὶ ἐναντιοῦσθαι. ἐνταῦθα δὲ τὸ ὑποβλήδην ἀντὶ τοῦ λάθρα συναινεῖν κεῖται. P 700 ἥδε μενοινή: ἀντὶ τοῦ βουλή. ἀστείως δέ, ἐπεὶ αὐτῇ
15ἤρεσε τὰ λεχθέντα, ἵνα μὴ ὥσπερ ἀκολασίαν κατηγορῆται, τὴν κοινὴν πασῶν ἐπικαλεῖται μαρτυρίαν. 701 καὶ ἄγγελον μετὰ νῆα: ἀντὶ τοῦ ἐπὶ τὴν ναῦν. πε‐ ριττὸς δὲ ὁ καὶ σύνδεσμος. 703—04 ὄρσο μοι, Ἰφινό〈η: τὸ ἑξῆς· ὄρσο μοι, Ἰφι‐
20νόη, τοῦδ’ ἀνέρος ἀντιόωσα, ὅστις στόλου ἡγεμονεύει, ἡμέτερόνδε μολεῖν. τὸ δὲ ἀντιόωσα ἀντὶ τοῦ ἀντιάσουσα οἷον ἀξιώσουσα, τουτέστι δεησομένη. στόλος δέ ἐστιν ἐπὶ πρᾶξίν τινα πορευόμενον πλῆθος, καὶ ἐπὶ νεῶν τε λέγεται καὶ σχεδὸν ἐπὶ πάσης ὁρμῆς καὶ μείζονος παρασκευῆς. προστίθησι δὲ οὕτω Παλαμήδης· ‘οὕτω
25δὲ λέγεται καὶ ἡ εἰς ὀξὺ 〈τῆς νεὼσ〉 ἀπόληξισ‘. 707 εὐμενέοντας: τοῦτο ὡς πρὸς ὃ 〈φόβον〉 εἶχον, μὴ ἄρα
πολέμιοι ἦσαν. L59

60

712 κούρη τοί μ’ ἐφέ〈ηκε:〉 διὰ τοῦ κόρη τὸν τῶν Ἀργο‐ ναυτῶν φόβον ἀποκρούεται καὶ ἀποτρέπεται· καὶ γὰρ αὐτοὶ ἐδεδοίκεσαν ἑωρακότες αὐτὰς καθωπλισμένας. παρθένος γὰρ ἡ καλέσασα. τὸ δὲ Θοαντιὰς ἀντὶ τοῦ Θοαντίς.
5717 〈ἐναίσιμος:〉 καθήκων, ἀβλαβής. Lg 718—19 εἴσαντο: ἀντὶ τοῦ διενοήθησαν, ὑπέλαβον. τηλυ‐ γέτην δὲ νῦν ἀκουστέον μόνην. ὁ γὰρ νοῦς· διενοήθησαν δὲ μονογενῆ Θόαντι τὴν Ὑψιπύλην γεγενημένην τὴν βασιλείαν τοῦ πατρὸς εἰληφέναι. 721—22 Ἰτωνίδος: ἐν Θεσσαλίᾳ θεὰ Ἰτωνὶς τιμᾶται καὶ ἐν
10Κορωνείᾳ [πόλις] τῆς Βοιωτίας, ἀπὸ Ἰτώνου τοῦ ἥρωος. ἀστείως δὲ οὐ πολεμικῇ σκευῇ χρώμενον εἰσάγει, ἀλλ’ ἐσθῆτι κοσμούμενον· πρῶτον μέν, ὅτι ἀπόλεμον αὐτὸν ἐκάλει, ἔπειτα, ὅτι καὶ γυναικῶν μόνων ἡ πόλις, αἳ μάλιστα τοῖς τοιούτοις χαίρουσι. καὶ ὁ Μένανδρος (fg 736 K. III 208)· ‘εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτ’ εἰς γυναῖκασ‘. ἤδη
15δὲ καὶ διὰ τῆς δωρησαμένης θεοῦ τὸ τῆς χλανίδος κάλλος ἐσήμηνεν. 723—24 δρυόχους: ἐν οἷς καταπήσσεται ἡ τρόπις ξύλοις, ταῦτα οὕτω καλοῦσιν. Ὅμηρος (τ 574)· ‘ἵστασχ’ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντασ‘. δρύοχοι οὖν τὰ ἐγκοίλια τῆς νεώς. κανόνας δὲ τὰς στάθμας, οἷς τὰ ξύλα καὶ τοὺς τοίχους οἱ τέκτονες ἐξισάζουσι. δάε δέ· ἐδίδαξεν
20ἡ θεός. 725 τῆς μὲν ῥηίτε〈ρον: ἐν τῇ προεκδόσει τῷ τῆς μὲν ῥηίτερόν κεν ἑξῆς ἐστιν ἄκρα δὲ πορφυρέη (v. 728), οἱ δὲ
μεταξὺ δύο οὐκ εἰσίν. L60

61

726—27 ἔρευθος: ἐρύθημα. ἔστι δὲ καὶ βοτάνης εἶδος ἐρυθρόν, ᾗ τὰ ἔρια βάπτουσιν. ἐρευθήεσσα δὲ ἀντὶ τοῦ πυρρά, ὑπέρυθρος. καὶ ἔστι παρὰ τὸ Σαπφικόν (fg inc. lib. 37 Lobel = 20 B. III 96)· ‘παντοδαπαῖσ〈ι〉 μεμιγμένα χροιαῖσιν‘.
5728 〈ἄκρα〉: τὴν ἀρχὴν καὶ τὸ τέλος. Lg 729 〈ἐκέκαστο:〉 ἐκεκόσμητο, ἐπέκειτο. Lg 730—31a Κύκλωπες: οὗτοι γάρ, Βρόντης καὶ Στερόπης, τῷ Διὶ τὸν κεραυνὸν ἔδωκαν. καὶ Ἡσίοδος (Theog. 141)· ‘οἳ βροντὴν Ζηνὶ ἔδοσαν τεῦξάν τε κεραυνόν‘.
10b 〈π’ ἀφθίτῳ:〉 ἐπὶ θείῳ καὶ θαυμαστῷ καὶ ἀθανάτῳ ἔργῳ. Lg c ἤτοι ἐπὶ ποσότητος τόσον ἢ ἐπὶ θαύματος, τοσοῦτον ἀντὶ τοῦ μεγάλως. Lm(P) 732—33 μιῆς δ’ ἔτι δεύετο: ὅτι ἦν ἡμιτελὴς παρὰ μίαν ἀκτῖνα ὁ κεραυνός. αἰνίττεται δέ, ὅτι τὸ κατασκεύασμα ἀληθῶς εἶχε
15τὸν κεραυνὸν καὶ ὀλίγῳ ἐλαττούμενον τῆς ἀληθοῦς λαμπηδόνος· οὐ γὰρ οἷόν τε ἦν τεχνίτην ἐν ποικίλματι ὁμοίαν τὴν λαμπηδόνα ποιῆσαι τῆς ἀληθοῦς. 734 μαλεροῖο: οἱ νεώτεροι τοῦ λαμπροῦ, οἱ δὲ τοῦ μαραν‐ τικοῦ. Lg(P)
20735—37a Ἀντιόπης: δύο Ἀντιόπαι ἐγένοντο, ἡ μὲν Νυκτέως,
ἡ δὲ Ἀσωποῦ, ἧς καὶ μέμνηται· ἧς καὶ Διὸς Ἀμφίων καὶ Ζῆθος, οἳ61

62

καὶ τὰς Θήβας ἐτείχισαν, ὡς καὶ Ὅμηρός φησιν (λ 263)· ‘οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο‘. Φερεκύδης (3 fg 41c J.) δὲ καὶ τὴν αἰτίαν παραδίδωσι· διότι Φλεγύας πολεμίους ὄντας εὐλαβοῦντο. 〈...〉 βασιλεύοντι 〈...〉 Κάδμῳ 〈...〉.
5b 〈κεῖτο πέλας:〉 ἀστείως ὡς πρὸς τὴν ἕδραν τῆς πόλεως καὶ τὴν στάσιν τῶν τειχῶν τὸ κεῖτο ἔταξεν. Lg(P) 738—39 ἐπωμαδὸν ἠέρταζ〈εν: κατὰ τοὺς ὤμους ἐβά‐ σταζεν, ἐπὶ τῶν ὤμων ᾖρεν. διὰ δὲ τοῦ ἐοικὼς ἐκόλασε τὸν λόγον διὰ τὸ ἐν γραφῇ εἶναι· οὐ γὰρ ἀληθῶς ἐκακοπάθει ἐν τῇ γραφῇ.
10740—41a ἐπὶ οἷ: ἐπ’ αὐτῷ τῷ Ζήθῳ ἑπόμενος. τὸ δὲ δὶς τόσση ἀντὶ τοῦ· διπλασίων τῷ Ἀμφίονι ἐπηκολούθει πέτρα. ὅτι δὲ ἠκολούθησαν τῇ Ἀμφίονος λύρᾳ οἱ λίθοι αὐτόματοι, ἱστορεῖ καὶ Ἀρμε‐ νίδας ἐν αʹ (fg 2 M. IV 339). τὴν δὲ λύραν δοθῆναι Ἀμφίονι ὑπὸ Μουσῶν φησι, Διοσκορίδης (fg 8 M. II 196) δὲ ὑπὸ Ἀπόλλωνος. καὶ
15Φερεκύδης δὲ ἐν τῇ ιʹ (3 fg 41a J.) ἱστορεῖ ὑπὸ Μουσῶν. b δὶς τόσση δέ: διπλῆ ὡς πρὸς ἣν ἐβάσταζεν ὁ Ζῆθος. διὰ δὲ τούτου οὐδὲν ἕτερον δηλοῖ ἢ τὴν τῆς μουσικῆς καὶ τὴν τῆς εὐπαι‐ δευσίας ἀρετὴν ὡς πρὸς τὴν ἄλογον ἀνδρίαν, παραινῶν ὅτι ὁ μὲν καὶ σφόδρα ἰσχυρὸς ὀλίγον καίτοι κακοπαθῶν ἔφερεν, ὁ δὲ μέγιστον τῇ
20εὐπαιδευσίᾳ φέρειν ἠδύνατο.62

63

743 ὀχμάζουσα: κατέχουσα, βαστάζουσα, καίτοι μὴ οὖσα πο‐ λεμική, ἀλλ’ ὡς ἐραστῇ χαριζομένη. κυρίως δέ ἐστιν ὀχμάσαι τὸ ἵππον ὑπὸ χαλινὸν ἀγαγεῖν ἢ ὑπὸ ὄχημα. κυρίως δὲ λέγεται τὸ ἐν μάχῃ κρατῆσαι, ἀπὸ τῆς αἰχμῆς. θοὸν δὲ τὸ εὐκίνητον καὶ εὐμετάφορον,
5ἀπὸ τοῦ θοάζειν, ὅ ἐστι ταχύνειν. Lm(P) 745—46a δίκηλον κυρίως τὸ τῷ Διὶ ἐοικὸς ἄγαλμα, κατα‐ χρηστικῶς δὲ καὶ πᾶν ὁμοίωμα, ὡς καὶ νῦν. καὶ δικηλιστὰς δὲ τοὺς σκωπτικοὺς τοὺς ἐν τῷ σκώπτειν ἀπομιμουμένους τινὰς ἄλλους. ἐν δὲ τῇ ἀσπίδι, φησί, χαλκῇ οὔσῃ ἐφαίνετο αὐτῇ μορφὴ ὁμοία.
10b 〈δίκηλον:〉 εἴδωλον. Lg 747—51a ἐν δὲ βοῶν: ἡ Τάφος νῆσός ἐστι μία τῶν Ἐχινάδων, ἣν 〈...〉 οἰκοῦντες ἄνδρες λῃστρικώτατοι ἐτύγχανον τὸν τρόπον καὶ εἰς Ἄργος ποτὲ ἐλθόντες τὰς τοῦ Ἠλεκτρύωνος βόας ἀπήλασαν τοῦ πατρὸς Ἀλκμήνης. γενομένης δὲ μάχης καὶ ὁ Ἠλεκτρύων καὶ οἱ τούτου παῖδες
15ἀνῃρέθησαν. διὸ Ἀλκμήνη μετέστη καὶ ἀνεκήρυξεν τὸν ἑαυτῆς γάμον τῷ τιμωρησομένῳ τὸν πατρῷον φόνον. τιμωρησάμενος δὲ Ἀμφιτρύων ἔγημεν. ἡ ἱστορία σαφῶς ἐν τῇ Ἀσπίδι παρ’ Ἡσιόδῳ (1—19). b Τηλεβόαι τὴν Ἀκαρνανίαν οἰκοῦντες μετῴκησαν εἰς Τάφον 〈...〉 διὰ βοῶν ζήτησιν. περὶ δὲ τῆς μάχης Ἡρόδωρος (31 fg 15 J.) ἱστορεῖ,
20ὅτι Περσέως καὶ Ἀνδρομέδας δʹ παῖδες ἐγένοντο, Ἀλκαῖος, Σθενέλαος,63

64

Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς καὶ Ποσειδῶνος Πτερέλαος· Πτερελάου παῖδες Τηλεβόας καὶ Τάφιος, ἀφ’ οὗ ἡ νῆσος. ὡς δέ τινες, Τηλεβόου τοῦ Πτερελάου ἐγένοντο παῖδες οἱ καλούμενοι Τηλεβόαι. ἐλθόντες δὲ ἀπ‐
5ῄτουν Ἠλεκτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν Ἱπποθόης, ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνῃρέθησαν ὑπ’ αὐτῶν. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερελάου τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς Τάφιος, ἀφ’ οὗ καὶ ἡ νῆσος.
10c ἀμέρσαι: στερῆσαι. LgP 752—58a δηριόωντες: ἀγωνιζόμενοι. ὁ γὰρ Οἰνόμαος Ἄρεως ὢν παῖς καὶ Ἁρπίνης τῆς Ἀσωποῦ, ἐξ Εὐρυθόης τῆς Δαναοῦ θυγατέρα ἔχων Ἱπποδάμειαν καὶ χρησμὸν λαβὼν ἀναιρεθήσεσθαι ὑπὸ τοῦ ἰδίου γαμβροῦ, οὐκ ἐβούλετο ἐκδοῦναι αὐτὴν εἰ μὴ τῷ νικήσαντι δι’ ἵππων.
15προέκειτο δὲ αὐτοῖς Κλάδεως ποταμὸς ἀφετηρία, Ἰσθμοῖ δὲ τὸ τέρμα. καὶ ἀνεῖλεν ιγʹ μνηστῆρας, ὡς Πίνδαρος (Ol. I 79) ἱστορεῖ. ἐλθόντος δὲ τοῦ Πέλοπος ἐπὶ τὸν ἆθλον μετὰ ἵππων δεδομένων αὐτῷ ὑπὸ Πο‐ σειδῶνος, ἐρασθεῖσα ἡ Ἱπποδάμεια ἔπεισεν Μυρτίλον τὸν Ἑρμοῦ μὲν
παῖδα, ἁρματοπηγὸν δὲ καὶ ἡνίοχον Οἰνομάου, παρασκευάσαι 〈ὡσ〉 κατα‐64

65

τροχίσαι τὸν πατέρα, βουλομένη Πέλοπι γήμασθαι. 〈...〉 σκευάσαντα τὸν ἔμβολον ἐκ κηροῦ, ἵνα ἐν τῷ δρόμῳ θλασθέντος αὐτοῦ νικήσας Πέλοψ λάβῃ αὐτὴν πρὸς γάμον. Φερεκύδης δὲ ἐν ηʹ (3 fg 37a J.) φησίν, ὅτι οὐκ ἐνέθηκεν ἐν τῷ ἄξονι τὸν ἔμβολον, καὶ οὕτως ἐκκυλισθέντος τοῦ
5τροχοῦ ἐκπεσεῖν τὸν Οἰνόμαον. αἱ δὲ τοῦ Οἰνομάου ἵπποι Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ Μυρτίλος Ἑρμοῦ υἱὸς ἐκ μιᾶς τῶν Δαναοῦ θυγατρῶν Φαεθούσης, οἱ δὲ ἐκ Κλυμένης, οἱ δὲ ἐκ Μυρτοῦς μιᾶς τῶν Ἀμαζόνων. b παραιβάτις: οὐχ ὅτι αὐτῷ κατὰ τὸν ἀγῶνα συμπαρῆν, ἀλλ’ ὅτι ὁ τεχνίτης ἀμφότερα δεῖξαι θέλων, καὶ τὸν δρόμον καὶ τὴν νίκην,
10τοῦτο πεποίηκεν. Lm(P) c προτενές: προτεταμένον ἔχων τὸ δόρυ. Lg(P) d ἄξονος ἐν πλήμνῃ〈σι: διαφέρει πλήμνη καὶ πλήσμη· ἡ μὲν γὰρ τὴν χοινικίδα σημαίνει τοῦ τροχοῦ, ἡ δὲ πλήσμη τὴν πλήμμυραν τοῦ ποταμοῦ. διόπερ παρ’ Ἡσιόδῳ οὕτως ἀναγνωστέον (fg 217 Rz.2
15‘αὐτὸς δ’ ἐν πλήσμῃσι διιπετέος ποταμοῖο‘, καὶ οὐχ, ὥς τινες, ‘ἐν πλή‐ μνῃσι‘, εἰ μὴ ἄρα ἔξωθεν προσλάβοιμεν τὴν σὺν πρόθεσιν, σὺν πλή‐ μνῃσιν. LmP e παρακλιδόν: παρακεκλιμένως ἔπιπτεν. Lg(P) 760—62a 〈βούπαις:〉 μέγας παῖς, οὔπω τέλειος ἀνήρ. Lg(P)
20b Τιτυὸν μέγαν: Ἐλάρη μήτηρ Τιτυοῦ. μετὰ τὴν τελευτὴν
δὲ τῆς μητρὸς λέγεται παρὰ τῆς Γῆς ἀνατετράφθαι, καθὰ καὶ Ὅμηρος65

66

ἱστορεῖ (λ 576)· ‘καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν‘. Φερεκύδης (3 fg 55 J.) δέ φησιν, ὅτι Ἐλάρῃ τῇ Ὀρχομενοῦ μιγεὶς ὁ Ζεὺς ὤθησεν αὐτὴν κατὰ γῆς ἤδη κύουσαν δεδοικὼς τὴν τῆς Ἥρας ζηλοτυπίαν, καὶ ἀνεδόθη 〈ἐκ〉 τῆς γῆς Τιτυός· διὸ καὶ γηγενὴς καλεῖται.
5c Ἐλάρη μήτηρ Τιτυοῦ, ὃν κύουσα ἐκ Διὸς καὶ ἀδυνατοῦσα γεν‐ νῆσαι διὰ τὸ μέγεθος τοῦ παιδὸς ἀπώλετο 〈...〉. δοκεῖ δὲ ἡ ἱστορία ἀπίθανος εἶναι καὶ ἄπιστος, ὅτι ἐκ δευτέρου ἡ Γῆ ἐγέννησε τὸν Τιτυόν. ἀλλ’ ἐροῦμεν, ὅτι οἱ ποιηταὶ τοὺς τερατώδεις κατὰ τὸ σῶμα Γῆς εἶναί φασιν. οὕτω γὰρ καὶ Καλλίμαχος (fg 376 Schn) τὰ δεινὰ τῶν θηρίων
10Γῆς εἶναι ἔφη. ὅτι δὲ μέγας ὁ Τιτυός, καὶ Ὅμηρός φησιν (λ 577)· ‘ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα‘. φαμὲν οὖν, ὅτι, ὅτε πρὸς Ἐλάρης ἐτέχθη, ἐδόκει αὐτῆς εἶναι διὰ τὸ βραχὺ τοῦ σώματος· ὡς δὲ αὐξηθεὶς τερα‐ τώδης ἐγένετο, ἔπλασαν καὶ τεχθῆναι αὐτὸν καὶ τετράφθαι πρὸς τῆς Γῆς. d 〈βούπαις οὔπω πολλός—〉 Τιτυὸν μέγαν: τὸ μέ‐
15γαν θαυμαστικῶς εἴρηται, ὅτι βούπαις ὢν μέγαν ἐτόξευσεν. καὶ ἤτοι πρὸς τὴν θείαν φύσιν ἀκουστέον ἢ πρὸς τὸ ὑπ’ ὄψιν εἶναι τὴν ὕβριν τῆς μητρός, ὅτι πολλάκις τὰ δεινὰ τῶν πραγμάτων καὶ τὴν ἡλικίαν καὶ τὴν φύσιν οἶδε βιάζεσθαι. πρὸς ὃ ὁ ποιητὴς οὐ τῷ κυρίῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τῷ κατὰ φύσιν, μητέρα εἰπών.
20763—64a ἐν καὶ Φρίξος ἔην Μινυή〈ιοσ: Μινυήιος ὁ Ἰώλκιος· τὴν γὰρ Ἰωλκὸν Μινύαι ᾤκουν, ὥς φησι Σιμωνίδης ἐν Συμ‐ μίκτοις (8 fg 3 J.). δύναται δὲ καὶ ἀντὶ τοῦ Ὀρχομένιος· πολλοὶ γάρ
φασιν ἐν Ὀρχομενῷ οἰκῆσαι τὸν Ἀθάμαντα.66

67

ζητητέον δὲ τί βούλεται αὐτῷ ταῦτα τὰ ποικίλματα. καὶ ἐροῦμεν, ὅτι ὁ ποιητὴς διὰ τῆς χλαμύδος οὐδὲν ἕτερον ἢ τὴν κοσμικὴν τάξιν καὶ τὰς τῶν ἀνθρώπων πράξεις φησί. καὶ πρῶτον μὲν διὰ τοῦ κεραυνοῦ καὶ τῶν Κυκλώπων θεόν τινα καὶ θείαν φύσιν ἀλληγορεῖ· διὸ καί φησιν
5(v. 730)· ‘ἐπ’ ἀφθίτῳ ἥμενοι ἔργῳ‘. μεθ’ ὃ πόλεις κτιζομένας διὰ τῆς τοῦ Ἀμφίονος λύρας ἱστορεῖ· ἔπειτα τὰ ἐν ταῖς πόλεσι πάντα γινόμενα, ἔρωτάς τε καὶ πολέμους—τοῦτο γὰρ βούλεται αὐτῷ ἡ Ἀφροδίτη ὁπλο‐ φοροῦσα, ἡ δὲ βία καὶ αἱ μάχαι διὰ τῆς τῶν Ταφίων ἱστορίας—, ἀγῶνάς τε καὶ γάμους διὰ τῶν τοῦ Πέλοπος ἄθλων, ἀσεβείας τε καὶ τιμωρίας
10πρὸς τῶν κρειττόνων διὰ τοῦ Τιτυοῦ, ἐπιβουλάς τε καὶ διαβολὰς καὶ σωτηρίας διὰ τῆς τοῦ Φρίξου ἱστορίας, καὶ σχεδὸν πάντα τὰ ἐν ταῖς πόλεσι γινόμενα διὰ τῆς χλαμύδος ποιητικῶς ἔφρασεν. δῶρον δέ φησιν εἶναι τὴν χλαμύδα τῆς Ἀθηνᾶς, ἐπειδὴ ὅ τε κόσμος ὑπὸ τῆς θείας φρονήσεως γέγονε, τῶν τε ἐν αὐτῷ ὑπὸ τῶν ἀνθρώπων πραττομένων
15οὐδὲν ἄνευ φρονήσεως ὀρθῶς γένοιτ’ ἄν. b εἰσαΐων: ἐφθέγγετο γὰρ ὁ κριὸς πιστούμενος τῷ Φρίξῳ τὴν σωτηρίαν κατὰ βούλησιν Διός. Lm(P) c 〈δ’:〉 κριός. Sg d ἐξενέποντι: περιττὴ ἡ ἔξ. LgP
20e 〈ἐξενέποντι:〉 ἀνθρώπῳ. Sm 768 〈το’ ἄρα δῶρα:〉 πρὸς δὲ παρθένον στελλόμενος παρ‐ θένου δῶρα μεταχειρίζεται. 769—73 ὅρρ’ Ἀταλάντη: Ἰασίωνος θυγάτηρ, ἣν ἔγημεν Μει‐ λανίων. ἑτέρα γάρ ἐστιν ἡ Ἀρκαδική, 〈ἑτέρα〉 ἡ Σχοινέως, ἣν ἔγημεν
25Ἱππομένης. Μαίναλος δὲ ὄρος Ἀρκαδίας, ἐν ᾧ ἡ Ἀταλάντη διῆγεν,67

68

ἀπὸ Μαινάλου τοῦ Ἀρκάδος, ὥς φησιν Ἑλλάνικος (4 fg 162 J.). αἱ δὲ Ἀριστάρχειοι (I 404, 10 Ludwich) δι’ ἑτέρου ρ ἔχουσι τὰς τοιαύτας γραφάς, ὡς Ἡρακλέων (fg 11 Berndt Progr. gymn. Insterb. 1914, 21) φησὶν ἐν τῇ π τῆς Ἰλιάδος (228) ‘τό ῥα τότ’ ἐκ χηλοῖο λαβών‘. τὸ δὲ
5δεῖσεν ἀργαλέας ἔριδας τὰς τῶν μνηστήρων λέγει τῆς Ἀταλάντης ἔριδας· ἔδεισεν, μὴ εἰς στάσιν αὐτοὺς ἐξάψῃ καὶ διαφορά τις γένηται μεταξύ, τῶν μὲν μιγῆναι αὐτῇ θελόντων, τῆς δὲ τὴν παρθενίαν τηρούσης. ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις, Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 6 J.). Αἰσχύλος δὲ ἐν Ὑψιπύλῃ (p. 79 N.2)
10ἐν ὅπλοις φησὶν αὐτὰς ἐπελθούσας χειμαζομένοις ἀπείργειν, μέχρι λαβεῖν ὅρκον παρ’ αὐτῶν ἀποβάντας μιγήσεσθαι αὐταῖς. Σοφοκλῆς δὲ ἐν ταῖς Λημνίαις (II p. 52 Pearson) καὶ μάχην ἰσχυρὰν αὐτοῖς συνάψαι φησίν. 775a καλύβαις: ταῖς διὰ τῶν ἱματίων, νηγατέαις δὲ νεο‐ κατασκευάστοις.
15b καλύβῃσι: ἀντὶ τοῦ παστῷ. Lg(P) 776 〈θηήσαντο:〉 ἀντὶ τοῦ ἔβλεψαν. Lg 777 κυανέοιο: νῦν λαμπροῦ. Lg(P) 781a τῷ ἴκελος: ἤτοι κατ’ ἔρωτα λέγει ἢ κατὰ μνηστείαν. διόλου δὲ ἁρμόζουσα καὶ οἰκεία ἡ εἰκών. καὶ γὰρ καὶ αὐτὸν ἐρῶσα
20ἐξεδέχετο παρθένος καταλαμπόμενον τῷ κάλλει. b ἀνὰ στίβον: ἀνὰ τὴν ὁδόν, παρὰ τὸ στείβω τὸ περιπατῶ. 783 ἐπεκλονέοντο: οὐ καλῶς τὸ ἐπεκλονέοντο εἴρηκεν ἅμα τῇ χαρᾷ· κλόνος γὰρ ἡ ταραχή. Ὅμηρος (Ε 93)· ‘ὣς ὑπὸ Τυδείδῃ πυκιναὶ κλονέοντο φάλαγγεσ‘.
25785 ἀπηλεγέως: ἀντὶ τοῦ συντόμως, ἀποφατικῶς. Ἡρωδιανὸς
δὲ ἐν τῷ γʹ τῆς Καθόλου (I 79, 23 L.) ἀνηλεγέως φησί.68

69

786 προφανέντι: περιττὴ ἡ πρὸ πρόθεσις. θεράπναι δὲ κατὰ συγκοπὴν τοῦ θεράπαιναι. 787 σανίδες: οὕτω λέγονται τὰ ὑπερμήκη ξύλα καὶ πλατέα οἷον τανίδες, παρὰ τὴν τάσιν.
5788—89a ἔνθα μιν: ἐν τῇ προεκδόσει·
‘ἔνθα μιν Ἰφινόη προδόμου διὰ ποιητοῖο
ἐσσυμένως καλῆς ἐπὶ δίφρακος εἷσεν ἄγουσα.‘ L b καλῆς διὰ παστάδος: ἣν ἡμεῖς προστάδα λέγομεν. εἴρηται δὲ οὕτως διὰ τὸ ἐν αὐτῇ σιτεῖσθαι ἡμᾶς οἱονεὶ πάσασθαι. καλῆς δὲ
10ἤτοι ὅτι βασίλεια τὰ οἰκήματα ἢ ὅτι ἐρωτικά· τοιαῦτα γὰρ τὰ τῶν ἐρώντων, ὡς καὶ Ἀνακρέων (fg 119 B. III 286) ἐπὶ ἐρωμένης φησίν 〈...〉. c 〈δι’ ἀναστάδος:〉 ἐπιπέδου. Sm 794—96a ἧσθ’ αὔτως: εἰκῇ ἐκαθέζεσθε. ἤδη δὲ καὶ διὰ τούτου ἐφ’ ὃ ἐκάλεσεν αὐτὸν ᾐνίξατο καὶ τὰ τῆς εὐμενείας οὕτω πορίζεται.
15b π’ ἀνδράσιν: ἀντὶ τοῦ ὑπ’ ἀνδρῶν. Ὅμηρος (Β 816)· ‘Τρωσὶ μὲν ἡγεμόνευε‘. τοῦτο δὲ Ἰώνων ἴδιον. ταῦτα δὲ πλάττεται ἡ Ὑψιπύλη, ἀποδημεῖν ἐπὶ Θρᾴκης τοὺς ἄνδρας. ἀρόωσι δὲ ἀροτρι‐ ῶσιν, ἀφ’ οὗ τὸ διάγουσιν ἀκουστέον. πλάττεται δὲ καὶ ἀφανίζει τὸ ἀληθῶς γεγονὸς καὶ τὸν φόνον τῶν ἀνδρῶν.
20c ἐπινάστιοι: ἔποικοι. LgP 800a ἀπορνυμένους δὲ ἤτοι ἀπερχομένους τοὺς Λημνίους φησίν. P b ἐπαύλους: τὰς ἐπαύλεις, τὰς μάνδρας. ἢ καταχρηστικῶς·
τὰς οἰκίας τῶν Θρᾳκῶν ἐπόρθουν οἱ Λήμνιοι.69

70

801—03a ἐκ νηῶν: ἀντὶ τοῦ διὰ τῶν νηῶν. LgP b αὐτῇσι δ’ ἀπείρο〈να: θαυμαστικῶς, οἷον· ληιάδας αὐτὰς καὶ δεσποίνας ἡμῶν ἔφερον ἄγοντες. ἐν δὲ τῇ προεκδόσει·
‘ἐκ νηῶν, ἄμυδις δὲ βόας καὶ μῆλα κόμιζον
5
αὐτῇσιν κούρῃσιν ἀπείρονα ληίδα δεῦρο.
καὶ τότ’ ἔπειτ’ ἀνὰ δῆμον ἀάατος ἔμπεσε λύσσα,
οὐκ οἶδ’ ἢ θεόθεν ἢ αὐτῶν ἀφροσύνῃσι.‘ L c οὐλομένης: ἀντὶ τοῦ τῆς δεινῆς ἤ, ἀπὸ τοῦ συμβαίνοντος, ὀλέ‐ θρου ποιητικῆς, ὡς τὸ ‘πολύδακρυν Ἄρηα‘ (Hom.) τὸν δακρύων ποιητικόν.
10d πορσύνετο: κατεσκευάζετο. Lg P e θυμοφθόρον ἄτην: τὸν ἔρωτα λέγει. Lg(P) 805a ᾗ ματίῃ: τῇ ἑαυτῶν ματαιότητι καὶ μωρίᾳ καὶ φρενο‐ βλαβείᾳ νικηθέντες. b ἀπεσσεύοντο: ἀντὶ τοῦ ἐδίωκον. LgP
15807—08 εἴ κέ ποτ’ αὖτις: περιττὸς ὁ κὲ σύνδεσμος. ὁ γὰρ λόγος· πολὺν χρόνον ὑπεμείναμεν, εἴ ποτε μεταμεληθῶσιν. ἵνα δὲ μὴ ὥσπερ ζηλοτυπίαν καὶ ἀκρασίαν κατηγορήσῃ τῶν γυναικῶν, ἐπὶ πολὺ αὐτάς φησιν ἐνηνοχέναι τὸ πάθος. L 810 σκοτίη: ἡ ἐκ τῶν αἰχμαλώτων. Lg P
20811—12 χῆραί τ’ ἐπὶ τῇ〈σιν: ἵνα μὴ τῶν παρθένων ἀσέλγειαν κατηγορῇ, [εἶπεν] ἐπὶ τούτῳ φησίν· ἐδυσφόρουν διὰ τὰς χηρευούσας μητέρας καὶ ἐφρόντιζον· κατὰ κοινοῦ δὲ τὸ ἀλάληντο. ἢ πρὸς ἕτερον· ὅτι οὐδεμία ἡμῶν πρὸς γάμον ἤρχετο, εἴχομεν γὰρ τὴν τῶν μητέρων χηρείαν καὶ ὕβριν διδάσκαλον τῶν ἡμῖν ἐσομένων. L
25813 οὐδὲ πατήρ: πρὸς πλείονα οἶκτον καὶ ἔμφασιν διόλου τοῖς φυσικοῖς ὀνόμασι χρῆται. L
816 λώβην: κάκωσιν, ὕβριν. LgP70

71

820 ὑπέρβιον: μέγα καὶ θαυμαστόν· οἶδε γὰρ αὐτὸ δεινὸν καὶ ἄπιστον, εἰ γυναῖκες ἀνδρῶν ἐκράτησαν. διὸ καὶ τὴν τοῦ δαιμονίου ἐπίταξίν φησιν εἰληφέναι. 823 αὐταῖς ληιάδεσ〈σιν: λείπει ἡ σὺν πρόθεσις, ἵν’ ᾗ· σὺν
5αὐταῖς ταῖς γυναιξί. L 824—25 θεσσάμενοι: ἐξ αἰτήσεως ἀναλαβόντες, αἰτήσαντες· θέσσασθαι γὰρ τὸ αἰτῆσαι καὶ ἱκετεῦσαι. καὶ Ἡσίοδος (fg 201 Rz.2)· ‘θεσσάμενος γενεὴν Κλεοδαίου κυδαλίμοιο‘. καὶ Ἀρχίλοχος (fg 11 B. II 386)· ‘πολλὰ δ’ ἐυπλοκάμου πολιῆς ἁλὸς ἐν πελάγεσσι θεσσάμενοι γλυκε‐
10ρὸν νόστον‘. δαιμονίως δὲ καὶ τοῦτο πλάττεται· ἦν γὰρ εὐθέως ζητῆσαι· εἰ οἱ ἄνδρες ἀπέβησαν, κἂν ἡ βραχυτέρα τῶν ἀρσένων που ἡλικία; 826a Θρηικίης ἄροσιν: περιφραστικῶς τὴν Θρᾴκην. LgP b χιονώδεα: οἱ μέν, ὅτι λευκόγεως ἡ Θρᾴκη, οἱ δὲ τὴν συνεχῶς χιονιζομένην παρὰ τὸ δυσχείμερον εἶναι· ὃ καὶ βέλτιον, ψυχρὰ γάρ ἐστιν
15ἡ χώρα· διὸ κἀκεῖθεν τοὺς ἀνέμους πνεῖν ἐμυθεύσαντο. Διοφάνης δὲ βόθρον φασὶν εἶναι ἐν τῇ Θρᾴκῃ, ἐξ οὗ φυσήματα ἀνέμων γίνεσθαι, καὶ μυθευθῆναι οὕτω Θρᾴκην ἀνέμων οἰκητήριον. 829 γέρας: τὴν βασιλείαν. LgP 831 Αἰγαίης: τὸ Αἰγαῖον πέλαγός φησιν. ἐκλήθη δὲ ἀπὸ νήσου
20Αἰγῶν καλουμένης. Ὅμηρος (Θ 203)· ‘οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάσ‘.
αὕτη γὰρ ἱερὰ Ποσειδῶνος, ἐν ᾗ μηδένα κοιμᾶσθαι λόγος διὰ τὰ φαν‐71

72

τάσματα τοῦ θεοῦ, ὥς φησι Νικοκράτης (fg 2 M. IV 466). οἱ δὲ ἀπὸ Ποσειδῶνος ὀνομασθῆναί φασι τὸ πέλαγος· Αἰγαῖος γὰρ οὗτος λέγεται ὁ θεός, ὥς φησι Φερεκύδης (3 fg 43 J.). †Νικοκράτης† δέ φησιν, ὅτι ἀπὸ Αἰγέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θά‐
5λασσαν. οὐκ εὖ· πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης παραπλέοντι. 834 ἀμαλδύνουσα: ἀφανίζουσα καὶ τῷ πλάσματι κρύπτουσα. τὸ δὲ ἴσκεν ἀντὶ τοῦ ἔλεγεν, κακῶς· Ὅμηρος γὰρ ἀντὶ τοῦ ὡμοίου. 836—37a μάλα κεν: ὁ νοῦς· λίαν ἡμῖν ἐστιν ἀρεστὸν τυχεῖν ὧν ἔχομεν χρείαν, σὺ δὲ ὅμοια δίδως. νῦν γὰρ τὸ ὀπάζεις κεῖται
10ἀντὶ τοῦ δίδως. b 〈χρησμοσύνης:〉 ἀντὶ τοῦ χρείας. Lg c μάλα κεν θυμηδέος: θυμηδὴς χρησμοσύνη ἡ τὸν θυμὸν εὐφραίνουσα χρεία. P 838 ὑπότροπ〈οσ: ἀπελθὼν πρὸς τὰς ναῦς, πάλιν ἥξω πρὸς
15τὴν πόλιν. 839—41 τὸ δὲ χάζομαι τὸ παραχωρῶ σημαίνει, ἵν’ ᾗ· ἔγωγε μὲν οὐ παραχωρῶ ἢ σοὶ ἢ ἄλλῳ ὁτῳοῦν τῆς ἀρχῆς ἀθερίζων καὶ κατα‐ φρονῶν τῆς τοιαύτης ἀρχῆς, ἀλλὰ διὰ τοὺς ἐπικειμένους μοι ἄθλους. P 842 χειρὸς θίγε: ἤδη σύμβολον αὐτῇ τῆς ἑταιρίας διὰ τῆς
20ἐφάψεως δίδωσιν. 845—48 μῦθον ὅτ’ ἤδη: ὁ νοῦς· μετέπειτα δὲ αἱ θεραπαινίδες ἦλθον βαστάζουσαι ξένια, ὅτε ἤδη ὁ Ἰάσων πάντα τὰ παρὰ τῆς Ὑψι‐ πύλης ῥηθέντα τοῖς ἑαυτοῦ ἑταίροις συνετέλεσε λέγων. 851 Ἡφαίστοιο χάριν: ἱερὰ γὰρ Ἡφαίστου ἡ Λῆμνος. τὸ δὲ
25πολυμήτιος παρὰ τὸ ‘εἰδυίῃσι πραπίδεσσι‘ (Hom.) γέγονεν.72

73

854 〈καὶ〉 ἔκυρσαν: περιττὸς ὁ καί. τὸ δὲ ἔκυρσαν ἀντὶ τοῦ ἔτυχον. LgP 855 Ἡρακλῆος ἄνευθε: τοῦτο ἕνεκα τῆς οἰκονομίας φησὶν ὁ ποιητής—πάντων γὰρ ταῖς ἡδοναῖς νικωμένων μόνος οὗτος πρὸς
5τὸν ἆθλον αὐτοὺς προτρέπεται—καὶ πρὸς τὴν κρατερὰν καὶ σώφρονα φύσιν τοῦ ἥρωος. L 859—60a Ἥρης υἷα: Ἡσιόδῳ ἐπηκολούθησεν 〈ἐξ〉 Ἥρας μόνης τὸν Ἥφαιστον λέγοντι γεγενῆσθαι (Th. 927 sq.)· ‘Ἥρη δ’ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα γείνατο‘. Ὅμηρος δὲ Διὸς καὶ Ἥρας φησὶν
10αὐτόν. b καὶ αὐτὴν Κύπριν: διότι τὰ παρόντα ἐρωτικά, καὶ ὅτι τοῦ θεοῦ γαμετὴ αὕτη, οὗ ἱερὰ ἡ Λῆμνος. L 861 ἀμβολίη: ὑπέρθεσις. LgP 862a ἂν ἐλίνυον: ἀντὶ τοῦ ἤργουν. παρὰ τὰ αἴλινα τὰ θρη‐
15νητικὰ [ἐντεῦθεν] γεγένηται διὰ τὸ ἀνήνυτά τινα εἶναι, παρὰ τὸ Ὁμη‐ ρικόν (Ω 524)· ‘οὐ γάρ τις πρῆξις πέλεται‘. L b ἐλίνυον: παρέμενον. Lg(P) 865—68a δαιμόνιοι: τεχνικῶς καὶ συνετῶς οὐχ ἕνα τινὰ λοι‐ δορεῖ, ἀλλὰ τοὺς πάντας, καὶ οὐ πρῶτον τὴν ἀκρασίαν αὐτοῖς ὀνειδίζει,
20πρὶν τὰ συμφέροντα δηλώσῃ. παρὰ δὲ τοῖς φυσικοῖς ὁ Ἡρακλῆς σύνεσις καὶ ἀλκὴ λαμβάνεται. ὁ δὲ νοῦς· ὦ μακάριοι, ἐξειργόμεθα 〈ὑπὸ〉 τοῦ ἡμῶν αἵματος τῆς πατρίδος; ἢ γάμων ἐνδεεῖς ὄντες ἐνταῦθα ἥκομεν, μεμψάμενοι τὰς ἑαυτῶν πολίτιδας καὶ Λῆμνον κατοικήσοντες τοῖς κλήροις διελόμενοι; ἢ οὕτως·
25ὦ μακάριοι, ἐμφύλιον φόνον δράσαντες ἐξειργόμεθα τῆς πατρίδος; ἐπειδὴ οἱ τοιοῦτοι ἐκ τῆς πατρίδος φυγῇ ἐνιαυσιαίᾳ ἐζημιοῦντο. b ὀνοσσάμενοι πολιήτιδας: κυρίως τὸ πολίτιδας γυναῖκας
ἔταξεν, οἱονεί· τὰς Ἑλληνίδας γυναῖκας ἀπαρνησάμενοι συμβιοῦν βαρ‐73

74

βάροις ἤλθομεν; καὶ οὔ φησι· τὸ κάλλος αὐτῶν ἀποφυγόντες· τάχα γὰρ ἀληθῶς ἐν τῇ Λήμνῳ εὐπρεπεστέρας εἶναι γυναῖκας συνέβαινεν· καὶ πρὸς τὸ σεμνὸν τοῦ Ἡρακλέους. L 869 εὐκλειεῖς: ἔνδοξοι. καὶ διὰ τούτου δὲ ἐνυβρίζει. οἶδε γὰρ
5ἕκαστον αὐτῶν πρὸς τὸν πλοῦν ἐλθόντα εἰς εὐδοξίαν· ταύτην δὲ ἂν ἀπώλεσαν, εἰ ἐπιπολὺ διέτριψαν. L 870 ἐπὶ δηρὸν ἐελμέ〈νοι: καὶ τοῦτο συνετῶς καὶ τεχνικῶς. τὸν χρόνον αἰτιᾶται· τὸ μὲν γὰρ ὀλίγον ἀμελῆσαι τοῦ πόνου συγγνώμης ἂν εἴη, τὸ δὲ ἐπιπολὺ ἀνυπόστατον ἦν παντὶ ἀνδρί. καὶ ἔσπασεν αὐτὸ
10παρὰ τό ‘πάντων μὲν κόρος ἐστί‘ (Ν 636). L 872 ἴομεν αὖτις 〈ἕκαστοι〉 ἐπὶ σφέα: οὐχ ὑγιῶς τὸ σφέα κεῖται, ἰσοδυναμεῖ γὰρ τῷ σφὰ ἐπὶ τρίτου προσώπου τασσομένῳ. ἔδει οὖν εἰπεῖν· ἴομεν αὖτις ἕκαστοι ἐφ’ ἡμέτερα. ἔστι γὰρ συζυγία τῶν προσώπων αὕτη· ἡμέτερα ὑμέτερα σφέτερα, τοῦ δὲ σφά· ἁμά ὑμά σφά. L
15874 ἐσανδρώσῃ: ἀνδρῶν πληρώσῃ, εἰρωνικῶς. Lg(P) 879—83a λείρια: καθόλου τὰ ἄνθη λείρια λέγεται. ἔστι δὲ κυρίως λεγόμενον ἄνθος λείριον, καί φησιν ὁ Θεόφραστος ἐν τῷ Περὶ φυτῶν (Hist. plant. VI 6, 9) τὸν νάρκισσον οὕτω λέγεσθαι, οἱ δὲ τὸ κρίνον. b σιμβληίδος: σίμβλους καλοῦσι τὰ ἀγγεῖα, ἐν οἷς κηροποιοῦσιν
20αἱ μέλισσαι. σιμβληίδος οὖν πέτρας, ἐν ᾗ μελιτουργοῦσιν ἐν τοῖς ὄρεσιν, οἱονεὶ σίμβλου τάξιν ἐχούσης. c ἄλλοτέ τ’ ἄλλον: παρὰ τὸ Ἰσοκράτους (Ad Demon. 52)· ‘ὥσπερ γὰρ τὴν μέλισσαν ὁρῶμεν ἐφ’ ἅπαντα μὲν τὰ βλαστήματα καθι‐ ζάνουσαν, ἀφ’ ἑκάστου δὲ τὰ χρήσιμα συλλέγουσαν, οὕτω δὴ καὶ τῆς
25παιδείας 〈...〉.‘ d ὣς ἄρα ταίγε: αἱ Λημνιάδες γυναῖκες. ἡ δὲ παραβολὴ οὐχ
ὑγιὴς οὐδὲ εἰς πάντα ἁρμόζεται. ἔστω γὰρ μελίτταις εἰκάσθαι τὰς γυ‐74

75

ναῖκας, ἄνθεσι δὲ τοὺς ἥρωας, σίμβλῳ δὲ κοίλῳ τὴν πόλιν· τὰ δὲ ἐπί‐ λοιπα πῶς ἂν οὐκ εἴη ἀνάρμοστα, δι’ ὧν φησι· χαίρει καὶ ἀγάλλεται ὁ λειμών, καίτοι λυπεῖται ἡ πόλις, διό φησι κινυρόμεναι; καὶ πάλιν ἀνάρμοστον τὸ γλυκὺν ἄλλοτέ τ’ ἄλλον καρπὸν ἀμέργουσιν:
5οὐ γὰρ δὴ τὸν ἀρειότερον τῶν ἡρώων ἑκάστη ἔσπευδεν ἀπολαμβάνειν. ταῦτα δ’ ἂν πρὸς τὴν πρώτην μῖξιν καὶ σύνοδον ἡρμόζετο. L e πρὸς τοὺς ἐπιλαμβανομένους τῆς παραβολῆς, ὅτι οὐ πάντα τὰ λεγόμενα ἁρμόττει τοῖς προκειμένοις, ῥητέον, ὅτι τὰ μὲν τῆς παραβολῆς πρὸς σαφήνειαν τοῦ γενομένου λαμβάνεται, τὰ δὲ πρὸς κάλλος μόνον
10καὶ ἔκφρασιν συντελεῖ. P f ἐνδυκέως: ἐπιμελῶς, σπουδαίως. τὸ δὲ κινυρόμεναι οὐκ εὖ· σημαίνει γὰρ τὸ θρηνῳδοῦσαι καὶ ἔδει κλαίουσαι, δακρυόεσσαι. 885 εὐχόμεναι: ὅτι διὰ τὸ ἀσθενὲς ἡ γυναικεία φύσις πάν‐ τοτε ἐπὶ τὸ εὔχεσθαι τρέπεται, δῆλον ἐκ τῶν πρώτων, δι’ ὧν φησιν
15(v. 247 sq.)· ‘αἱ δὲ γυναῖκες πολλὰ μάλ’ ἀθανάτοισι‘. 888—90a νείσεο: ἄγαν ἐρωτικὴ 〈ἡ〉 προσφώνησις καὶ ἡ εὐχή. πρῶτον γὰρ αὐτῷ 〈τὴν σωτηρίαν〉 κατεύχεται, ἔπειτα, ἐπεὶ οἶδε καὶ τὴν πᾶσαν σπουδὴν καὶ τὸ φίλτρον τῷ Ἰάσονι οὐδὲν ἕτερον ἢ τὴν τῶν ἑταίρων σωτηρίαν, καὶ ταύτην αὐτῷ κατεύχεται, οὐ τοσοῦτον ἐκείνοις
20χαριζομένη ὅσον Ἰάσονι. b νείσεο: νείσομαι μὲν τὸ πορεύομαι σημαίνει, τὸ δὲ τοὶ ἀντὶ τοῦ σαυτῷ, πρωτότυπος ἀντὶ συνθέτου ἀντωνυμίας. P 893 ῥηιδίως δ’ ἂν ἑοῖ: βούλεται λέγειν· ῥᾳδίως δ’ ἂν σαυτῷ καὶ πολὺν ἀθροίσαις λαόν. οὐκ εὖ δὲ ἔθηκεν τὸ ἑοῖ· ἔστι γὰρ τρίτου
25προσώπου δηλωτικόν, ὡς παρ’ Ὁμήρῳ (δ 38)· ‘ὀτρηροὺς θεράποντας
ἐπισπέσθαι ἑοῖ αὐτῷ‘. L75

76

894 μενοινήν: ἀντὶ τοῦ γνώμην καὶ διάνοιαν, ἢ μέριμναν. Lm(P) 895 προτιόσσομαι: ἐννοῶ, προορῶμαι. Lg(P) 897—98a λίπε δ’ ἧμιν ἔπος: ὁ νοῦς ἐστι τοιοῦτος: εἰπὲ δή μοι συμβουλήν τινα, ἐὰν γένηταί με τεκεῖν, ὥστε τῷ γεννωμένῳ ὑπο‐
5θέσθαι τινά· ἐλλείπει γὰρ εἰς τὸν πλήρη λόγον. L b ἐξανύσαι δὲ τὸ τελέσαι. P 899 ἀγαιόμενος: θαυμάζων τῆς διαθέσεως καὶ τοῦ ἔρωτος. 901—03a ἐμέθεν πέρι θυμὸν ἀρείω: ὁ νοῦς· σὺ δὲ κρείτ‐ τονα περὶ ἐμοῦ ψυχὴν καὶ ὑπόνοιαν ἔχε, τὰ περὶ τῆς πατρίδος ἡμῶν
10σκεπτομένη· οὐ γὰρ εὐτελεῖς ἐσμεν, ὡς τὴν ἰδίαν καταλείψαντες εἰς ἑτέραν μετοικεῖν. L b Πελίαο ἕκητι: τουτέστιν ἕνεκα Πελίου ἔστι μοι οἰκεῖν. Lm(P) 904—06a Ἑλλάδα γαῖαν: νῦν τὴν Θεσσαλίαν. Ὅμηρος δὲ μίαν Θεσσαλίας πόλιν οἶδε τὴν Ἑλλάδα. Πελασγίδος δὲ τῆς Θεττα‐
15λικῆς, ἀπὸ τῶν ἐνοικησάντων Πελασγῶν. L b σὺ δ’ ἄρσενα: τοῦτο ὡς ἐν θαυμασμῷ· εἰ ἄρα ἐν γυναικῶν πόλει κἂν ἐξ ἐπιγονῆς ἔσται ποτὲ ἄρρην τις. L 907 δύης ἄκος: τῆς ταλαιπωρίας οἷον παραμύθιον καὶ ἴαμα. ὅθεν καὶ ἐνδυκὲς περιττεύοντος τοῦ κ, ὥς φησι Τρύφων (fg 133 Velsen
20Tryph. gramm. Alex. fragm. 1853, 99)· ἔστι γὰρ ἐνδυὲς τὸ μετὰ πολλῆς κακοπαθείας γενόμενον, καὶ ἐνδυκέως ἐξ αὐτοῦ. 909 ἐφέστιοι: ἔποικοι· Λακεδαιμόνιοι γὰρ τὴν οἰκίαν ἑστίαν φασίν. Lm(P) 910a παροίτατος: ἀντὶ τοῦ πρότερος· ἐσχημάτισται δὲ ἀπὸ
25τοῦ πάρος. καὶ Ὅμηρος (Ψ 459)· ‘ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμ‐ μεναι ἵπποι‘. b ὣς δὲ καὶ ἄλλοι: διὰ τούτου τῶν ἡρώων ὑπεραπολογεῖται, ὅτι καὶ τῆς πρὸς τὰς Λημνιάδας συνόδου προαρξαμένου τοῦ ἀρχηγοῦ καὶ οὗτοι συνετίθεντο, καὶ νῦν δὲ πάλιν ἐκείνου τοῦ πλοῦ ἀρχομένου
30καὶ οὗτοι εἵποντο.76

77

912 ἐνσχερώ: ἀντὶ τοῦ ἐφεξῆς. Lg(P) 913 ἁλιμυρέος: τῆς ὑπὸ θαλάσσης περιρρεομένης. ‘ἁλιμυρή‐ εντεσ‘ δὲ ‘ποταμοί‘ (Φ 190) οἱ εἰς τὴν θάλασσαν βάλλοντες. 916—18a ἐς Ἠλέκτρης: τὴν Σαμοθρᾴκην λέγει. ἐκεῖ γὰρ
5ᾤκει Ἠλέκτρα ἡ Ἄτλαντος καὶ ὠνομάζετο ὑπὸ τῶν ἐγχωρίων Στρατηγίς· ἥν φησιν Ἑλλάνικος (4 fg 23 J.) Ἠλεκτρυώνην καλεῖσθαι. ἐγέννησε δὲ γʹ παῖδας· Δάρδανον τὸν εἰς Τροίαν κατοικήσαντα, ὃν καὶ Πολυάρκη φησὶ λέγεσθαι ὑπὸ τῶν ἐγχωρίων, καὶ Ἠετίωνα, ὃν Ἰασίωνα ὀνομάζουσι, καί φασι κεραυνωθῆναι αὐτὸν ὑβρίζοντα ἄγαλμα τῆς Δήμητρος· τρίτην
10δὲ ἔσχεν Ἁρμονίαν, ἣν ἠγάγετο Κάδμος, καὶ ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας τῆς Θήβης ὠνομάσθαι ἱστορεῖ καὶ Ἑλλάνικος ἐν αʹ Τρωικῶν (v. supra) καὶ Ἰδομενεύς [ἐν αʹ Τρωικῶν] (fg 18 M. II 494). Ἀθηνικῶν (fg 1 M. IV 345) δέ φησιν, ὅτι Διὸς καὶ Ἠλέκτρας ἐγένετο Ἰασίων καὶ Δάρδανος.
15b ἀρρήτους ἀγανῇσι: τὰς τελετὰς λέγει τὰς ἐν Σαμοθρᾴκῃ ἀγομένας, ἃς εἴ τις μυηθείη, ἐν τοῖς κατὰ θάλασσαν χειμῶσι διασώζεται. καὶ Ὀδυσσέα δέ φασι μεμυημένον ἐν Σαμοθρᾴκῃ χρήσασθαι τῷ κρηδέμνῳ ἀντὶ ταινίας (ε 346)· περὶ γὰρ τὴν κοιλίαν οἱ μεμυημένοι ταινίας ἅπτουσι πορφυρᾶς. καὶ Ἀγαμέμνονα δέ φασι μεμυημένον ἐν ταραχῇ ὄντα πολλῇ
20κατὰ Τροίαν ἀκαταστασίαν τῶν Ἑλλήνων παῦσαι πορφυρίδα ἔχοντα (Θ 221). μυοῦνται δὲ ἐν τῇ Σαμοθρᾴκῃ τοῖς Καβείροις, ὡς Μνασέας (fg 27
M. III 154) φησί. καὶ τὰ ὀνόματα αὐτῶν δʹ τὸν ἀριθμόν· Ἀξίερος,77

78

Ἀξιοκέρσα, Ἀξιόκερσος, 〈Κάσμιλοσ〉. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ, Ἀξιοκέρσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ Ἅιδης· ὁ δὲ προστιθέμενος τέταρτος Κάσμιλος ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος (68 fg 1 J.). Κάβειροι δὲ δοκοῦσι προσαγορεύεσθαι ἀπὸ Καβείρων τῶν κατὰ Φρυγίαν
5ὀρῶν, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι τοὺς Καβείρους φασί, [πρότερον] πρεσβύτερον μὲν Δία, νεώτερον δὲ Διόνυσον. ἡ δὲ Σαμοθρᾴκη ἐκαλεῖτο πρότερον Λευκοσία, ὡς ἱστορεῖ Ἀριστο‐ τέλης ἐν Σαμοθρᾴκης πολιτείᾳ (fg 538 Rose 1567 a 34). ὕστερον δὲ ἀπὸ Σάου, τοῦ Ἑρμοῦ καὶ Ῥήνης παιδός, Σάμος προσωνομάσθη κατὰ
10παρένθεσιν τοῦ μ. Θρᾳκῶν δὲ οἰκησάντων αὐτὴν ἐκλήθη Σαμοθρᾴκη. c ἀγανῇσι τελεσφορίῃσι: ταῖς θείαις καὶ ὁσίαις μυσταγω‐ γίαις. Lg(P) d θέμιστας: ἀντὶ τοῦ μυστήρια. Lg(P) e σωότεροι: ἀκινδυνότεροι. λέγονται γὰρ οἱ αὐτόθι μυηθέντες
15ἐπακούεσθαι εἰς ὃ ἂν εὔξωνται, ὡς Ἀριστοφάνης (Pac. 277 sq.)·
‘ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλόν.‘ δοκοῦσι γὰρ μᾶλλον σώζεσθαι οἱ τὰ μυστήρια εἰδότες. 919—21a τῶν μὲν ἔτ’ οὐ προτ〈έρω: τὸ μὲν προτέρω
20ἐστὶ σημαντικὸν τοῦ εἰς τοὔμπροσθεν, ὡς καὶ παρ’ Ὁμήρῳ (ι 64)· ‘οὐδ’ ἄρα μοι προτέρω νῆες κίον‘· κεῖται δὲ νῦν καταχρηστικῶς ἐπὶ τοῦ λόγου. ὁ γὰρ νοῦς· τούτων δὲ οὐκ ἂν ἔτι πλέον τι εἴποιμι, ἀλλὰ χαίροι μὲν ἡ νῆσος, χαίροιεν δὲ καὶ οἱ δαίμονες, ὧν ἐστι τὰ μυστήρια· οὐ γὰρ καθ‐
ῆκον ἡμῖν ἐστιν αὐτὰ λέγειν.78

79

b ὄργια: τὰ μυστήρια, παρὰ τὸ εἴργειν τοὺς ἀμυήτους αὐτῶν. ἢ τὰ ἐν ὀργάσι γινόμενα· ὀργάδες δὲ οἱ σύμφυτοι τόποι καὶ ὑγροί. 922 Μέλανος διὰ βένθ〈εα: Μέλας πόντος οὕτω λεγόμενος, ὡς ἱστορεῖ Εὔδοξος ἐν δʹ Γῆς περιόδου (fg 24 Brandes 4. Jabresb. d.
5Vereins von freund. d. Erdk. zu Leipz. 1865, 61)· ὄπισθεν δὲ αὐτοῦ εἶναι τὴν Σαρπηδονίαν πέτραν φησίν. ὅτι δὲ οὕτω λέγεται, καὶ Ὅμηρος (Ω 79)· ‘ἔνθορε Μείλανι πόντῳ‘. ὠνομάσθη δὲ ἀπὸ Μέλανος τοῦ Φρίξου υἱοῦ ἐμπεσόντος, ἢ ἀπὸ ποταμοῦ Μέλανος καλουμένου κἀκεῖ 〈ἐκ〉ρέοντος. 923—24 τῇ μὲν Θρῃκ〈ῶν: ταύτῃ μέν, τῇ χειρὶ τῇ δεξιᾷ.
10περαίην δὲ τὴν κατὰ τὸ ἐναντίον κειμένην· ἡ γὰρ Ἴμβρος ἀντικρύ ἐστι τῆς Θρᾴκης. Ὅμηρος (Ω 753)· ‘ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον‘· Σάμον γὰρ εἶπεν ἐνταῦθα τὴν Σαμοθρᾴκην. 925 Χέρνησον: τὴν μετὰ Θρᾴκην κειμένην Χερσόνησον. ἦν δὲ πρότερον νῆσος. ἔστι δὲ πλησίον Τροίας. ἔστι καὶ ἑτέρα Χερσόνησος,
15Καρίας, ἔνθεν ἦν Ἀλέξανδρος ὁ περὶ Καρίας γράψας. 927 Ἀθαμαντίδος: τουτέστιν εἰς τὸν Ἑλλήσποντον, ἀπὸ Ἕλλης τῆς Ἀθάμαντος θυγατρός. 929 Ῥοιτειάδ〈οσ: ἀπὸ Ῥοιτείας τῆς Πρωτέως θυγατρός. Ῥοίτειον δὲ καὶ Σίγειον ἀκρωτήρια τῆς Ἰλίου. Lm(P)
20932—33a Ἀβαρνίδος: ἡ Ἀβαρνὶς πόλις τῆς Λαμψάκου. ὠνο‐
μάσθη δὲ ἀπὸ αἰτίας τοιαύτης. Διονύσου ἐρασθεῖσα Ἀφροδίτη ἐμίγη79

80

αὐτῷ καὶ ἀναχωρήσαντος αὐτοῦ εἰς τὴν Ἰνδικὴν ἐμίγη τῷ Ἀδώνιδι. ὡς δὲ ἦλθεν ὁ Διόνυσος, στέφανον ποιήσασα ὑπήντησεν αὐτῷ. καὶ στέψασα αὐτὸν ἀκολουθῆσαι μὲν ᾐδεῖτο διὰ τὸ ἤδη γεγαμῆσθαι, εἰς δὲ Λάμψακον ἀναχωρήσασα τὸ ἐξ αὐτῆς κυοφορούμενον ἠβούλετο τεκεῖν.
5Ἥρα δὲ ζηλοτυποῦσα μεμαγευμένῃ τῇ χειρὶ ἐφήψατο τῆς γαστρὸς αὐτῆς καὶ ἐποίησε τεκεῖν ἄμορφον, ὃν Πρίαπον προσαγορευθῆναι ἐκ τοῦ 〈...〉 ἀπαρνήσασθαι τὴν Ἀφροδίτην καὶ διὰ τοῦτο Ἀπαρνίδα κληθῆναι. ὕστερον δὲ κατὰ μετάθεσιν τοῦ στοιχείου ἐκλήθη Ἀβαρνίς. Περκώτη δὲ πόλις Τροίας, ἣν καὶ Ὅμηρός φησιν.
10b Πιτύεια: ἡ Λάμψακος τὸ πρότερον Πιτύεια προσηγορεύετο,
ἥν τινες Πιτύουσαν ὀνομάζουσι 〈διὰ τὸ ἔχειν πίτυς πολλάσ〉. τινὲς δέ80

81

φασιν, ὅτι Φρίξος γενόμενος ἐνταῦθα θησαυρὸν ἔθηκεν καὶ ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη· Θρᾷκες γὰρ τὸν θησαυρὸν πιτύην λέγουσι. μνημο‐ νεύει δὲ αὐτῆς καὶ Ὅμηρος (Β 829)· ‘καὶ Πιτύειαν ἔχον‘. ἡ δὲ Ἀβαρνὶς τοῦ Ἑλλησπόντου, ἣ τὸ παλαιὸν Ἀπαρνὶς ἐκαλεῖτο,
5ὡς εἴρηται, ἀπὸ τοῦ Ἀφροδίτην ἐνταῦθα τεκοῦσαν τὸν Πρίαπον ἀπαρ‐ νήσασθαι τὸν παῖδα διὰ τὸ ἀπρεπὲς τοῦ αἰδοίου. 935 πορφύροντα: διέπλευσαν τὸν τοῖς ῥοθίοις μελαινόμενον καὶ σφοδρὰ κύματα ἔχοντα. Lg(P) 936—49a ἔστι δέ τις αἰπεῖα: Προποντίς ἐστι τὸ μετὰ
10τὸν Ἑλλήσποντον πέλαγος, οὗ ἑξῆς ὁ Θρᾳκικὸς Βόσπορος. ἐν οὖν ταύτη τῇ Προποντίδι ἔστι νῆσος, ἣ ὕστερον χερρόνησος γεγένηται καὶ ἰσθμόν τινα ἔσχεν· πᾶσα γὰρ γῆ ἐξέχουσα εἰς θάλασσαν ἰσθμὸς καλεῖται. ταύτῃ οὖν τῇ χερρονήσῳ παράκειται Ἄρκτων ὄρος, κυρίως οὕτω λεγόμενον, ἐπειδή φασι τὰς τροφοὺς τοῦ Διὸς ἐκεῖ διατριβούσας εἰς ἄρκτους μετα‐
15βληθῆναι· ἢ ὅτι ὁ τόπος ἔνθηρος, καὶ ἀπὸ τοῦ θηρίου τῆς ἄρκτου ὠνομάσθη· ἢ διὰ τὸ ὑψηλὸν τοῦ ὄρους, ἀπὸ τοῦ δοκεῖν ταῖς ἄρκτοις προσπελάζειν ταῖς ἀστρῴοις. τοῦτο δὲ ἄγριοί τινες Γηγενεῖς ᾤκουν. αὐτὴν δὲ τὴν χερρόνησον καὶ τὸν ἰσθμὸν ᾤκουν Δολίονες, ὧν ἐβασίλευε Κύζικος.
20τὸ δὲ ἑξῆς οὕτως· ἔστι δέ τις ἐν τῇ Προποντίδι νῆσος ὑψηλή, ἀπέχουσα βραχὺ τῆς Φρυγίας κατὰ τὸ ῥεῦμα τοῦ ἰσθμοῦ, ἐπικειμένη τῇ γῇ ὑπὲρ τὸν Αἴσηπον ποταμόν, ἔχουσα ἑκατέρωθεν ἀκτάς· καλεῖται δὲ Ἄρκτων ὄρος. b 〈αἰπεῖα:〉 μεγάλη. Lg
25c 〈Προποντίδος:〉 τὸ πρὸ τοῦ Εὐξείνου πέλαγος. Lg d ἔστι δὲ χερρόνησος, ἐφ’ ἧς κεῖται ἡ Κυζικηνῶν πόλις· νῆσον δὲ αὐτὴν ἔφη διὰ τὸ πρότερον αὐτὴν οὖσαν νῆσον ὕστερον συνῆφθαι τῇ ἠπείρῳ. L e 〈νῆσος:〉 τὴν Κύζικον λέγει. Sm
30f ἀπὸ Φρυγίης: ἡ Φρυγία παράκειται τῇ Τροίᾳ, ἔστι δὲ τὰ
ἔθνη τῆς Ἀσίας. τοῖς οὖν εἰς Κόλχους πορευομένοις ἐκ μὲν δεξιῶν81

82

ἐστιν ἡ Ἀσία, ἐκ δὲ ἀριστερῶν ἡ Εὐρώπη. πολυλήιον δὲ τὴν Φρυ‐ γίαν εἶπεν τὴν πολύπυρον ἢ πολυθρέμμονα. g ὅσσον τ’ ἐπιμύρ〈ε〉τ〈αι: ὅσον, φησί, διάστημα ἰσθμοῦ ἐστιν. οἱ δὲ τὸ ὅσον θαυμαστικῶς ἤκουσαν, ὃ κρεῖττον, ἵνα ᾖ· ἡ χερρό‐
5νησος καὶ εἰς θάλασσαν κειμένη καὶ ἰσθμὸν ἔχουσα—εἶτα θαυμαστικῶς· ὅσον γὰρ ἐκεῖνος ὁ ἰσθμὸς βοᾷ τοῖς κύμασι ῥησσόμενος. ἰσθμὸς δὲ καλεῖται ὁ ἐξ ἀμφοτέρων τῶν μερῶν θάλασσαν ἔχων τόπος· εἴρηται δὲ ἰσθμὸς παρὰ τὸ ἐν στενῷ εἶναι, οἷον ἴστνος τις ὤν· ὅθεν καὶ τοῦ τραχήλου τὰ παρίσθμια. πορθμὸς δὲ ὁ ἐξ ἀμφοτέρων γῆν ἔχων.
10h ἐπιμύρεται: ἠχεῖ, βοᾷ. Lg(P) i ἐπιπρηνής: ἀντὶ τοῦ ἐπίπροσθεν. LgGg(P) k καταειμένος: καταρρεόμενος, ἢ καταπνεόμενος, ἢ κεκαλυμ‐ μένος φυτοῖς. LgGm(P) l ἀμφίδυμοι δέ, ὅτι ὁ τῆς Κυζίκου λιμὴν δισσὰς εἰσόδους ἐξ
15ἑκατέρου μέρους ἔχει. L m ἀμφίδυμοι: δύο εἰσόδους ἔχουσαι· τοιοῦτος γάρ ἐστιν ὁ Κυζίκου λιμήν. LgGg(P) n Αἰσήποιο: ποταμὸς 〈πέραν〉 Κυζίκου. LgP
o Γηγενέες: τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργο‐82

83

ναυτικοῖς (31 fg 7 J.), καὶ ὅτι ἐπολέμησαν Ἡρακλεῖ. οἱ μὲν οὖν Γηγενεῖς περὶ Κύζικον ᾤκουν, οἱ δὲ Δολίονες περὶ τὸν ἰσθμόν. p ἥρως Αἰνήιος: Κυζίκου πατὴρ Αἰνεύς, Ἀπόλλωνος παῖς καὶ Στίλβης 〈...〉 ὅθεν καὶ πόλις ὠνόμασται. 〈...〉 μητρὸς δὲ Εὐανθείας.
5μετέστη δὲ ἐκ Θεσσαλίας καὶ ᾤκησε περὶ τὸν Ἑλλήσποντον. q ἐν δ’ ἥρως Αἰνήιος: ὅτι Αἰνεὺς Θετταλὸς ὢν τὸ γένος ᾤκησεν ἐν Ἑλλησπόντῳ. γήμας δὲ Εὐσώρου βασιλέως τῶν Θρᾳκῶν Αἰνήτην, γεννᾷ Κύζικον, ἀφ’ οὗ ἡ πόλις. Εὐσώρου δὲ υἱὸς Ἀκάμας, ὃν Ὅμηρος ἐν τῇ Βοιωτίᾳ (Β 844) ἡγεῖσθαι Θρᾳκῶν ἅμα τῷ Πείρῳ
10〈φησίν〉. r δίου Εὐσώροιο: τοῦ ἐνδόξου Εὐσώρου ἡ θυγάτηρ. Εὔσωρος δὲ Θρᾴκης βασιλεύς· Ὅμηρος (Ζ 8)· ‘υἱὸν Ἐυσώρου Ἀκάμαντ’ ἠύν τε μέγαν τε‘. 950a 〈Αἰνήτη:〉 Κυζίκου μήτηρ. Lg
15b 〈τούς:〉 τοὺς Δολίονας. Lg c 〈ἔκπαγλοι:〉 τερατώδεις. Lg 953 προὔτυψεν: ὥρμησεν, ἐπέλασεν. LgP 954 λιμὴν ὑπέδεκτο: ὁ Πάνορμος λιμὴν τῆς Κυζίκου, οὗ ὁμώνυμος πόλις ἐν Σικελίᾳ.
20955—60a κεῖσε καὶ εὐναίης: λείπει ἡ ἀντὶ πρόθεσις, ἵν’ ᾖ· τὸν ἀντὶ εὐναίας καὶ ἀγκύρας λίθον διὰ τὸ βεβρῶσθαι ἐκ τῆς θαλάσσης ἀπολύσαντες ἕτερον ἔλαβον, ἐκεῖνον δὲ κατέλιπον ἐν τῇ Ἀρτακίᾳ κρήνῃ. Μιλήσιοι δὲ ἐνοικήσαντες, κατὰ χρησμὸν Ἀπόλλωνος ἄραντες τὴν ἄγκυραν ἀνιέρωσαν ἐν τῷ ναῷ τῆς Ἰασονίας Ἀθηνᾶς.
25b 〈ἐννεσίῃσιν:〉 βουλαῖς. Lg c κρήνῃ ὑπ’ Ἀρτακ〈ίῃ: Ἀρτακία κρήνη περὶ Κύζικον, ἧς καὶ Ἀλκαῖος (fg 205 Lobel = 115 B. III 185) μέμνηται καὶ Καλλίμαχος
(fg 547 Schn.), ὅτι τῆς Δολιονίας ἐστίν.83

84

d 〈κεῖνον:〉 τὸν ὑπὸ τῶν ἡρώων καταλειφθέντα. Lg e Νηλεῖδαι: οἱ μετὰ Νηλέως τοῦ Κόδρου ἀποικήσαντες ἐκ τῆς Ἀττικῆς Ἴωνες καὶ τὴν Καρίαν καὶ Φρυγίαν κατασχόντες, χρησμοῖς τοῦ Ἀπόλλωνος ἐκεῖνον τὸν λίθον τῇ Ἀθηνᾷ ἀφιέρωσαν.
5f ὀλίγον δὲ λίθον τὸν μικρὸν ἔφη, ὡς καὶ Ὅμηρος (υ 259) ‘ὀλίγην τράπεζαν‘ καὶ Θεόκριτος (I 47) ‘ὀλίγον κοῦρον‘. P 961—63 τοὺς δ’ ἄμυδις: Δηίοχος (fg 2 M. II 17) τοὺς μὲν Δολίονας οὐκ ὀνομάζει, τὸν δὲ Κύζικόν φησι πυθόμενον τὴν τῶν ἀρι‐ στέων γενεὰν ξενίσαι. στόλον δὲ τὸν πλοῦν φησιν, ὃν ἐστέλλοντο.
10τὸ δὲ ἑξῆς· τούτους δὲ οἱ Δολίονες καὶ ὁ Κύζικος, ἐπειδὴ ἔμαθον τίνες εἰσί, φιλοφρόνως ἐξένισαν. καὶ γὰρ καὶ οἱ Δολίονες ἄποικοι Θετταλῶν εἰσι, διὸ καὶ αὐτοὺς ὡς ὁμοφύλους ἐδέξαντο. 964—65a πέπιθον: ἔπεισαν αὐτοὺς ἐνδότερον ὁρμίσαι τὴν ναῦν· τὸ γὰρ πρότερον ἔξωθεν τῆς πόλεως ἦσαν ὁρμίσαντες.
15b 〈εἰρεσίῃ:〉 κωπηλασίᾳ. Lg c προτέρωσε: ἐσωτέρω. LgP d ἀνάψαι: ἐκδῆσαι. Lg(P) 966 ἔνθ’ οἵγ’ Ἐκβα〈σίῳ: ἀπὸ τῆς ἐκβάσεως τῆς νεὼς ἐπὶ τὴν Δολιονίαν. Δηίοχος (fg 3 M. II 17) δὲ τὸ ἱερὸν οὐκ Ἐκβασίου
20Ἀπόλλωνός φησιν εἶναι, ἀλλ’ Ἰασονίου Ἀπόλλωνος, Σωκράτης δὲ ἐν Ἐπικλήσεσι (fg 15a M. IV 499) Κυζικηνοῦ Ἀπόλλωνος. 967 〈θυηπολίης:〉 θυσίας. Lg 968 〈ἄναξ:〉 ὁ Κύζικος. Lg 969—70a 〈φάτις:〉 φήμη ἢ χρησμός. Lg
25b ὁ δὲ στόλος ἐνταῦθα ὡς περιληπτικὸν ὄνομα συντάσσεται πρὸς πληθυντικὸν ῥῆμα τὸ ἵκωνται. P 972a ἶσόν που κἀκείνῳ: [ἀντὶ τοῦ νεωστί.] τοῦτό [δέ] φησιν
ὡς καὶ τοῦ Κυζίκου τὴν αὐτὴν ἡλικίαν ἄγοντος τῷ Ἰάσονι. γράφεται84

85

δέ ἁρμοῖ που κἀκείνῳ ὑποσταχύεσκον ἀντὶ τοῦ· ἀρτίως, νεωστὶ ὑπηύξανον, ὑπήνθουν. ἴουλος δὲ καλεῖται ἡ πρώτη ἐξάνθησις καὶ ἔκφυσις τῶν ἐν τῷ γενείῳ τριχῶν. ὁ μέντοι Ἐρατοσθένης ὄνομα ᾠδῆς ἐρίθων ἀπέδωκεν,
5ἐν τῷ Ἑρμῇ λέγων οὕτω (fg XII Hiller)·
‘ἦν χερνῆτις ἔριθος ἐφ’ ὑψηλοῦ πυλεῶνος
δενδαλίδας τεύχουσα, καλοὺς δ’ ἤειδεν ἰούλους.‘ οὐκ ἔστι δέ, φησὶ Δίδυμος (fg I 5, 32 Schmidt 66), ἀλλ’ ὕμνος εἰς Δήμητρα ὡς ὁ οὔπιγγος παρὰ Τροιζηνίοις εἰς Ἄρτεμιν. ἔστι γὰρ οὖλος
10καὶ ἴουλος ἡ ἐκ τῶν δραγμάτων συναγομένη δέσμη καὶ Οὐλὼ ἡ Δημήτηρ. λέγεται δὲ ἴουλος καὶ ζῷόν τι, θηρίδιον πολύπουν· ἑκατέρωθεν γὰρ ἔχει πολλοὺς πόδας ὥσπερ ἡ σκολόπενδρα. Θεόφραστος δὲ ἐν τῇ πρὸς Φανίαν ἐπιστολῇ (fg 185 Wimmer) καὶ ὄνον φησὶν αὐτὸν καλεῖσθαι, ὡς παρὰ Σοφοκλεῖ ἐν Κωφοῖς Σατύροις (fg 363 Pearson)· ‘κυλισθεὶς
15ὥς τις ὄνος ἰσόσπριοσ‘. b ἐπισταχύεσκον: ἐπήνθουν. Lg(P) 973 μεμόρητο: ἐκεκλήρωτο ὑπὸ τῆς τύχης, μεμοιραμένως εἶχεν. τὸ δὲ κατάλληλον· οὐδέ νύ πω παίδεσσιν ἀγάλλεσθαι με‐
μόρητο.85

86

974—76a ἀκήρατος: ἀντὶ τοῦ ἄπαις καὶ καθαρὰ ὠδίνων. Κλείτη δὲ θυγάτηρ Μέροπος Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύ‐ ζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίοχος (fg 4 M. II 17) καὶ Ἔφορος (70 fg 184 J.).
5b 〈νέον:〉 νεωστί. Lg 977 τὸ δὲ ἀντιπέρηθεν ἢ τὸ ἐκ τῆς Εὐρώπης δηλοῖ— ἀντίκειται γὰρ ἡ Εὐρώπη τῇ Ἀσίᾳ—ἢ τὸ ἐκ τοῦ ἀντικειμένου τῆς Προποντίδος πρὸς τὴν Κύζικον· τῆς γὰρ Πιτυείας βασιλεὺς ἦν Μέροψ ὁ Περκώσιος, ὡς δηλοῖ Ὅμηρος ἐν Καταλόγῳ (Β 829). P
10979 τὸ δὲ βάλεν 〈δ’〉 ἀπὸ δείματα θυμοῦ τοῦτο ἐμφαίνει, ὅτι χρησμόν τινα ἔοικε φοβεῖσθαι ὡς μέλλων τεθνήξεσθαι ὑπὸ τῶν Ἀργοναυτῶν. P 980 〈ἀμοιβαδίς:〉 ἐνηλλαγμένως. Lg 981—82 ἄνυσιν: τόν τε πλοῦν καὶ ἐφ’ ἣν πρᾶξιν ἔπλεον.
15ἀστείως δὲ ταύτην αὐτοῖς τὴν ἐρώτησιν δίδωσι τὴν κατεπείγουσαν καὶ χρησίμην. περικτιόνων δὲ περιοίκων. 983a 〈πεύθοντο:〉 ἠρώτων. Lg b οὐ μὲν ἐπιπρό: εἰς τοὔμπροσθεν τῆς Δολιονίας, ἢ ἀντὶ τοῦ διόλου. διὰ δὲ τούτου οὐδὲν ἕτερον ἢ τὴν ἀπραγμοσύνην τοῦ Κυζίκου
20ἐμφαίνει. 985 ἠοῖ δ’ εἰσανέβαν: ἡ εἰς πρόθεσις περιττή. Δίνδυμον
δὲ ὄρος Κυζίκου ἱερὸν τῆς Ῥέας, διὰ τὸ διδύμους μαστοὺς ἐν αὐτῷ86

87

ἀνήκειν, ὥς φησι Φιλοστέφανος (fg 2 M. III 29), οὕτω προσαγορευθέν· σύμπασα δὲ ἡ Φρυγία ἱερὰ τῇ θεῷ. ἢ διὰ τὸ δύο ἔχειν ἄκρας οὕτω καλεῖται. 987a Χυτοῦ λιμένος: Χυτὸς λιμὴν ἐν Κυζίκῳ οὕτω καλού‐
5μενος. ἐπεχείρησαν δὲ οἱ Πελασγοὶ χῶσαι αὐτόν, ὥς φησι Δηίοχος (fg 5 M. II 17), κατὰ ἔχθος τὸ πρὸς τοὺς Θεσσαλούς, ὑφ’ ὧν ἐξε‐ βέβληντο. οὗτος (v. 989 sq.) δὲ ὑπὸ τῶν Γηγενῶν φησι κεχῶσθαι αὐτόν, ποιητικῶς. b προτέρου ἐξήλασαν: καθ’ ὃν τὸ πρότερον ἦσαν ὁρμι‐
10σθέντες. 989—91 Γηγενέες δ’ ἑτέ〈ρωθεν: Δηίοχος (v. sch. 987 a) 〈...〉 Θετταλοὺς εἶναι. οὗτος δὲ Γηγενεῖς φησιν ἐγχειρογάστορας τοῖς Ἀργοναύταις ἐπιβουλεῦσαι [δοκοῦντας λῃστὰς εἶναι]. Πολύγνωστος δὲ ἐν τοῖς Περὶ Κυζίκου (M. IV 481) λῃστὰς αὐτοὺς λέγει.
15995 ἀμφιρρῶγας: ἤτοι διερρωγυίας καὶ διεσχισμένας ἢ δια‐ βεβρωμένας ὑπὸ τῆς θαλάσσης.
996—97 〈κἀκεῖνα〉 θεὰ τρέφεν: μυθικῶς φησιν ὑπὸ Ἥρας87

88

ἐφ’ Ἡρακλεῖ τετράφθαι τοὺς Γηγενεῖς. ὁ δὲ μῦθος ἀπὸ τοῦ Νεμεαίου λέοντος. μέμνηται δὲ καὶ Καλλίμαχος ἐν οἷς φησι (Hymn. III 107—09)·
‘τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
5
ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.‘ 998—99 σὺν δὲ καὶ ὧλλοι: τῆς νεωτέρας Ἰάδος τὸ ὧλλοι. τὸ δὲ δῆθεν ποτὲ μὲν παραπληρωματικόν, ποτὲ δὲ ἀντὶ τοῦ δηλαδὴ ἢ ὡς δή. ὑπερβεβίβασται δὲ ἡ φράσις. ἔστι γὰρ τὸ ἑξῆς· σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες ἥπτοντο φόνοιο.
101001—02 εἰσόκε πάντας: ἀδιαλείπτως ταρασσομένους ἐδάιξαν. ἢ οὕτως· ἐναντιούμενοι ταῖς δυνάμεσιν ἀκαταπαύστως συνταρασσομένους αὐτοὺς ἀνεῖλον. 1003—05a ὡς δ’ ὅτε δούρατα μακ〈ρά: ἡ παραβολὴ πρὸς πάντα ἁρμόδιος καὶ ὑγιής. ξύλοις γὰρ εἰκάζει αὐτοὺς πρὸς τὸ
15εὐτράπελον τῶν σωμάτων καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν αὐτῶν διατριβήν, καὶ ξυλοτόμοις δὲ τοὺς ἥρωας. τὸ δέ ὄφρα νοτισθέντα κρα‐ τεροὺς ἀνεχοίατο γόμφους πρός τε τὴν τῶν αἰγιαλῶν 〈ἐγγύ‐ τητα〉 καὶ πρὸς ἕτερον, ὅτι οἱ τέκτονες τοῦτο ποιοῦσιν, ἵνα πλείονος καμάτου ἀπαλλαγῶσιν ἐργαζόμενοι καὶ τοὺς σφῆνας ἐπιβάλλοντες, ὁμοίως
20δὲ καὶ οἱ ἥρωες αὐτοὺς ἀνεῖλον, ὅπως λοιπὸν αὐτοῖς ἀκίνδυνος γένηται ἡ εἰς τὸ ὄρος ἀνάβασις. b ὄφρα νοτισθ〈έντα: ὅπως βραχέντα εὐεπίδεκτα γένηται τῶν σφηνῶν. 1006 ἐνὶ ξυνοχῇ: ἐν τῇ περιφερείᾳ καὶ τῷ πρώτῳ τοῦ λι‐
25μένος. Lg(P) 1008 δύπτοντες κεφαλ〈άσ: ἀντὶ τοῦ δύνοντες τὰς κεφαλάς. παρατατικὸν δὲ εἴρηκεν ἀντὶ συντελικοῦ δύψαντες, ἐπὶ τῷ δύπτειν ἐπὶ
κεφαλὴν κατενεχθέντες. δύπτειν δέ ἐστι τὸ δύνειν, 〈δύπται δὲ αἴθυιαι〉,88

89

ὡς παρὰ Καλλιμάχῳ (fg 167 Schn.)· ‘δύπται δ’ ἐξ ἁλὸς ἐρχόμενοι‘. πρότερος δὲ Ἀντίμαχος (fg 6 B. II 290)· ‘ἠύτε τις καύηξ δύπτῃ ἐς ἁλμυρὸν πέλαγοσ‘. 1012 ἀταρβής: ἀκίνδυνος καὶ ἄφοβος τῶν ἐχθρῶν ὡς ἀπο‐
5λωλότων. L 1015—17a ῥιπὴ μένεν: οὐκέτι ἀσφαλὴς καὶ ὁμοία ἔμενεν ἡ τοῦ ἀνέμου πνοή, ἀλλ’ ἐναντία ἐγένετο· προσληπτέον γὰρ τὸ ἡ ἄρθρον. ἐξ οὗ ὁ λόγος· ἐπιούσης δὲ νυκτὸς οὐκέτι ἔμενεν ὁμοίως ἡ πνοὴ τοῦ ἀνέμου.
10b ἀλλὰ θύελλαι: αἱ χειμεριναὶ καταιγίδες καὶ πνοαί. ὅθεν Ὅμηρος ἐν συνωνυμίᾳ τίθησι θυέλλας τε καὶ ἁρπυίας ἀντὶ τοῦ καται‐ γιδώδεις πνοάς, ἀπὸ τοῦ οἷον ἁρπάζειν παραγώγως (υ 66)·
‘ὡς δ’ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι‘, εἶτα (77)·
15
‘τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο‘, ὡς τῶν αὐτῶν οὐσῶν. τὸ μὲν ἀπὸ τοῦ ἁρπάζειν, τὸ δὲ ἀπὸ τοῦ θύειν, ὅ ἐστι μετὰ βίας ἄειν. ἁρπάγδην δὲ εἶπεν ἀπὸ τοῦ ἁρπάζειν, ὡς φοράδην ἀπὸ τοῦ φέρειν καὶ ἀίγδην ἀπὸ τοῦ ἀίσσειν.
201018 ἐκ δ’ ἄρ’ ἔβη〈σαν: ἐξέβησαν καὶ προσεπελάσθησαν πάλιν τοῖς Δολίοσι. τὸ δὲ ἐυξείνοισιν, ὥσπερ καὶ αὐτὸς δεινο‐ παθῶν ἐπὶ τοῖς συμβεβηκόσι τοῦτό φησιν. 1019 Ἱερὴ δὲ φατίζε〈ται: κατ’ εὐφημισμόν. τὰ γὰρ μεγάλα
τῶν παθῶν εὐφήμως ἱερὰ καὶ καλά φαμεν, ὡς καὶ τὰς Ἐρινύας Εὐμε‐89

90

νίδας καὶ τὴν λοιμικὴν νόσον ἱεράν, ὡς καὶ Καλλίμαχος (fg 276 Schn.)· ‘ψευδόμενοι δ’ ἱερὴν φημίζομεν‘. 1021 〈ἐνόησεν:〉 ἔγνω. Sm 1023a 〈ἐπήισαν:〉 οὐκ ἐπήρχοντο, φησίν, ἀληθῶς ὡς ἐπὶ τοὺς
5ἥρωας· ἠγνόησαν γάρ, διότι νὺξ ἦν. Lg b τὸ δὲ ἐπήισαν ἀντὶ τοῦ ᾔσθοντο. P 1024a Μακριέων: τῶν καλουμένων Μακρώνων, οἵ εἰσιν ἄποικοι Εὐβοέων, ἀφ’ οὗ καὶ Μάκρωνες ἐκλήθησαν· καὶ Μάκρις γὰρ ἡ Εὔβοια ἐκαλεῖτο. Πελασγικὸν δὲ εἶπεν διὰ τὸ πλησιόχωρον εἶναι
10τὴν Εὔβοιαν τῇ Πελοποννήσῳ, ἣ πρότερον ἐκαλεῖτο Πελασγία. ἦσαν δὲ ἀστυγείτονες τῶν Δολιόνων οἱ Μάκρωνες. οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μακριέας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικηνοῖς. ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι Φιλοστέφανός (fg 4 M. III 29) τε καὶ Ἡρόδωρος (31 fg 64 J.) οἱ τὰ περὶ τῶν βίων αὐτῶν
15γεγραφότες. Διονύσιος δὲ ὁ Χαλκιδεὺς (fg 10 M. IV 395) εἰρῆσθαί φησιν αὐτοὺς Μάκρωνας, ἐπειδὴ Εὐβοέων εἰσὶν [Μάκρωνες] ἄποικοι. ἄλλοι δὲ Μάκρωνας αὐτούς φασι λέγεσθαι διὰ τὸ πλείονας εἶναι παρ’ αὐτοῖς μακροκεφάλους ὥσπερ παρὰ τοῖς Πέρσαις γρυπούς. μέμνηται δὲ τούτων Ἡρόδοτος ἐν βʹ (104).
20Πελασγικὸν δὲ ἄρεα εἶπεν τὸν τῶν Μακριέων, ἐπεὶ Εὐβοέων εἰσὶν ἄποικοι, ἡ δὲ Εὔβοια πλησίον Πελοποννήσου κεῖται, ἥτις τὸ πα‐ λαιὸν Πελασγὶς ἐκαλεῖτο.
b Μακριέων: ὅμοροι Δολίοσιν οὗτοι καὶ πολέμιοι. Lg(P)90

91

1025 〈τῷ:〉 διό, ἐπεὶ Μάκρωνας αὐτοὺς ἐνόμισαν, συνέβαλον. Lg 1026 σὺν δ’ ἔλασαν: τὸ Ὁμηρικὸν παραγράφει (Δ 447)·
‘σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν.‘ 1027—28a ῥιπῇ: ὁρμῇ. Lg(P)
5b ἥ τ’ ἐνὶ θάμνοις: τοῖς στελέχεσι τῶν δένδρων, ἀπὸ τῆς θέσεως (ψ 190)· ‘θάμνος ἔφυ τανύφυλλος ἐλαίησ‘. καὶ ταῦτα δὲ ἐξ Ὁμήρου παρῆκται (Ο 605 sq.)·
‘μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
οὔρεσι μαίνηται, βαθέης ἐν τάρφεσιν ὕλης.‘
10c 〈αὐαλέοισι:〉 ξηροῖς. Lg d 〈κορύσσεται:〉 μετεωρίζεται. Lg 1029 ζαμενής: ἄγαν ἰσχυρός, τοῦ ζα κατ’ ἐπίτασιν ὄντος, ὡς ζάπλουτος ζάθεος. Lg (P) 1030a 〈ὅγε:〉 ὁ Κύζικος δηλονότι. Lg
15b ὑπὲρ μόρον: συνυπακούεται τὸ σχὼν ἢ ἄλλο τι παραπλήσιον, ἵν’ ᾖ· οὐδ’ ὅγε ὁ Κύζικος ὑπερσχὼν τὸν μόρον τῆς δηιοτῆτος, ἤγουν τὸν ἐν τῷ πολέμῳ θάνατον, ἔμελλεν ἐπανήξειν οἴκαδε. P 1032 τὸν [δὲ] Κύζικον οἱ μὲν ὑπὸ Διοσκούρων φασὶν ἀναιρεθῆναι, ἄλλοι δὲ ὑπὸ Ἰάσονος. τὸ δὲ ἑοῖο καὶ νῦν κακῶς κεῖται· ἔστι γὰρ
20προσληπτικὸν ἰσοδυναμοῦν τῷ ἑαυτοῦ. 1034 ἐρραίσθη: ἐθραύσθη. LgP 1035a τὸ δέ μοῖραν ἀνέπλησε σημαίνει· τὸ πρόσταγμα τῆς εἱμαρμένης ἐτέλεσε. P b 〈τὴν γὰρ θέμις:〉 τοῦτο ὥσπερ ἀποδεικτικόν ἐστι τοῦ ἄφυκτον
25εἶναι τὴν μοῖραν, ὥς φησι καὶ Ὅμηρος. Lg(P) 1037—38a 〈τόν:〉 τὸν Κύζικον. Lg b ἀδευκέος ἔκτοθεν ἄτης: οὐ προσηνοῦς, ἀπεοικυίας,
πικρᾶς· δεῦκος γὰρ τὸ γλυκύ, ὅθεν τὸ Πολυδεύκης· καὶ γὰρ ζῶν εὐερ‐91

92

γετικώτατος καὶ ἀποθεωθεὶς ἅμα τῷ ἀδελφῷ διασώζει τὰς ναῦς. ἢ ἀφανοῦς καὶ ἀπροοράτου, παρὰ τὸ δείκω. τὸ δὲ ἔκτοθεν ταὐτόν ἐστι τῷ ἐκτός. περὶ δὲ τῆς μάχης καὶ Δηίοχος (fg 6 M. II 18) ἱστορεῖ. περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμ‐
5φωνεῖται. Ἔφορος (70 fg 61 J.) μὲν γάρ φησι τοὺς Δολίονας Πε‐ λασγοὺς ὄντας καὶ ἐχθρωδῶς διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπ’ αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων ἐν τῇ θʹ. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιόχῳ (v. supra). Καλλισθένης δὲ ἐν τῷ αʹ τοῦ Περίπλου (124 fg 6 J.) κατ’ ἔχθραν φησὶ
10τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις. c 〈αὐτῇ ὑπὸ νυκτί:〉 αὐτῇ τῇ νυκτί, θαυμαστικῶς. Lg d 〈πέδησεν:〉 κατέσχεν. Lg 1039 〈πολεῖς:〉 μνημονεύει Δηίοχος τῶν ἀναιρεθέντων, ὥς φησι Σοφόκλειος. Lg
151040—41 Τηλεκλῆα ἠδὲ Μεγαβρόντην: πέπλακε τὰ ὀνό‐ ματα ταῦτα Ἀπολλώνιος, οὐκ ἀπὸ ἱστορίας ἔλαβεν. οὕτω Ταρραῖος (fg 12 Linnenkugel De Lucillo Tarrhaeo, Diss. Monast. 1926, 95). 1047 Ἀρτάκεα: Ἡρωδιανὸς βαρυτονεῖ τὸ ὄνομα ἐν τῷ γʹ τῆς Καθόλου (I 68, 28 L.)· Ἀρτάκης γάρ.
201048 〈ἐνναέται:〉 ἔποικοι. Lg
1049—50 ἠύτε κίρκους ὠκυπ〈έτασ: εἶδος ἱέρακος. ἔστι92

93

δὲ ἱεράκων γένη ἕξ, ὡς Καλλίμαχος ἐν τοῖς Περὶ ὀρνέων (fg 100c 1 Schn.). καὶ Ὅμηρος δὲ ἔοικε τοῦτο γινώσκειν· φησὶ γοῦν (ν 86 sq.)·
‘οὐδέ κεν ἴρηξ
κίρκος ὀμαρτήσειεν ἐλαφρότατος πετεηνῶν‘
5καί (ο 526) ‘κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελοσ‘. ὁ δὲ ἱέραξ ἱερός ἐστιν Ἀπόλλωνος. πέλεια δὲ περιστερᾶς εἶδος ὅμοιον φάττῃ, ὥς φησιν Ἀριστοτέλης (Hist. an. V 13, 544 b 1). 1052 ὑποτροπίῃ: ὑποστροφῇ· τουτέστι φυγῇ. Lg(P)
101053—54 ἠῶθεν δ’ ὀλ〈οήν: ἅμα ἠοῖ κακὴν ἀμπλακίην καὶ ἀπροσμηχάν〈ητ〉ον εἶδον οἷον ἀβοήθητον. L 1059 τρὶς περὶ χαλκείοις δίχα: χαλκείοις σὺν ἔντεσι. ὑπέρβατον δέ ἐστι. τὸ γὰρ ἑξῆς· χαλκείοις σὺν ἔντεσι περι‐ δινηθέντες, ὅ ἐστι περιδραμόντες.
151060 τύμβῳ ἐν ἐκτερέ〈ιξαν: τύμβον ἔστησαν. κτερείξαι τὸ θάψαι· ἔθαψαν γάρ, τάφον αὐτῷ ποιήσαντες. 1061 τοῦ δὲ Λειμωνίου πεδίου μέμνηται Δηίοχος (fg 7 M. II 18), περί τε τοῦ τάφου Κυζίκου ὁ αὐτός. 1062 τὸ δὲ ἀγκέχυται Ὁμηρικῶς κατὰ τὴν ἀρχαίαν ἀγωγήν
20(Ψ 256)· ‘χυτὴν ἐπὶ γαῖαν ἔχευαν‘. 1063 οὐδ’ ἄλοχος Κλείτη: ὁ μὲν Ἀπολλώνιος νεόγαμον τὸν Κύζικον καὶ ἄπαιδα ἱστορεῖ, Εὐφορίων δὲ ἐν Ἀπολλοδώρῳ (fg 4 Scheidw.) μελλόγαμον. τὴν δὲ 〈γαμετὴν〉 οὐ Κλείτην 〈τὴν〉 Μέροπος λέγει θυγατέρα, Λάρισαν δὲ τὴν Πιάσου· οὐδὲ παθεῖν τι, ἀπαχθῆναι δὲ
25αὐτὴν ὑπὸ τοῦ πατρός. Νεάνθης δὲ ἐν τοῖς Μυθικοῖς (84 fg 11 J.)93

94

συμφωνεῖ τῷ Ἀπολλωνίῳ. περὶ δὲ τῆς Κλείτης φησὶ Δηίοχος (fg 8 M. II 18) ὑπὸ λύπης τελευτῆσαι. ἱστορεῖ δὲ Ἀπολλώνιος ἄτεκνον τὸν Κύζικον ἀνῃρῆσθαι, Νεάνθης (v. supra) δὲ ἐσχηκέναι φησὶ παῖδα ὁμώνυμον. 1065—66 τὴν δὲ καὶ αὐταί: τοῦτο ἤτοι πρὸς θαυμασμὸν τοῦ
5πάθους—τοσοῦτον γὰρ ἦν, ὡς καὶ τὴν θείαν φύσιν ἀνεγεῖραι— ἢ ὅτι ὑπόκεινται αἱ γυναῖκες θρηνοῦσαι, ἵνα ᾖ· μετὰ τῶν Δολιόνων καὶ αὐταὶ αἱ νύμφαι ὠδύροντο τὴν Κλείτην. Νεάνθης (84 fg 12 J.) δὲ καὶ Δηίοχος (fg 8 M. II 18) ἱστοροῦσιν, ὅτι ἀπήγξατο ἡ Κλείτη καὶ ὅτι ἐκ ταύτης κρήνη ἐν Κυζίκῳ 〈...〉.
101068—69 ἣν καλέουσι Κλείτην: ἀντὶ τοῦ ὁμωνύμως τῇ παιδί, πρὸς τὸ πλείονα χρόνον τοῦ πάθους τὴν μνήμην σώζεσθαι [βου‐ λόμενοι]. περικλεὲς δὲ [ἢ] τὸ ἐπίδοξον καὶ διαβόητον ἔκ τε τῆς τοῦ πάθους ὑπερβολῆς καὶ τῆς πρὸς τὸν ἄνδρα διαθέσεως γενόμενον. 1073 μυληφάτου: τοῦ πυροῦ, τουτέστι τοῦ σίτου, τοῦ ἀλεύρου
15τοῦ ὑπὸ μύλης τεθραυσμένου ἐν τῷ ἀλήθεσθαι. φησὶ δὲ τοὺς ἄρτους. 1074a ἄφλεκτα: ἀντὶ τοῦ ὠμά. LgP b 〈διαζώεσκον:〉 ἔζων. Lg 1075—77a χύτλα: κυρίως τὰ μεθ’ ὕδατος ἔλαια, καταχρηστι‐
κῶς δὲ τὰ ἐναγίσματα καὶ αἱ χοαί. πέλανοι δὲ πέμματα ποιά. Ἀττικοὶ94

95

δὲ πᾶν τὸ πεπηγὸς οὕτω λέγουσι. τὸ δέ Κύζικον ἐνναίοντες ἀντὶ τοῦ οἱ Κυζικηνοί. Ἰάονες δὲ διὰ τὸ ἀποίκους εἶναι Μιλησίων. καὶ γὰρ εἰς Μίλητον ὁ Νηλεὺς ἀποικίαν ἐστείλατο καὶ ἐκεῖθεν ἐπὶ Κύζικον μετὰ πολὺν χρόνον· ὅθεν καὶ τοὺς Κυζικηνοὺς Ἴωνας ἐκάλεσεν.
5b πελάνους ἐπαλετρ〈εύουσιν: πᾶς δῆμος ἐπὶ τῆς μύλης ἐπαλετρεύουσι καὶ ἀλήθουσι πελάνους. πέλανος δὲ ὁ διαπεπηγμένος καὶ ῥυπαρὸς 〈ἀφρὸσ〉 κατὰ Ἀττικούς, ὡς καὶ Εὐριπίδης (Orest. 220)· ‘στόματος ἀφρώδη πέλανον‘. φησὶ δὲ τοὺς ἀκαθάρτους καὶ εὐτελεῖς ἄρτους, οὓς ὁ Θεόκριτος (XXIV 138) Δωρικούς φησιν.
101079 ἤμαθ’ ὁμοῦ: τὸ ὁμοῦ παρ’ Ὁμήρῳ μὲν τὸ ἐν τῷ αὐτῷ τόπῳ σημαίνει (Λ 127)· ‘ὁμοῦ δ’ ἔχον ὠκέας ἵππουσ‘, παρὰ δὲ τοῖς μεθ’ Ὅμηρον καὶ ἄλλα σημαίνει, ὡς καὶ Σοφοκλῆς ἐπὶ χρόνου τέθεικεν αὐτό (Oed. R. 4 sq.)·
‘πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
15
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων‘. νῦν δὲ ἀντὶ τοῦ ὁμοίως κεῖται, ὡς καὶ παρ’ Εὐριπίδῃ (Herc. 455)·
‘ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρεσ‘. 1080 〈ἐπιπλομένη:〉 ἐπερχομένη. Lgr(P) 1081 ὧλλοι μέν ῥα: ἡ τοιαύτη συναλοιφὴ τῆς νεωτέρας Ἰάδος
20ἐστί. διὸ μέμφονται Ζηνοδότῳ εἰπόντι 〈δεῖν ἀναγινώσκειν〉 (Β 1) ‘ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρεσ‘· οὐ κέχρηται γὰρ ταύτῃ Ὅμηρος. 1082a πύματον λάχος: ὕστατον κλῆρον καὶ μερίδα τοῦ ἐν τῇ Δολιονίᾳ ὕπνου λαμβάνοντες καὶ ἐκεῖσε ὑπνοῦντες· τῇ γὰρ ἑξῆς
ἀναπλεῖν ἔμελλον. LGmP95

96

b 〈πύματον λάχος:〉 τοῦ ἐν Κυζίκῳ ὕπνου ὕστατον λάχος φησίν. Sm 1083 ἀδινὰ κνώσσοντας: ἐφύλαττον μεγάλως καὶ βαθέως ὑπνοῦντας. ὁ δὲ Ταρραῖος (fg 8 Linnenkugel De Lucillo Tarrhaeo,
5Diss. Monast. 1926, 89) λεπτὰ κοιμωμένους καὶ οὐ κατὰ βάθος. 1085—87a 〈θεσπίζουσα:〉 προλέγουσα, μαντευομένη. Lg b λῆξιν ὀρινομένων: τὴν κατάπαυσιν καὶ λώφησιν τῆς τῶν ἀνέμων βίας. 〈ἀκταίης:〉 τὸ γὰρ ὄρνεον θαλάσσιον καὶ ἐν τοῖς αἰγια‐ λοῖς βιοῦν. λέγεται δὲ καὶ ὁ Ζεὺς ἐφεξῆς ιεʹ ἡμέρας ἤ, ὥς τινες, ιδʹ
10εὐδιεινὰς ποιεῖν, ἵνα ἀποκυήσῃ παρὰ τοῖς αἰγιαλοῖς, αἳ ἀλκυονίδες ἡμέραι καλοῦνται, ζʹ πρὸ τοῦ τόκου καὶ ζʹ μετὰ τὸν τόκον. εἴληφε δὲ τὰ περὶ τῶν ἀλκυόνων παρὰ Πινδάρου ἐκ Παιάνων (fg 62 Schr.). εὐλόγως δὲ ὄσσαν εἶπε τὴν τῆς ἀλκυόνος φωνήν· ὑπὸ γὰρ Ἥρας ἦν ἀπεσταλμένη, ὥς φησι Πίνδαρος.
15c ἀκταίης ὄρνιθος: τῆς παρὰ ταῖς ἀκταῖς καὶ τοῖς αἰγιαλοῖς διατριβούσης καθήκουσαν φωνὴν ἀκούσας. 1089a ἀφλάστοιο: Ἀπολλόδωρος ἐν ταῖς Λέξεσι (cf. 244 fg
240 J.) ἀποδέδωκεν ἄφλαστον τὸ ἀκροστόλιον. οὐκ εὖ, ἐπειδὴ τὸ96

97

ἀκροστόλιόν ἐστι τὸ ἄκρον τοῦ στόλου, στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πτυχῆς καὶ διῆκον ἄχρι τῆς πρώρας ξύλον· πτυχὴ δὲ λέγεται, ὅπου τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. ἔστιν οὖν ἄφλαστον 〈οὐ〉 τὸ ἀκρο‐ στόλιον 〈τὸ〉 κατὰ τὴν πρώραν, ἀλλ’ ὁ ποιητὴς αὐτὸ παραδίδωσιν ἐπὶ
5τῆς πρύμνης λέγων (Ο 716 sq.)·
‘Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὔτι μεθίει
ἄφλαστον μετὰ χερσὶν ἔχων.‘ καὶ εἴρηται ἄφλαστον κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ θ, ἄθλαστον· κατὰ ἀντίφρασιν, ἐπεὶ εὔθλαστόν ἐστιν. ἔστιν οὖν ἄφλαστον σανίδιον
10κατὰ τὴν πρύμναν. b 〈ἀφλάστοιο:〉 ἀκροστολίου. Gg 1098—1102a ἐκ γὰρ τῆς ἄνεμ〈οι: ἐκ ταύτης τῆς Ῥέας καὶ γῆ καὶ θάλασσα καὶ οὐρανὸς συνέχεται. οἱ γὰρ φυσικοὶ αὐτὴν γῆν φυσιο‐ λογοῦσι καὶ τὴν πάντων ἁρμογὴν καὶ σύνδεσμον, καὶ τὸ ὄνομα αὐτῆς
15ἐτυμολογοῦσι παρὰ τὸ ῥεῖν ἀεὶ καὶ ποιεῖν τείρεα. καὶ φυσικῶς ταύτης ἄνδρα τὸν Κρόνον φασίν, οἱονεὶ τὸν χρόνον μεταβολῇ τῶν ἀντιστοίχων· σύνεστι δὲ τῇ τῶν στοιχείων τάξει ἐξ ἀνάγκης ὁ χρόνος. καὶ εἶτα λοιπὸν ἀλληγορικῶς τούτους τῶν θαλασσίων καὶ οὐρανίων καὶ χθονίων θεῶν πα‐ τέρας εἶναί φασι· μετὰ γὰρ τὴν τῶν στοιχείων θέσιν καὶ σύνδεσμον συνέβη
20καὶ θεοὺς καὶ θεῶν δυνάμεις καὶ διαφορὰς μαθεῖν τοὺς ἄνδρας καὶ τιμῆσαι. b πεπείρηται: συνέχεται, συνέζευκται. LgGgP 1109 Ἱερῆς ἐκ πείσματα: ἧς καὶ ἐν τοῖς πρώτοις μέμνηται εἰπών (v. 1019)· ‘Ἱερὴ δὲ φατίζεται ἥδ’ ἔτι πέτρη‘. 1110 ἤρεσαν: ἐκωπηλάτησαν. τῷ δὲ συντελικῷ ἀντὶ παρατατικοῦ
25εἶπεν, τοῦ ἤρεσσον. λιμένα δὲ Θρηίκιον λέγει, ἐπειδὴ κεῖται μὲν ἡ Κύζικος ἐπ’ ἐσχάτοις τῆς Φρυγίας, συνάπτει δὲ ἡ Βιθυνία τῇ Φρυγίᾳ, Βιθυνοὶ δὲ Θρᾷκες κατὰ τὸ δεξιὸν μέρος. ἢ ἐπειδὴ Θρᾷκες Κύζικον ᾤκησαν.
1112—13 καὶ πᾶσα περαίη Θρηικ〈ίησ: καὶ πᾶσα ἡ ἐν‐97

98

αντία χώρα τῆς Θρᾴκης. 〈Μακριάδες...〉 Ποντικὸν δὲ ἔθνος οἱ Μάκρωνες. τὸ δὲ χερσὶν ἑαῖς οὐκ εὖ εἴρηκεν· ὤφειλε γὰρ σφετέραις. 1114—15a 〈ἠερόενστόμα Βοσπόρου: ἠερόεν οἷον ἀερῶδες ἤτοι ὁμιχλῶδες. Βόσπορος δὲ τὸ τῆς Προποντίδος στενόν,
5οὕτω κληθὲν ἀπὸ τῆς διανηξαμένης βοός, τῆς Ἰοῦς. b ἐκ δ’ ἑτέρης: οὐ λέγει ἐκ δ’ ἑτέρης ἠπείρου—καὶ γὰρ ἡ Μυσία καὶ ὁ Αἴσηπος τῆς Ἀσίας—, ἐπὶ ἑτέρας δὲ χώρας λέγει, τῆς Τρῳάδος, καθ’ ἣν ὁ Αἴσηπος ῥεῖ χωρίζων αὐτὴν τῆς Μυσίας. καὶ Ὅμηρος (Μ 21)· ‘Γρήνικός τε καὶ Αἴσηποσ‘. ἡ δὲ Τρῳὰς ἀπὸ Μυσίας
10ἀρχομένη τῆς Μεγάλης ἐπὶ τοῦ Αἰσήπου λήγει. ἡ δὲ Δολιονία καὶ Φρυγία ἄρχεται μὲν ἀπὸ τοῦ Αἰσήπου, λήγει δὲ ἐπὶ Ῥυνδάκου. Μυσίαι δὲ δύο, ὧν ἡ μὲν μία τῇ Εὐρώπῃ πλησιάζει, ἡ δὲ ἑτέρα τῇ Ἀσίᾳ· τῆς οὖν ἐν Ἀσίᾳ Μυσίας αἱ κολῶναι τοῖς Ἀργοναύταις ἐφαίνοντο. 1116 καὶ πεδίον Νηπήιον: πεδίον Νηπείας ἔστι περὶ Κύζικον.
15μνημονεύει δὲ αὐτοῦ καὶ Καλλίμαχος ἐν Ἑκάλῃ (fg 45 Schn. = 101 Kapp)·
‘Νηπείης ᾗ τ’ ἄργος, ἀοίδιμος Ἀδρήστεια.‘ τὴν δὲ Νήπειαν Διονύσιος ὁ Μιλήσιος (32 fg 9 J.) πεδίον τῆς Μυσίας φησὶν εἶναι. ὁ γὰρ βασιλεὺς τῶν Μυσῶν Ὄλυμπος θυγατέρα Ἰάσου
20ἔγημεν, Νήπειαν ὄνομα, καὶ κατῴκησεν ἐν τῷ πεδίῳ τούτῳ, ὃ νῦν καλεῖται Νηπείας πεδίον. Ἀπολλόδωρος (244 fg 175 J.) δέ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ. ὁ δὲ Καλλίμαχός φησιν ἐν Ὑπομνήμασι
(fg 100h 3 Schn.) Νέμεσιν εἶναι τὴν τὸ πεδίον κατέχουσαν. ἔστι δὲ98

99

καὶ πόλις καλουμένη Ἀδρήστεια ἀπὸ 〈Ἀδράστου〉 τοῦ ἱδρυσαμένου. ὁ δὲ Ἀπολλώνιος ἑκατέρων μέμνηται, τῆς τε πόλεως καὶ τοῦ πεδίου· φησὶ γάρ· ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης. τῆς δὲ πό‐ λεως καὶ Ὅμηρος μνημονεύει (Β 828)· ‘οἳ δ’ ἄρ’ Ἀδρήστειαν εἶχον‘.
51117—19a ἔσκε δέ τι στιβα〈ρὸν στύποσ: στύπος τὸ πρέμνον καὶ στέλεχος, ἐξ οὗ καὶ 〈Ἀρχίλοχος (fg 127 B. II 423) ‘ὀρέων〉 ἀπεστύπαζον‘. βρέτας δὲ τὸ βροτῷ ἐοικός. καὶ Εὐφορίων (fg 125 Scheidw.) δὲ ἐκ τούτου κινηθεὶς τὸ ξόανον τῆς μητρὸς τῶν θεῶν φησιν ἀμπέλινον εἶναι, διὰ τὸ τὴν ἄμπελον ἴσως ἱερὰν εἶναι τῆς Ῥέας.
10b πρόχνυ: παντελῶς. LgGgSmP c γεράνδρυον: ἀρχαῖον, ξηρόν, ἄχρηστον. LgGgSmP 1120 〈ὀκριόεντι〉 κολωνῷ: τῇ ἐξεχούσῃ ἀκρωρείᾳ. Lg(P) 1123a χέραδος: ἡ τῶν βραχέων λίθων συλλογὴ τῶν καθ’ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος χερμάδιά φησι. τὸ δὲ βωμὸν
15ἀντὶ τοῦ εἰς βωμοῦ κατασκευήν.99

100

b χεράδες λέγονται οἱ σωροὶ τῶν μικρῶν λίθων. φησὶ Δημή‐ τριος ὁ Σκήψιος (fg 70 Gaede) τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ (fg inc. lib. 30 Lobel = 114 B. III 127) ‘μὴ κίνη χεράδασ‘ καὶ Ὅμηρος (Φ 319) ‘ἅλις χεράδος
5περιχεύασ‘. χέραδος δὲ ὁ τῶν λίθων σωρός· εἰς δὲ τὴν τοῦ βωμοῦ κατα‐ σκευὴν λίθους ἐσώρευον. 1124a δρυΐνοισιν: εἰκότως· ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὥς φησιν Ἀπολλόδωρος ἐν γʹ Περὶ θεῶν (244 fg 92 J.).
10b δρυΐνοις δὲ αὐτούς φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν 〈τὸ〉 πρῶτον χρησιμεῦσαι. 1125 Δινδυμίην: τὴν ἐν τῷ Δινδύμῳ ὄρει τιμωμένην ἐπικα‐ λούμενοι καὶ ἱκετεύοντες. Lg (P)
151126—31a ἐνναέτιν Φρυγίης, Τιτίην θ’ ἅμα: [περὶ] τῶν Ἰδαίων Δακτύλων καλουμένων πρώτους 〈τούτουσ〉 φησὶν εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μαιανδρίῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ. εἰσὶ δὲ οὗτοι τῶν Ἰδαίων Δακτύλων μοιρηγέται καὶ μητρὸς θεῶν πάρεδροι.
20Καλλίστρατος δὲ ἐν τῇ βʹ τῶν Καθ’ Ἡράκλειαν περὶ Τιτίου φησίν (fg 2 M. IV 354)· ‘ὁ δὲ Τιτίας ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύουσι παῖδα Διός, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων,
δι’ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν·100

101

ἀπεθεώθη δὲ ὑπὸ Μαριανδυνῶν‘. καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρα‐ κλείας (fg 1 M. III 201) λέγει περὶ Τιτίου, ὅστις ἦν, καὶ Θεοφάνης (188 fg 2 J.). ὅτι δὲ νύμφη τῆς Οἰαξίδος γῆς δραξαμένη τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε, παρὰ Στησιμβρότου (107 fg
512 b J.) εἴληφε. 〈...〉 καὶ ὅτι διὰ τῶν χειρῶν διερρύησαν, Δακτύλους κληθῆναι. Σοφοκλῆς δὲ αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις (fg 364 Pearson). b Δάκτυλοι Ἰδαῖοι: ἑκατέρους πέντε φασὶ τούτους εἶναι, δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης (3 fg
1047 J.) δὲ τοὺς μὲν δεξιοὺς κʹ λέγει, τοὺς δὲ εὐωνύμους λβʹ. γόητες δὲ ἦσαν καὶ φαρμακεῖς, καὶ δημιουργοὶ σιδήρου λέγονται πρῶτοι καὶ μεταλλεῖς γενέσθαι· ἀριστεροὶ μὲν αὐτῶν, ὥς φησι Φερεκύδης (v. supra), οἱ γόητες, οἱ δὲ μεταλλεύοντες δεξιοί. ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. ὡς 〈δὲ〉 Ἑλλάνικός (4 fg 89 J.) φησι, Ἰδαῖοι Δάκτυλοι ἐκλή‐
15θησαν, ὅτι ἐν τῇ Ἴδῃ συντυχόντες τῇ Ῥέᾳ ἐδεξιώσαντο τὴν θεὸν καὶ τῶν δακτύλων αὐτῆς ἥψαντο. ὡς δὲ Μνασέας ἐν τῷ αʹ Περὶ Ἀσίας
(fg 26 M. III 154), Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου101

102

καὶ τῆς μητρὸς Ἴδης. ὁ δὲ τὴν Φορωνίδα συνθεὶς γράφει οὕτως (fg 2 Kinkel)·
‘ἔνθα γόητες
Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκί’ ἔναιον,
5Κέλμις Δαμναμενεύς τε μέγας καὶ ὑπέρβιος Ἄκμων, εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης, οἳ πρῶτοι τέχνην πολυμήτιος Ἡφαίστοιο εὗρον ἐν οὐρείῃσι νάπαις ἰόεντα σίδηρον ἤνεγκάν τ’ ἐς πῦρ καὶ ἀριπρεπὲς ἔργον ἔτευξαν.‘
10c Δικταῖον: τὸ Κρητικὸν σπήλαιον· Δίκτη γὰρ ὄρος Κρήτης. Lg(P) d 〈ἀμφοτέρῃσιν:〉 λείπει χερσί. Lg e δραξαμένη: ἔθος ἐστὶ ταῖς κυούσαις τῶν παρακειμένων λαμ‐ βάνεσθαι καὶ ἀποκουφίζειν ἑαυτὰς τῶν ἀλγηδόνων, ὡς καὶ Λητὼ ἐλάβετο
15τοῦ φοίνικος. 〈...〉 ἔδει δὲ εἰπεῖν Ὀαξίδος· προσετέθη δὲ τὸ ι. f ἐβλάστησεν: ἐγέννησεν. LgP 1132 ἐριώλας: διαφόρως ἀνεγνώσθη, ἐπικρατεῖ δὲ ἡ βαρεῖα τάσις. Lm(P) 1134—39a Ὀρφῆος ἀνωγῇ: τῇ τοῦ Ὀρφέως παρακελεύσει,
20ὡς αὐτοῦ τῆς ὀρχήσεως προκαταρχομένου. βηταρμὸν δὲ τὴν ὄρχησιν παρὰ τὴν ἁρμόδιον βάσιν αὐτῶν· λέγει δὲ νῦν τὴν πυρρίχην ὄρχησιν. τὸ δὲ ἑξῆς· ὠρχοῦντο τοῖς ξίφεσι τὰς ἀσπίδας κομποῦντες διὰ τὸ
τὸν Κύζικον θρηνεῖσθαι ὑπὸ τῶν Δολιόνων, ἵνα μὴ τῆς θυσίας οὔσης102

103

δύσφημος φωνὴ ἀναφέρηται· ὅθεν καὶ Φρύγες κυμβάλοις καὶ τυμπάνοις τὴν Ῥέαν ἱλάσκονται. b ῥόμβος τροχίσκος, ὃν στρέφουσιν ἱμᾶσι τύπτοντες, καὶ οὕτως κτύπον ἀποτελοῦσι. τινὲς δὲ ῥύμβον αὐτὸν καλοῦσιν, ὡς καὶ Εὔπολις
5ἐν Βάπταις (fg 72 Kock I 274) καὶ Δίδυμος (fg I 5, 33 Schmidt 69). 1141—48a ἀνταίη: ἡ Ῥέα οὕτω λέγεται, διότι ἐναντία τοῖς Τελχῖσιν ἐγένετο. ὡς δέ τινες, ἀνταίη ἡ εὐάντητος καὶ εὐλιτάνευτος. b σήματ’ ἔγεντο: διὰ τούτου οὐδὲν ἕτερον ὁ ποιητής φησιν ἢ τὴν τῆς θεοῦ φύσιν· καὶ τοῖς φυσικοῖς γὰρ δοκεῖ ἡ αὐτὴ εἶναι τῇ γῇ,
10γῆς δὲ εὐμενείας σημεῖον τὸ εὔκαρπα εἶναι τὰ δένδρα καὶ πόας αὐτο‐ μάτους φύειν. c τερείνης: τῆς ἁπαλῆς καὶ χλωρᾶς. εἰλυοὺς δὲ τὰς κατα‐ δύσεις τῶν θηρῶν. ξυλόχους δὲ τοὺς ἐν τοῖς ὄρεσιν ὑλώδεις τόπους. ἔστι δὲ ὑπέρβατον· εἰλυούς τε ξυλόχους τε καταλιπόντες.
15διὰ πολλῶν δὲ τὸ θαυμαστὸν παρέστησε, διά τε τοῦ διψάδος καὶ ὅτι103

104

οὐκ ὀλίγον τὸ ἀναδοθὲν ὕδωρ, ἀλλὰ καὶ ἄληκτον. τὸ δὲ ναῖεν οὐκ εὖ. ἔδει γὰρ χωρὶς τοῦ ι νᾶεν, ἵν’ ᾖ ἔρρει, ὡς παρ’ Ὁμήρῳ (ι 222)· ‘νᾶεν δ’ ὀρῷ ἄγγεα πάντα‘. d ἡ δὲ σύνταξις κατὰ μετάθεσιν, ὡς τό ‘ῥέε δ’ αἵματι γαῖα‘ ἀντὶ τοῦ ‘αἷμα ἔρρεεν ἐν τῇ γῇ‘. ἢ μετα‐
5ληπτέον τὸ νᾶεν εἰς τὸ κατάρρυτον, ἵν’ ᾖ· ‘κατάρρυτον ἦν τὸ Δίν‐ δυμον ὕδασιν‘. P e 〈ποίης:〉 βοτάνης. Lg f 〈παροίτερον:〉 ἔμπροσθεν, πρότερον. Lg g ἀνέβραχε: ἀντὶ τοῦ ἀνεδόθη. LgP
10h διψάδος: ξηρᾶς. Lg(P) 1152 νῆσον: τὴν Κύζικον. Lg(P) 1158a ἀελλόποδες: ἀντὶ τοῦ ταχεῖς. Lg(P) b κίχον: κατέλαβον. LgP 1159 ζαχρηέσιν αὔραις: μεγάλως ἐπιβαρούσαις καὶ πνεούσαις.
15κυρίως δὲ ζαχρηὲς τὸ βιαίως ταῖς χερσὶ πραττόμενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις καὶ τὸ ζα ἐπιτατικόν. 1161 μετελώφεον: ἐπαύοντο. LgP 1162 ἐφέλκετο· πρὸς τὴν πάντων αὐτῶν ἀργίαν καὶ τὴν τοῦ κύματος ὑπερβολὴν τὸ ἐφέλκετο πρὸς πλείονα εἶπεν ἔμφασιν· ὅπερ
20καὶ Καλλίμαχος ἐπὶ τοῦ ταύρου ἡττηθέντος φησίν (fg 275 Schn. = 57 Kapp)· ‘ὁ μὲν εἷλκεν, ὁ δ’ εἵπετο νωθρὸς ὁδίτησ‘. 1164 λελιημένοι 〈ἠπείροιο:〉 ἢ ταραττόμενοι ἢ προθυμού‐ μενοι. Lg(P): 1165a Ῥυνδακίδας: Ῥυνδακὸς ποταμός ἐστι Φρυγίας, οὗ
25μνημονεύει Βακχυλίδης (fg 67 B. III 588 = 50 Blass—Snell). 〈...〉
ταῖς δὲ ἀληθείαις τάφος ἐστὶ τοῦ Βριάρεω, κατὰ τὴν ἔξοδον. Καλλί‐104

105

μαχος δὲ ἱστορεῖ περὶ τοῦ ποταμοῦ ἐν τῷ Περὶ τῶν κατὰ τὴν Ἀσίαν ποταμῶν (fg 100e 2 Schn.) καὶ Δημήτριος ὁ Σκήψιος ἐν Τρωικῷ δια‐ κόσμῳ (fg 71 Gaede). b Ῥυνδακὸς ποταμὸς Φρυγίας ὁ νῦν Μέγιστος, πρὸς ᾧ καὶ
5Αἰγαίωνός τινος ἥρωος Μυσοῦ τάφος. Ῥυνδακὸς δὲ ὡς Αἰακός. c μέγα τ’ ἠρίον: γράφεται καὶ μέγα τε ῥίον. καὶ τὸ μὲν ῥίον ἐστὶν ὄρος ἤτοι ἀκρωτήριον, τὸ δὲ ἠρίον μνημεῖον. ὁ δὲ περὶ τοῦ Αἰγαίωνος μῦθος ὑπὸ Δημητρίου φέρεται τοῦ Σκηψίου (v. sch. a). Κιναίθων δὲ ἐν τῇ Ἡρακλείᾳ φησίν, ὅτι Αἰγαίων
10καταγωνισθεὶς ὑπὸ Ποσειδῶνος κατεποντίσθη εἰς τὸ νῦν λεγόμενον ὑπὸ τοῦ Ἀπολλωνίου ἠρίον Αἰγαίωνος, τὸν αὐτὸν καὶ Βριάρεων καλῶν. περὶ δὲ τῆς κλήσεως τοῦ πελάγους 〈...〉 μὲν ἐν τῷ τρίτῳ τῆς Νησιάδος φησὶν ἐν τούτοις· ‘τὸ Αἰγαῖον πέλαγος οἱ μὲν ἀπὸ τῆς περὶ Κάνας Αἰγὸς ἐπώνυμον γεγονέναι φασίν, οἱ δὲ ἀπὸ τῆς Καρυ‐
15στίας τῆς Αἰγαίης ὀνομαζομένης. αἱ μὲν γὰρ Αἰγαί, ἔνθεν τὸν Ποσει‐ δῶνα παραγίνεσθαί φασι, κατὰ Πελοπόννησόν εἰσιν ἐν τοῖς περὶ Κρῖσαν τόποις. εἰσὶ δέ τινες, οἳ διὰ τὸ θεωρεῖσθαι δι’ ὅλου τοῦ πελάγους τὴν παρακειμένην γῆν‘. τὸν δὲ Αἰγαίωνα Ἡσίοδός (Theog. 149) φησιν
Οὐρανοῦ καὶ Γῆς· Βριάρεως δὲ καὶ Αἰγαίων καὶ Γύης ὁ αὐτὸς λέγεται105

106

συνωνύμως. Εὔμηλος δὲ ἐν τῇ Τιτανομαχίᾳ (Titan. fg 2 Kink. 6) τὸν Αἰγαίωνα Γῆς καὶ Πόντου φησὶ παῖδα, κατοικοῦντα δὲ ἐν τῇ θαλάσσῃ τοῖς Τιτᾶσι συμμαχεῖν. καὶ Ἴων φησὶν ἐν διθυράμβῳ (fg 11 B. II 255) ἐκ μὲν τοῦ πελάγους αὐτὸν παρακληθέντα ὑπὸ Θέτιδος ἀναχθῆναι
5φυλάξοντα τὸν Δία, Θαλάσσης δὲ παῖδα. ἄλλοι δὲ θαλάσσιον θηρίον φασὶ τοῦτον. d μέγα τ’ ἠρίον: γράφεται καὶ μέγα τε ῥίον Αἰγαίωνος. 〈κακῶσ〉· οὐ γὰρ τὸ ὄρος, ἀλλὰ τὸ μνημεῖον δηλοῖ. ὁ δὲ περὶ τοῦ Αἰγαίωνος μῦθός ἐστιν οὗτος. φυγὼν ἐκ τῆς Εὐβοίας ἦλθεν εἰς τὴν
10Φρυγίαν κἀκεῖ τὸν βίον ἐτελεύτησεν· γίγας δὲ ἦν. οὕτως Ταρραῖος (fg 11 a Linnenkugel De Lucillo Tarrh., Diss. Monast. 1926, 93). 1166a τυτθὸν ὑπ’ ἐκ Φρυ〈γίησ: τὴν οὖσαν ὀλίγον ἄνω τῆς Φρυγίας. οὕτω γὰρ καὶ Ὅμηρος (Β 858—863) κεῖσθαί φησι τὴν Φρυγίαν, ἐγγὺς πάνυ τῆς Μυσίας. διὸ καί τινες μίαν εἶναί φασιν ἀμ‐
15φοτέρας, διὰ τὸ πάνυ πλησιάζειν. b παρεμέτρεον: παρέπλεον. LgP 1167—68a ἀνοχλίζων: ἀνακινῶν ἐν τῷ κωπηλατεῖν καὶ ἀνα‐ κόπτων τὰ κύματα κατὰ τὰς δίνας. τετρηχότος δὲ τραχυνομένου καὶ σφοδροῦ ὄντος. ὁλκοὺς δὲ τὰς φυσήσεις καὶ οἷον ἐπάρσεις καὶ μετε‐
20ωρισμοὺς τῶν κυμάτων. τὸ δὲ μεσσόθεν ἔμφασιν καὶ τῆς τοῦ πελά‐ γους δεινότητος καὶ τῆς τοῦ ἥρωος ῥώμης ἔχει. τρύφος δὲ τὸ κλάσμα τῆς κώπης. b μεσσόθεν ἆξεν: διὰ ταύτην τὴν αἰτίαν φησὶ καταλελεῖφθαι τὸν Ἡρακλέα ἐν Κίῳ· οἱ δὲ ἐν Ἀφεταῖς, ἐπειδὴ ἑτεροκλινῆ τὴν Ἀργὼ
25ἐποίει, Ἔφορος δὲ ἐν αʹ (70 fg 14 a J.) ἀποδεδρακέναι αὐτὸν δι’ Ὀμφάλην. 1171 ἀήθεσσον: ἀήθεις ἦσαν τοῦ ἠρεμεῖν διὰ τὴν ἔμφυτον
τοῦ ἥρωος δύναμιν.106

107

1174a ἐν προμολῇ: τῇ προστάδι καὶ τοῖς προθύροις. λέγονται δὲ προμολαὶ καὶ τὰ ἐξώπυλα μέρη, ὡς αὐτὸς ἐν τοῖς πρώτοις φησί (v. 320)·
‘στῆ δ’ ἄρ’ ἐπὶ προμολῇσιν, οἱ δ’ ἀντίοι ἠερέθοντο‘
5b τετρυμ]ένα: καταπεπονημένα ὑπὸ καμάτου. LgGgSmP 1175a αὐσταλέος: κατάξηρος καὶ ἀνεπιμέλητος. LgP b περιτριβέας: κοπιασάσας ἐκ τοῦ πόνου. Lg(P) 1176 ἠρήσατο: ἀντὶ τοῦ προσεῖπεν. LgP 1177—78a Κιανίδος: περιφραστικῶς τὴν Κίον. ἔστι δὲ πόλις
10Μυσίας ἀπὸ Κίου τοῦ ἀφηγησαμένου τῆς Μιλησίων ἀποικίας, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Κιανῶν πολιτείᾳ (fg 471 Rose 1555 b 31). κατῴκησαν δὲ αὐτὴν πρῶτον Μυσοί, ἔπειτα Κᾶρες, τρίτον Μιλήσιοι. καὶ ποταμὸς δὲ ἔστιν οὕτως ὀνομαζόμενος, τὴν πόλιν παραρρέων, οὗ μνημονεύει Σκύλαξ ὁ Καρυανδεύς (Peripli maris interni fg 2 M. Geogr. gr. min.
15I, XXXIV).
b ἀμφ’ Ἀργανθώνειον: ὄρος τῆς Κίου.107

108

1180 ἤιά τέ σφι: ἐφόδια βρώματα. σημαίνει δὲ καὶ τὰ ἄχυρα Ὅμηρος (ε 368)· ‘ἠίων θημῶνα τινάξῃ‘. 1182—83a κάγκανα: κατάξηρα. LgSm(P) b λεχαίην φυλλάδα: τὴν πρὸς λέχη καὶ στιβάδας ἐπιτηδείαν.
51184 στόρνυσθαι: λείπει τὸ ὥς, ἵν’ ᾖ ὥστε στόρνυσθαι. τὸ δὲ δινεύεσκον ἀντὶ τοῦ ἔστρεφον, παρέτριβον· τὰ γὰρ ξύλα παρέτριβον καὶ ἀπ’ αὐτῶν πῦρ ἔλαβον. πυρήια γὰρ ταῦτά φησι τὰ προστριβό‐ μενα ἀλλήλοις πρὸς τὸ πῦρ ἐγγεννᾶν, ὧν τὸ μέν ἐστιν ὕπτιον, ὃ καλεῖται στορεύς, θάτερον δέ, παραπλήσιον τρυπάνῳ, ἐπιτρίβοντες τῷ στορεῖ
10στρέφουσιν. 1188 υἱὸς Διός: ὁ Ἡρακλῆς. Lg(P) 1189a φθαίη: προλάβοι πρὸ τοῦ πλοῦ. Lg(P) b καταχείριον: τὸ τῇ χειρὶ ἁρμόδιον. LgP 1190 ἀλαλήμενος: ἢ διὰ τὸ ἄπειρον εἶναι τῶν τόπων ἢ ἀντὶ
15τοῦ περιερχόμενος, ἕως ἂν αὑτῷ ἁρμόδιον εὕρῃ. 1192 ταναῆς: τεταμένης καὶ ἐπιμήκους. αἴγειρος δὲ παρὰ τὸ ἐκ τῆς ἔρας ἀίσσειν καὶ κινεῖσθαι, ἢ παρὰ τὸ κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. 1195—96 ἔδυ δ’ ἀπὸ δέρμα: τὸ ἑξῆς· ἀπέδυ δέρμα λέ‐
20οντος. χαλκοβαρεῖ δὲ τῷ ἰσχυρῷ ἢ τῷ πρὸς τῷ τέλει χαλκῷ
βεβαρημένῳ. Πείσανδρος (16 fg 4 J.) δέ φησι χαλκοῦν εἶναι τὸ108

109

ῥόπαλον Ἡρακλέους. ἐτυμολογοῦσι δὲ 〈τοῦτο〉 παρὰ τὴν ῥοπὴν καὶ τὸ ἀλοιᾶν. δαπέδοιο δὲ ἐκ τῆς ῥίζης. 1197 στύπος: τὸ στέλεχος. LgP 1200 ἔχμασι: κωλύμασι. LgSm(P)
51201—05a ἀπροφάτως: ἀθρόως. LgP b κατάιξ: σφοδρὰ ὁρμή. LgP c 〈κατάιξ:〉 καταιγίς. Sm d αὐτοῖσι σφήνεσσι: τοῖς περὶ τὴν ἱστοδόκην σφησὶ τοῖς περιέχουσι καὶ κρατύνουσι τὸν ἱστόν.
10διόλου δὲ ἡ παραβολὴ ὑγιὴς καὶ ἐρρωμένη. ἱστῷ γὰρ τὴν ἐλάτην εἰκάζει διὰ τὸ ἰθυτενὲς καὶ εὐαυξές· καὶ γὰρ ἐκείνη ἱστοῦ δίκην ἵσταται· χειμερινῷ δὲ καιρῷ τὴν ἀθρόαν τοῦ ἥρωος ἐπιφάνειαν, σφοδρῷ δὲ ἀνέμῳ τὴν ῥώμην. τὸ δὲ αὐτοῖσι σφήνεσσι διὰ τὰ περιέχοντα τῆς ἐλάτης τὴν ῥίζαν χώματα· καὶ γὰρ ἐκεῖνα ὥσπερ σφηνῶν δίκην
15αὐτὴν περιεῖχεν, οἱ δὲ †τόνοι† προτόνων δίκην ἐπεῖχον τεταμένοι. 1207a τόφρα: ἐν ὅσῳ τὴν ἐλάτην ἔτεμνεν ὁ Ἡρακλῆς. Lg(P) b τόφρα δ’ Ὕλας: τὸν Ὕλαν ὁ μὲν Ἀπολλώνιος Θειοδάμαντός φησιν υἱὸν εἶναι, Ἑλλάνικος (4 fg 131 b J.) δὲ Θειομένους. Ἀντι‐ κλείδης δὲ ἐν Δηλιακοῖς (140 fg 2 J.) ἱστόρησεν οὐ τὸν Ὕλαν εἰς τὴν
20ὑδρείαν ἐξεληλυθέναι, ἀλλὰ τὸν Ὕλλον, καὶ ἀνεύρετον γενέσθαι. ἐγέ‐ νοντο δὲ πολλοὶ ἐρώμενοι Ἡρακλέους· Ὕλας, Φιλοκτήτης καὶ Δίομος
καὶ Πέρινθος καὶ Τρίγξ, ἀφ’ οὗ πόλις τῆς Λιβύης. Σωκράτης δὲ ἐν109

110

τῷ Πρὸς Εἰδόθεόν (fg 9 M. IV 498) φησι τὸν Ὕλαν ἐρώμενον Πολυ‐ φήμου καὶ οὐχ Ἡρακλέους γενέσθαι. Ὄνασος δὲ ἐν αʹ Ἀμαζονικῶν (41 fg 1 a J.) ἀληθέστερον τὴν ἱστορίαν ἐκτίθεται, οὐχ ἡρπάσθαι αὐτὸν ὑπὸ νυμφῶν, ἀλλὰ κατηνέχθαι αὐτὸν εἰς κρήνην καὶ οὕτως ἀποθανεῖν.
5ἀπρεπὲς δὲ νεανίαν ὑδρίαν βαστάζειν· Ὅμηρος (η 20) δὲ πρε‐ πόντως παρθένον. πιθανώτερον δὲ ἦν ἀμφορέα εἰπεῖν, ὡς Καλλίμαχος (fg 546 Schn.). 1208 δίζετο: πρὸς τὸ ἄπειρον τῶν τόπων τὸ δίζεσθαι. Lg(P) 1209 φθαίη: προλάβοι πρὸ τοῦ συμποσίου. Lg(P)
101212—19a νηπιάχοντα: Ἡρακλῆς γήμας Δηιάνειραν τὴν Οἰνέως θυγατέρα καὶ διάγων ἐν Καλυδῶνι, ἐν συμποσίῳ Κύαθον [ἤτοι] τὸν Οἰνέως οἰνοχόον, Ἀρχιτέλους δὲ παῖδα, πλήξας κονδύλῳ ἀνεῖλεν, ὅτι αὐτῷ τὰ ποδάνιπτρα [ὕδατα] ἀγνοῶν ἐπὶ τῶν χειρῶν ἐπέχεεν. φεύγων οὖν τὸν φόνον καὶ σὺν τῇ γαμετῇ στελλόμενος ἀνεῖλεν ἐν Εὐ‐
15ήνῳ ποταμῷ Νέσσον Κένταυρον, ὡς καὶ Ἀρχίλοχος (fg 147 B. II 428) ἱστορεῖ. ἔπειτα προϊὼν ἔφερεν καὶ Ὕλλον τὸν υἱὸν καὶ ἐλθὼν εἰς τὴν Δρυοπίαν—λῃστρικὸν δὲ τὸ ἔθνος ὁμοροῦν τοῖς Μηλιεῦσιν, ὡς Φερε‐ κύδης ἐν τῇ γʹ (3 fg 19 J.) φησίν—, τοῦ παιδὸς πεινῶντος καὶ τοῦ παιδαγωγοῦ Λίχα ἀπολιμπανομένου, συντυχὼν τῷ Θειοδάμαντι ᾐτεῖτο
20ὀλίγην τροφήν. ὁ δὲ οὐκ ἐδίδου. ὀργισθεὶς δὲ ὁ Ἡρακλῆς καὶ ἀποσπάσας αὐτοῦ τὸν ἕνα βοῦν, θύσας εὐωχεῖτο. ὁ δὲ Θειοδάμας ἐλθὼν εἰς τὴν πόλιν ἐστράτευσε καθ’ Ἡρακλέους, καὶ εἰς τοσαύτην ἀνάγκην κατέστη ὁ Ἡρακλῆς, ὡς καὶ τὴν γυναῖκα Δηιάνειραν καθοπλίσαι, καὶ λέγεται καὶ κατὰ τὸν μαζὸν τότε τετρῶσθαι. περιγενόμενος δὲ αὐτῶν καὶ ἀνελὼν
25τὸν Θειοδάμαντα ἐδέξατο τὸν τούτου υἱὸν Ὕλαν, καὶ τὸ πᾶν δὲ ἔθνος
διὰ τὴν λῃστείαν μετῴκισεν 〈εἰς τὴν Πελοπόννησον〉, ἵνα τῇ πολλῇ τῶν110

111

ἀνθρώπων ἐπιμιξίᾳ τοῦ λῃστρικοῦ ἤθους ἀπόσχωνται. 〈...〉 περὶ Τρα‐ χῖνα τὴν Θεσσαλικὴν πόλιν καὶ τὴν Οἴτην τὸ ὄρος πρὸς τοῖς ὅροις τῆς Φωκίδος. τούτων δὲ καὶ ὁ Καλλίμαχος (fg 410 Schn.) μέμνηται. Φερε‐ κύδης δὲ ἐν τῷ βʹ (3 fg 8 J.) φησίν, ὅτι Πολυδώρᾳ τῇ Δαναοῦ μίσ‐
5γεται Σπερχειὸς ὁ ποταμός, τῶν δὲ γίνεται Δρύοψ, ἀφ’ οὗ Δρύοπες καλοῦνται· οἰκοῦσι δὲ ἐπὶ τῷ Σπερχειῷ ποταμῷ. b ἀντιόωντα: ἐναντιωθέντα. LgP c ἵετο γὰρ πρόφα〈σιν: οὐκ ἄδικος ὢν ὁ Ἡρακλῆς τοῦτο ἤθελεν, ἀλλ’ ἵνα τὸ ἐκείνων λῃστρικὸν ἄγαν παύσῃ· ἀλεξίκακος γὰρ ὁ
10θεός. d Δρυόπεσσι βαλέσθαι: Δρύοπες ἔθνος περὶ τὸν Παρνασσὸν ἄδικον, ὃ κατεπολέμησεν Ἡρακλῆς καὶ μετέστησεν εἰς Πελοπόννησον. ὠνομάσθησαν δὲ ἀπὸ Δρύοπος τοῦ Ἀπόλλωνος καὶ Δίας τῆς Λυκάονος. 1220a ἀλλὰ τὰ μὲν τηλοῦ κεν: φησίν, ὅτι τὴν ἡμῶν ποί‐
15ησιν καὶ τὸν τῶν Ἀργοναυτῶν πλοῦν καὶ τὰ σπουδαζόμενα ἀποπλανή‐ σειεν 〈ἄν〉, εἰ βουλοίμην εἰπεῖν τὰ συμβάντα τοῖς Δρύοψιν. b λείπει τὸ λεγόμενα, ἵν’ ᾖ ἀλλὰ ταῦτα λεγόμενα ἀποστήσει με τῆς ἐν χερσὶν οὔσης ᾠδῆς. Lg 1221—22a ἣν καλέουσι Πηγάς: ὄνομα κρήνης Πηγαὶ οὕτω
20κυρίως. ἀγχίγυοι δὲ οἱ πλησιόχωροι, οἱ γείτονες. b 〈ἀμφίγυοι:〉 γράφεται ἀγχί〈γυοι〉. Lg 1226 ἐναύλους: τὰ σπήλαια νῦν. Lg(P) 1227 ὑλήωροι: αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι. Lg(P)
1228 καλλινάοιο: καλλιρρόου. Lg(P)111

112

1229 Ἐφυδατίη: ὄνομα νύμφης. LgP 1230 ἐρευθόμενον: ἀντὶ τοῦ λάμποντα. LgP 1231 διχόμηνις: πληροσέληνος. LgP 1233 Κύπρις: τὸ ἐρωτικὸν πάθος. LgP
51234—39a λέχρις ἐπιχριμφθ〈είσ: πλαγίως πρὸς τὴν κρήνην ἐπικλιθείς. ὁ δὲ νοῦς· ὡς καθῆκε τὴν ὑδρίαν ἐπὶ τὴν κρήνην, ἐμφορουμένου τοῦ ὕδατος εἰς τὸ ἀγγεῖον μετὰ σφοδροῦ ἤχου, τῇ εὐωνύμῳ χειρὶ τοῦ αὐχένος αὐτοῦ ἐπιλαβομένη ἐφίλει ἡ νύμφη, τῇ δεξιᾷ δὲ καθείλκυσεν
10αὐτὸν εἰς τὸ ὕδωρ. b αὐτίκα δ’ ἥγε: Θεόκριτος ἐν τοῖς Βουκολικοῖς ἐν τῷ Ὕλᾳ ἐπιγραφομένῳ (XIII 46 sqq.) ὑπὸ πασῶν φησιν αὐτὸν τῶν νυμφῶν ἡρπάσθαι. Ὄνασος δὲ ἐν τῷ αʹ τῶν Ἀμαζονικῶν (41 fg 1 b J.) πεσόντα τὸν Ὕλαν φησὶν ὑποβρύχιον γενέσθαι. καὶ Νίκανδρος ἐν τῷ βʹ τῶν
15Ἑτεροιουμένων (fg 48 Schn.) ὑπὸ πασῶν φησιν αὐτὸν ἁρπαγῆναι νυμ‐ φῶν· ὁ δὲ Ἀπολλώνιος ὑπὸ μιᾶς. c 〈τέρεν:〉 τὸ ἁπαλόν, ἐκ δὲ τούτου τὸ νέον. Lg 1241a Εἰλατίδης: γράφεται καὶ Εἰλασίδης. κατὰ γάρ τινας Ἐλάσου υἱός ἐστιν ὁ Πολύφημος, κατὰ δέ τινας Ποσειδῶνος. γυναῖκα
20δὲ ἔσχεν ὁ Πολύφημος Λαονόμην, Ἡρακλέους ἀδελφήν, Ἀμφιτρύωνος καὶ Ἀλκμήνης θυγατέρα. b προτέρωσε: 〈εἰς τὸ〉 ἔμπροσθεν τῆς ὁδοῦ. Lg(P) 1243—48a ἠύτε τις θήρ: κυρίως οἱ ποιηταὶ τὸν λέοντά φασι θῆρα, ὡς καὶ Καλλίμαχος (fg 211 Schn.)·
25‘θηρὸς ἀερτάζων δέρμα κατωμάδιον‘.112

113

b αἰθόμενος: καιόμενος τῷ λιμῷ. τὸ δὲ τοιοῦτον οὐχ ὅτι ὁ λιμὸς θερμασίας ἐστὶ ποιητικός, ἀλλὰ τὸ αἴθεσθαι καὶ ἐπὶ τοῦ σπεύδειν ἐστίν. c ἐνὶ σταθμοῖσιν: ἐνήλλακται ἡ ἒν πρόθεσις ἀντὶ τῆς εἴς.
5ὁ γὰρ νοῦς· οἱ γὰρ νομῆες εἰς τοὺς σταθμοὺς προήλασαν. d ὧς τότ’ ἄρ’ Εἰλατίδ〈ησ: διόλου ὑγιὴς καὶ ἐρρωμένη ἡ εἰκών. προβάτοις γὰρ βοήσασιν εἰκάζει τὸν Ὕλαν διὰ τὸ τῆς ἡλικίας νέον καὶ τὸ τοῦ σώματος ἁπαλόν, θηρὶ δὲ κατακούσαντι καὶ σπεύδοντι τὸν Πολύφημον διὰ τὴν ἔμφυτον τοῦ ἥρωος δύναμιν. τὸ δὲ λιμῷ
10αἰθόμενος, ὅτι καὶ αὐτὸς 〈τοιαύ〉τῃ διαθέσει πρὸς τὸν παῖδα ὥρμα. τὸ δέ οὐκ ἐπέκυρσε ποίμνῃσι πρὸς τὸ συμβεβηκός· καὶ γὰρ ἡ νύμφη συνεῖρξεν τὸν παῖδα πρὸ τῆς τοῦ Πολυφήμου παρουσίας καὶ βοηθείας. 1252 ληίδ’ ἑτοίμην: κτῆμα καὶ λάφυρον ἕτοιμον, διὰ τὸ ἀκμητὶ καὶ χωρὶς μάχης λαβεῖν.
151254 εὖ δέ μιν ἔγνω: διὰ τὸ λάμπειν τὴν σελήνην· εἶπεν γάρ (v. 1231), ὅτι διχόμηνος ἔλαμπεν. 1256 ἄσθματι: τῷ ἐκ τοῦ δρόμου γενομένῳ φυσήματι. Lg(P) 1265—72a ὡς δ’ ὅτε τίς τε μύωπι: μύωψ εἶδος μυίας κατὰ τὸ ἔαρ γινόμενον, ἥτις ταῖς λαγόσι τῶν βοῶν ἐπικαθεζομένη δάκνει
20αὐτὰς καὶ εἰς μανίαν ἄγει, ἀφ’ οὗ καὶ οἶστρος λέγεται. Σώστρατος δὲ ἐν τῇ δʹ Περὶ ζῴων (fg 10 Wellm.) διαστέλλει τὸν μύωπα τοῦ οἴστρου. ὁ μὲν γὰρ μύωψ ἐκ τῶν ξύλων ἀπογεννᾶται, ὁ δὲ οἶστρος ἐκ τῶν ἐν τοῖς ποταμοῖς ἐπιπλεόντων ζῳαρίων.
b πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας: οἱ μὲν τοὺς συμ‐113

114

φύτους τόπους, οἱ δὲ τοὺς ἑλώδεις καὶ πηλώδεις, ἄμεινον δὲ τοὺς 〈λεπώδεις καὶ〉 πετρώδεις παρὰ τὸ λέπεσθαι ὑπό τε τοῦ ἡλίου καὶ ἀνέμου καὶ ὑετοῦ. ὅθεν καὶ λέπα τὰ ἀκρωτήρια τῶν ὀρῶν· Εὐριπίδης (Phoen. 24) ‘καὶ Κιθαιρῶνος λέπασ‘.
5c ὧς ὅγε μαιμώων: διόλου ὑγιὴς ἡ παραβολή. ταύρῳ γὰρ βεβλημένῳ εἰκάζει τὸν Ἡρακλέα διὰ τὸ τοῦ ἥρωος καρτερόν. ἐπικείμενον δὲ μύωπά φησι τὴν τοῦ Ὕλα ζήτησιν· καὶ γὰρ αὕτη δίκην μύωπος αὐτὸν ἤλγυνεν. τὸ δέ πίσεά τε προλιπὼν πρὸς τὴν ναῦν καὶ τὴν τῶν ἑταίρων σύνοδον. τὸ δὲ οὐδὲ νομήων, ὅτι οὔτε τοῦ ἐξάρχου τοῦ
10πλοῦ Ἰάσονος ἐπεστράφη οὔτε τῶν ἄλλων ἑταίρων. τὸ δὲ ἄλλοτ’ ἄπαυστος, ὅτι ποτὲ μὲν ἔτρεχεν ἕως κάμῃ, ποτὲ δὲ ἑστήκει. τὸ δέ ἵησι μύκημα, ὅτι καὶ οὗτός ποτε ἐβόα καλῶν τὸν Ὕλαν. 1273—75 αὐτίκα δ’ ἀκροτάτας: ἀντέστραπται τὰ πρῶτα. ὁ γὰρ ἑξῆς λόγος ἐστίν· ὡς δὲ πρὸς ταῖς ἀκρωρείαις ὁ ἑωσφόρος ἐφάνη,
15παραχρῆμα πνοαὶ παρῆλθον, ταχέως δὲ ὁ Τῖφυς παρεκελεύσατο ἐμβάντας ἀπολῦσαι τὸ ἱστίον. 1276—77a ὕψι δὲ νηός: ἀνασπάσαντες τὰς ἀγκύρας καὶ τοῦ ὅρμου ἀνακινήσαντες τὴν ναῦν. γελοῖος δὲ Ἔφορος (70 fg 42 a J.) νομίζων πρῶτον Ἀνάχαρσιν τὴν διπλῆν ἄγκυραν εὑρηκέναι· πρεσβύτεροι
20γὰρ Ἀναχάρσιδος οἱ Ἀργοναῦται. b 〈ἀνεκρούσαντο κάλωας:〉 διὰ τοῦ προηγουμένου τὸ
ἐπακολουθοῦν δηλώσας, ἀντὶ τοῦ· τὸ ἱστίον ἐχάλασαν.114

115

c ἀνεκρούσαντο: προσέκρουσαν τῇ νηὶ τὰ σχοινία τῆς ἀγ‐ κύρας διὰ τὸ βεβρέχθαι. Lg(P) 1280—81a ἦμος δ’ οὐρανόθεν χαροπή: χαροπὴν τὴν ἠὼ διὰ τὸ λαμπρύνειν τὸν ἀέρα καὶ φωτίζειν. τὸ δὲ γλαυκὸν καὶ χαροπὸν
5συνωνύμως λέγεται· ἀμφότερα γὰρ ἐπὶ τοῦ λαμπροῦ. διὸ καὶ ἐπήνεγκεν διαγλαύσσουσιν, ἀντὶ τοῦ φωτίζουσιν ἢ διαλάμπουσιν. ὅθεν καὶ ἡ Ἀθηνᾶ γλαυκῶπις καὶ γλήνη ἡ κόρη τοῦ ὀφθαλμοῦ, παρὰ τὸ γλαύσσειν, ὅ ἐστι λάμπειν. καὶ Εὐριπίδης ἐπὶ τῆς σελήνης ἐχρήσατο (fg 1009 N.2). ‘γλαυκῶπις [τε] στρέφεται μήνη‘.
10b 〈ἐκ περάτης:〉 ἐκ τοῦ πέρατος καὶ τοῦ ὑπὸ γῆν ἡμι‐ σφαιρίου. Lg c ἡ δὲ περάτη σημαίνει μὲν κατά τινας καὶ τὸ ὑπὸ γῆν ἡμι‐ σφαίριον. λέγεται δὲ κυρίως ἡ ἀνατολή· πέρας γὰρ αὕτη τῆς τοῦ οὐρανοῦ κινήσεως· ἐκεῖθεν γὰρ ἄρχεται καὶ εἰς αὐτὴν τελευτᾷ. P
151283 〈τούσγ’:〉 Ἡρακλέα, Πολύφημον καὶ Ὕλαν. Lg 1286 σφωιτέρων: οὐχ ὑγιῶς δυϊκὸν κατὰ πλήθους ἔθηκεν· ἔδει γὰρ πληθυντικὸν εἰπεῖν. Lg(P) 1287 〈οὐδέ τι τοῖον:〉 οὔτε ἀγαθὸν οὔτε φαῦλον προΐετο λόγον. Lg
201289—91a Τελαμῶνα δ’ ἕλεν χόλος: οὗτος γὰρ πάνυ
Ἡρακλέους γέγονεν ἑταῖρος, ὃς καὶ [εἰς] πολλοὺς ἄθλους αὐτῷ συν‐115

116

εμάχησεν καὶ εἰς Ἴλιον συνέπλευσεν καὶ συνεπολέμησεν Ἀμαζόνας καὶ τὸν Ἀλκυονέα ἀνεῖλεν, ὡς καὶ ὁ Πίνδαρος (Nem. IV 25 sqq., Isthm. VI 26 sqq.) ἱστορεῖ. ὁ δὲ Βουκόλος ἁπλῶς αὐτοὺς ἔφη φίλους εἶναι (Theocr. XIII 38)·
5
‘οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνοντο τράπεζαν.‘ ὁ δὲ λόγος· καθέζῃ ὡς ἔτυχες ἥσυχος. Ἀπολλώνιος μὲν οὖν ἀπολελεῖφθαί φησι τὸν Ἡρακλέα περὶ Κίον ἐκβάντα ἐπὶ τὴν Ὕλα ζήτησιν· Διονύσιος δὲ ὁ Μιτυληναῖος (32 fg 6 b J.) συμπεπλευκέναι φησὶ τὸν ἥρωα τοῖς ἀριστεῦσιν ἕως Κόλχων καὶ τὰ περὶ
10Μήδειαν συμπεπραχέναι τῷ Ἰάσονι. ὁμοίως καὶ Δημαρέτης (42 fg 2b J.). Ἡρόδωρος (31 fg 41 b J.) δέ φησι μὴ συμπεπλευκέναι αὐτόν τε καί τινας ἄλλους. Ἡσίοδος ἐν τῷ Κήυκος γάμῳ (fg 154 Rz.2) ἐκβάντα φησὶν αὐτὸν ἐφ’ ὕδατος ζήτησιν τῆς Μαγνησίας περὶ τὰς ἀπὸ τῆς ἀφέσεως αὐτοῦ Ἀφετὰς καλουμένας ἀπολειφθῆναι. Ἀντίμαχος δὲ ἐν τῇ
15Λύδῃ (fg 8 B. II 290) φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ κατα‐ βαρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος 〈...〉 καὶ Ποσείδιππος ὁ ἐπι‐ γραμματογράφος (fg 4 Schott Posid. epigr., Diss. Berol. 1905, 106) ἠκολούθησε καὶ Φερεκύδης (3 fg III b J.). Ἔφορος δὲ ἐν τῇ εʹ (70a fg 14 b J.) φησὶν αὐτὸν ἑκουσίως ἀπολελεῖφθαι πρὸς Ὀμφάλην τὴν
20Λυδῶν βασιλεύουσαν. ἰδίως δὲ Ἀντικλείδης ἐν τῇ βʹ τῶν Δηλιακῶν (140 fg 2 J.) Ὕλλον φησὶ τὸν Ἡρακλέους υἱὸν ἀποβάντα ἐφ’ ὕδωρ μὴ ὑποστρέψαι. b 〈ἐπεὶ νύ τοι:〉 ὅτι δή σοι. Lg c ἄρμενον: ἁρμόδιον, ἀρεστόν. LgP
251292—93 ὄφρα τὸ κείνου κῦδ〈οσ〉: ἀστείως καὶ τεχνικῶς116

117

οὐ τοῦ κατεπείγοντος καιροῦ μέμνηται, ἀλλ’ ἐπὶ τὸν νόστον ἀνάγει τὸν λόγον, ἵνα πλέον κακίσῃ τὴν πρᾶξιν· οὐδὲν γάρ σοι διεφέρετο ἐν Σκυθίᾳ ὑπὸ Ἡρακλέους ἡττῆσθαι, ἀλλ’ ὅμως τοῦτό σοι αἰσχύνην ἔφερεν ὕστερον ἡμῶν εἰς Ἑλλάδα ἐπανελθόντων. διὸ καὶ τὴν κοινὴν πάντων σωτηρίαν
5ὑπὲρ τῆς σῆς εὐδοξίας παρῆκας. 1294—95 ἀλλὰ τί μύθων ἦδος: Ἡρωδιανὸς ἐν τῷ κʹ (I 537, II L) φησίν, ὅτι τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσει μακρᾶς, ψιλοῦται· αἶσχος ἦθος εὖρος εἶδος. οὕτως οὖν καὶ τὸ ἦδος. τὸ δὲ ἡθμὸς δασύνεται καίτοι τὸ η ἔχον πρὸ τοῦ θ τῇ ἐννοίᾳ,
10τοῦ ἥσω μέλλοντος δασυνομένου. ἐλλείπει δὲ τὸ μοί. ὁ γὰρ νοῦς· ἀλλὰ τί τούτων ἦδός μοι τῶν λόγων; πορεύσομαι γὰρ χωρὶς τῶν συντεθειμένων σοι τοῦτον τὸν δόλον. 1297 ὄστλιγγες: αἱ λαμπηδόνες. ἐν ἄλλοις δὲ σημαίνει ἡ λέξις τοὺς βόστρυχας· ‘ἀπ’ ὀστλίγγων ὁ αἰὲν ἄλειφα ῥέει‘ (Callim. fg 12
15Schn.) τοῦτο δέ φησιν Ἡρωδιανὸς ἐν τῷ βʹ τῆς Καθόλου (I 44, 4 L.)· ‘παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ (fg. 24 Kuchenmueller) διὰ τοῦ α‘. 1298 ἐκ παραλλήλου τὸ αὐτὸ ἂψ ὀπίσω. Lg(P) 1299 λαῖτμα βιησάμενοι: ἀντὶ τοῦ μαχεσάμενοι τῷ κατε‐
20πείγοντι ἀνέμῳ καὶ βιασάμενοι. λαῖτμα δὲ τὸ κύτος τῆς θαλάσσης
καὶ διάστημα, οἱονεὶ λάταμα, ἢ παρὰ τὸ λατύσσεσθαι ὑπὸ τῶν κυμάτων,117

118

ὅ ἐστι τύπτεσθαι. Σιληνὸς δὲ ἐν Γλώσσαις πέλαγος εἶναι καὶ Εἰρηναῖος ἐν αʹ Ἀπολλωνίου (fg 18 Haupt Opusc. II 439) ἀποδεδώκασιν. 1300—05a εἰ μὴ Θρηικίοιο: τούτους Ἡρακλῆς ἀνεῖλεν ὕστερον εὑρὼν περὶ Τῆνον τὴν νῆσον, ἣ παράκειται Δήλῳ. Νίκανδρος δέ φησιν
5οὕτως (fg 113 Schn.)· ‘ἐπειδὴ Ἡρακλῆς ἐμνησικάκει τῷ Βορέᾳ‘. Ὅμη‐ ρος (Ο 26)·
‘τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας.‘ Αἰνησίδαμος δὲ ἐν Τηνιακοῖς (M. IV 286), ἐπειδὴ τὸν Ἡρακλέα ξενί‐ σαντες ἐνήδρευσαν αὐτὸν φονεῦσαι βουλόμενοι.
10b ἄθλων γὰρ Πελίαο ἕως τοῦ ἀμφ’ αὐτοῖς: ὅτι Ἡρακλῆς ἀνεῖλε τοὺς Βορεάδας διὰ τὸ κωλῦσαι τὴν ναῦν ὑποστρέψαι πάλιν εἰς τὴν Μυσίαν, φησὶν Ἀπολλώνιος. Σῆμος (fg 18 M. IV 495) δέ φησι διὰ τὸ λειφθῆναι δρόμῳ τὸν Ἡρακλέα ὑπὸ τῶν Βορεαδῶν, Στησίμβροτος (107 fg 19 J.) δέ, ὅτι διαφορὰν ἔσχον πρὸς τὸν Ἡρακλέα περὶ τῶν
15δεδομένων δώρων ὑπὸ Ἰάσονος τοῖς ἀριστεῦσι. Νίκανδρος δὲ ὁ Κολο‐ φώνιος ἐν τῇ αʹ τῶν Οἰταϊκῶν (fg 15 Schn.) φησι Βορέαν αἴτιον γεγονέναι τοῦ θανάτου τῶν προειρημένων διὰ τοῦ χειμάσαι τὸν Ἡρακλέα εἰς Κῶ ὑποστρέφοντα. c δεδουπότος: μετὰ γὰρ τὸν θάνατον Πελίου ἀνιόντας ὡς
20ἐπὶ τὴν πατρίδα τοὺς Βορεάδας ἐκ τοῦ ἐπιταφίου αὐτοῦ ἀγῶνος συντυχὼν Ἡρακλῆς καὶ ὑπομνησθεὶς αὐτοῦ τούτου, ὅτι αὐτὸν ἀναζητηθῆναι ἐκώ‐ λυσαν, ἀνεῖλεν αὐτοὺς ἐν Τήνῳ τῇ νήσῳ. 1306—08 στήλας τε δύω: τῶν δύο τάφος ἐστὶν ἐν Τήνῳ τῇ νήσῳ καὶ στῆλαι, ὧν τὴν ἑτέραν πάντως συμβαίνει ὑπὸ ἀνέμου κινεῖσθαι
25τοῦ Βορέου τοῦ πατρὸς αὐτῶν. 1309 καὶ τὰ μὲν ὧς ἤμελλε: Καλλιμάχου ὁ στίχος (fg 212 Schn.). κοινὸν δὲ ἁμάρτημα πάντων τῶν μεθ’ Ὅμηρον ποιητῶν, τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον διὰ τοῦ η ἐκφέ‐
ρειν ἐπὶ τοῦ παρατατικοῦ.118

119

1310a τοῖσιν δὲ Γλαῦκος: Γλαῦκος Πολύβου παῖς, Ἀνθηδόνιος τὸ γένος—ἡ δὲ Ἀνθηδὼν Βοιωτικὴ πόλις, ὡς καὶ Ὅμηρος (Β 508) ‘Ἀνθηδόνα τ’ ἐσχατόωσαν‘—, ἁλιεὺς τὴν τέχνην, ὃς πολλῶν ποτε ἰχθύων εὐτυχήσας ἄγραν μεταξὺ τῆς ὁδοῦ ἀποκαμὼν ἀπέθετο τὸ φορτίον τῶν
5ἰχθύων. ὁ δὲ εἷς τούτων ἀθάνατον φαγὼν βοτάνην ἀνέζησε. λαβὼν δὲ καὶ ὁ Γλαῦκος, φαγὼν καὶ αὐτὸς ἀπεθεώθη. εἶτα ὡς εἰς ἄκρον γήρως ἤρχετο, μηκέτι φέρων ἐδίσκευσεν ἑαυτὸν εἰς θάλασσαν καὶ ἐτι‐ μήθη ὡς θαλάσσιος δαίμων. καὶ τὸν ἰχθὺν τὸν γλαῦκον ἀπ’ αὐτοῦ κεκλῆσθαι λέγουσι.
10b 〈βρυχίης:〉 τῆς ταραχώδους. Lg c βρυχίαν δὲ ἅλα τὴν βρυχώδη φησί. P 1314 νήιον 〈ὁλκαῖον〉 λέγεται μέρος τῆς νεώς, οὗπερ σύρεται κατὰ τὸ ὕδωρ. LmP 1315 τίπτε παρὲκ μεγάλ〈οιο: τὸ ἑξῆς· τίπτε μενε‐
15αίνετε παρὲκ μεγάλοιο Διὸς βουλήν; τουτέστι· τί προθυ‐ μεῖσθε παρὰ τὴν τοῦ Διὸς βουλήν; 1317—18a Ἄργει οἱ μοῖρ’ ἐστίν: ὅτι ἄθλους ἐπιτελῶν Ἡρακλῆς παραλιπὼν τούτους ὥρμησεν ἐπὶ τοὺς ἀριστεῖς, αὐτὸς Ἀπολλώ‐ νιος ἐν τῷ καταλόγῳ τῶν ἡρώων (I 124 sqq.) φησί.
20b ἐκπλῆσαι: ἐκπληρῶσαι. LgP 1319—20 εἴ κ’ ἔτι παύρους: ἐὰν ἔτι ὀλίγους πρὸς οἷς ἤνυσεν ἀνύσῃ ἄθλους. συνέστιον δὲ συνδιαιτητήν, ὁμοτράπεζον, ὁμότιμον, ὅτι ἡ κοινὴ τράπεζα τὴν αὐτὴν τιμὴν τοῖς μεταλαμβάνουσιν αὐτῆς δίδωσιν.
251321—23a προχοῇσι Κίοιο: ποταμὸς Μυσίας, ἀφ’ οὗ ἡ Κίος ὁμωνύμως τῷ ποταμῷ. ἐτελεύτα γὰρ Πολύφημος τοῖς Χάλυψι μαχό‐ μενος· ἔστι δὲ ἔθνος Σκυθικόν. b Χαλύβων: Χάλυβες ἔθνος Σκυθίας, ὅπου ὁ σίδηρος γίνεται. Καλλίμαχος (fg 35c Schn. = Pap. Soc. It. 1092, 48)· ‘Χαλύβων ὡς
30ἀπόλοιτο γένοσ‘.119

120

1325 ὃν πόσιν: κακῶς τέθεικεν τὸ ὃν πόσιν· ἔστι γὰρ προσ‐ ληπτικὸν ἰσοδυναμοῦν τῷ αὐτῆς. δεῖ δὲ εἰπεῖν ἧς πόσιν· τοῦτο γὰρ ἰσοδυναμεῖ τῷ ἑαυτῆς, ἵν’ ᾖ ὁ λόγος· ἐποιήσατο νύμφη ἑαυτῆς πόσιν. 1326a ἀλίαστον: ἀντὶ τοῦ πολύ. LgP
5b δύψας: καταδύς. LgP 1329a γήθησαν: διὰ τὸ μαθεῖν τὴν αἰτίαν τῆς ἀπολείψεως. LgP b ἐσσυμένως: ταχέως. LgP 1331 προσπτύξατο: ἐδεξιώσατο, ἐφιλοποιήσατο τοῖς λόγοις. 1332a μή μοί τι χολώ〈σεαι: διὰ μὲν τοῦ μή μοι χολώ‐
10σεαι τὸ ἀποφατικὸν τέταχεν ἀντὶ τῆς ἀπαγορεύσεως. ἔδει γὰρ εἰπεῖν· μή μοι χόλου, προστακτικῶς. b ἀφραδίῃσιν: ἀγνοίαις. κατὰ μεσότητα ἀκουστέον· ἀφραδέως, ἀδιανοήτως. 1333—35a εἰ τί περ ἀασάμην: κατὰ μεταφορὰν ἀπὸ τῶν
15ἁρματοδρόμων. ὑπερφίαλον δὲ ἀντὶ τοῦ ἡμαρτημένον, οἷον ὑπέρ‐ φυλον κατὰ παρέμπτωσιν τοῦ α, καταστρέφει δὲ εἰς τὸ οὐ καθῆκον οὐδὲ νόμιμον. b 〈ἧκεν:〉 γράφεται εἷλεν. Lg c ἀλλ’ ἀνέμοισι δώομεν: ἡ διάνοια παρὰ τοῦ ποιητοῦ
20(θ 408 sq.)·
‘ἔπος δ’ εἴ πέρ τι βέβακται
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι θύελλαι.‘ 1336 ἐπιφραδέως: διανενοημένως, συνετῶς. LgP 1337 ἐκυδάσσαο: ἐλοιδόρησας· κύδος γὰρ ἀρσενικῶς ἡ λοιδορία
25παρὰ Συρακοσίοις. Σοφοκλῆς Αἴαντι μαστιγοφόρῳ (722)·120

121

‘κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ‘. 1338 ἐνηέος ἀνδρός: ἐνηλλαγμέναι εἰσὶν αἱ πτώσεις. ὁ γὰρ νοῦς· εἰς προσηνῆ ἄνδρα ἁμαρτεῖν. 1344 ἀρθμηθέντες: φιλιωθέντες. LgP
51345 βαλέσθαι: ἀντὶ τοῦ πολίσαι. Lg(P) 1346 ἐπώνυμον ἄστυ: ἀντὶ τοῦ ὁμώνυμον τοῦ ποταμοῦ. καὶ γὰρ Κίος ὁ ποταμὸς καὶ ἡ πόλις. ὠνόμασται δὲ ὁ ποταμὸς ἀπὸ Κίου τοῦ ἡγησαμένου Μιλησίων. 1348—49a ἐπηπείλησε δὲ γαῖαν Μυ〈σίδ: ἀνάστατον καὶ
10ἔρημον ποιήσειν παραυτὰ καὶ εὐθέως τὴν Μυσίδα ἤτοι Μυσῶν χώραν ἠπείλησε. b τὸ δὲ Μυσίδα ἔχει μὲν τύπον ὑποκοριστικοῦ, οὐ μὴν ἔστιν ὑποκοριστικόν. καὶ τὸ Ἀσίδος (V. 444) ἀντὶ τοῦ Ἀσίας. P c ὁππότε: Ἀττικόν ἐστι παρῳχημένου χρόνου ἰσοδυναμοῦν τῷ
15〈ὅτε〉· ‘ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον‘ (Α 399). τίθεται δὲ κατὰ τὸν ἐπιόντα χρόνον συνεκφερομένου αὐτῷ τοῦ ἐπιζευκτικοῦ συνδέσ‐ μου τοῦ ἄν· ‘ὁππόταν ἡβήσητε‘ (α 41). ἔδει οὖν ἐπιζευκτικῷ αὐτὸν χρήσασθαι τῷ εἴ· ‘εἰ μή μοι τλαίης γε θεά‘ (ε 178). 1350 ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον: ἀντὶ τοῦ μοῖραν ἀκου‐
20στέον· παρεσχημάτισται γὰρ ἀπὸ τοῦ μοῖρα, ὡς τὸ πύλῳ ἀπὸ τῆς πύλης παρ’ Ὁμήρῳ (Ε 397) ‘ἐν πύλῳ ἐν νεκύεσσι βαλών‘. μοῖραν οὖν ἢ ζῶντος ἢ τεθνηκότος· ἧς ἐστί ποτε μοίρας, εἴτε ζῶν εἴτε νεκρός. 1351 τοῖο δὲ ῥύσι’ ὄπα〈σσαν: ἀντὶ τοῦ Ὕλα ἐνέχυρα οἱ Μυσοὶ παρέσχον τῷ Ἡρακλεῖ, ὑπὲρ τοῦ πάντοτε αὐτὸν ἐπιζητεῖν. πλε‐
25ονάζει δὲ ἡ ἀπὸ πρόθεσις.121

122

1353 μαστεύοντες: ζητοῦντες· ἐξ οὗ καὶ μαστὺς ἡ ζήτησις. Καλλίμαχος (fg 277 Schn.)· ‘μαστύος ἄλλοτ’ ἔκαμνον ἀλητύι‘. ὅθεν καὶ μαστοὶ καλοῦνται διὰ τὸ ἀναγκαίως ζητεῖσθαι ὑπὸ τῶν παίδων. 1354 ἐρέουσιν: ἀντὶ τοῦ ἐρευνῶσι, ζητοῦσιν. Ὅμηρος (φ 31)
5‘τὰς ἐρέων Ὀδυσῆι συνήντετο‘ καὶ (δ 337) ‘κνημοὺς ἐξερέῃσι‘. 1355—57a ἐυκτιμένης τε μέλονται Τρηχῖνος: Τραχὶν πόλις Θεσσαλίας, ἔνθα τοὺς παῖδας τῶν Μυσῶν ἐνῴκισεν Ἡρακλῆς, ὅτε ἀντενέχυρα τοῦ Ὕλα ἐδέξατο αὐτούς. οὐχ ὑγιῶς δὲ τέθεικεν τὸ αὐτόθι· δηλωτικὸν γάρ ἐστι τοῦ παρόντος τόπου, ἴσον τῷ (Κ 65)·
10
‘αὖθι μένειν, μή πως ἀβροτάζομεν ἀλλήλοιιν.‘ ἔδει δὲ εἰπεῖν τὸν ἀφεστῶτα τόπον, ὡς τό (κ 82 sq.) ‘ὅθι ποιμένα ποιμὴν ἠπύει‘. b νάσσατο: ἀντὶ τοῦ κατῴκισε. LgP c ῥύσια: τὰ ἀντί τινος ἐνέχυρα διδόμενα ὑπὲρ τῆς πράξεως.
15ὅτι δὲ Κιανοὶ ὅμηρα ἔδοσαν Ἡρακλεῖ καὶ ὤμοσαν μὴ λήξειν ζητοῦντες Ὕλαν καὶ φροντίδα ἔχουσι Τραχινίων διὰ τὸ ἐκεῖσε κατοικισθῆναι ὑφ’ Ἡρακλεῖ τοὺς ὁμηρεύσαντας, Κιναίθων ἱστορεῖ ἐν Ἡρακλείᾳ (Kinkel 212). 1358—62a νηῦν δὲ πανημερ〈ίην: ὁ νοῦς οὕτως· τὴν δὲ ναῦν δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ὁ ἄνεμος ἔφερεν σφοδρῶς ἐπιπνέων,
20τῆς δὲ ἡμέρας ἐπιφανείσης οὐδὲ ὀλίγον ἔπνει, ἀλλ’ εὐθέως ἐπαύετο. b εἰσανέχουσαν: ἐξέχουσαν καὶ ἐπηρμένην ἢ ἀνέχουσαν καὶ ἀνατεταμένην ἀκτὴν πλατεῖαν ἰδόντες, ἐπίκωποι γενόμενοι καθώρμισαν
τὴν ναῦν.122

123

(1t)

Β
2[Ἔνθα δ’ ἔσαν σταθμοί τε βο〈ῶν〉:] Τοῦ βʹ τῶν Ἀργοναυ‐ τικῶν τὰ κεφάλαιά ἐστι τάδε. Ἄμυκος ὁ τῶν Βεβρύκων ἡγούμενος διαπυκτεύει Πολυδεύκει καὶ
5ἀναιρεῖται. διὸ μάχη γίνεται τῶν Ἀργοναυτῶν καὶ τῶν Βεβρύκων, καὶ πολλοὺς ἀναιροῦσιν οἱ Ἀργοναῦται, οἱ δὲ λοιποὶ φεύγουσιν. ἔπειτα παραγίνονται οἱ Ἀργοναῦται πρὸς Φινέα πεπηρωμένον τὰς ὄψεις, ὃς ἱκετεύει βοηθῆσαι αὐτῷ. Ἅρπυιαι γὰρ ἐξ ἀφανοῦς τινος πορευόμεναι, τούτου τὴν τροφὴν ἁρπάζουσαι ἄγευστον αὐτὸν ἐποίουν. ἐγίνωσκε δέ,
10ἅτε δὴ μάντις, ὑπὸ τίνων ἦν μεμοιραμένον αὐτὰς διωχθῆναι. οἱ δὲ Βορεάδαι οὐκ ἠπείθησαν, ἀλλ’ ἐδίωξαν αὐτάς. ἐν τοσούτῳ δὲ Φινεὺς αὐτοῖς ἐξηγεῖται τὸν εἰς Κόλχους πλοῦν. ἐπανελθόντες δὲ οἱ Βορεάδαι διηγοῦνται ὡς κατηγωνίσαντο τὰς Ἁρπυίας. ἑξῆς δέ ἐστι τὰ περὶ Κυρήνην τὴν Ὑψέως καὶ Ἀρισταῖον τὸν
15Ἀπόλλωνος καὶ αὐτῆς τῆς Κυρήνης υἱόν, καὶ ὅσα μεμύθευται περὶ τῶν ἐτησίων ἀνέμων, καὶ ὡς τὰς Συμπληγάδας διέπλευσαν καὶ ἐν τῇ παρα‐ κειμένῃ τῇ Θυνίδι χώρᾳ νήσῳ ἐγένοντο καὶ ἐπεφάνη αὐτοῖς ὁ Ἀπόλλων, ἔνθα τέμενος κατασκευάσαντες Ἑῷον τὸν θεὸν ἐπωνόμασαν· τά τε περὶ τὴν Μαριανδυνίαν καὶ ἐνταῦθα κειμένην Ἀχερουσίαν ἄκραν, καὶ ὡς Λύκος
20ὁ βασιλεὺς τῆς χώρας ταύτης φιλοφρονέστατα αὐτοὺς ὑπεδέξατο, ὅτι ἐχθρὸν αὐτῷ Ἄμυκον ὄντα ἐκόλασαν, Ἴδμων δὲ ὁ μάντις καὶ Τῖφυς
ὁ κυβερνήτης ὅτι ἐτελεύτων ἐν τῇ Μαριανδυνίᾳ.123

124

τὰ δὲ ἑξῆς περὶ τῶν παρὰ Χάλυψι καὶ Τιβαρηνοῖς καὶ Μοσσυνοίκοις νομίμων λέγεται καὶ τῶν ἐν τῇ νήσῳ τοῦ Ἄρεως μυθευομένων ὀρνέων, ὡς ἐξηλάθησαν ὑπὸ τῶν Ἀργοναυτῶν· καὶ ὡς οἱ Χαλκιόπης τῆς Μηδείας ἀδελφῆς καὶ Φρίξου υἱοὶ στελλόμενοι εἰς Ὀρχομενὸν ἐναυάγησαν, κατ‐
5αχθέντες δὲ εἰς τὴν Ἄρεως νῆσον συνέβαλον τοῖς Ἀργοναύταις, καὶ ἀλ‐ λήλους γνωρίσαντες κοινῇ ἔπλευσαν εἰς τὸν ἐν Κόλχοις ποταμὸν Φᾶσιν.
81a 〈ἔνθα δ’:〉 ἐν τῷ αἰγιαλῷ, ᾧ προσωρμίσθησαν. Lm b αὖλις δὲ ἡ διατριβὴ καὶ ἡ διαγωγή. Lm(P)
10c Ἄμυκος δὲ Βεβρύκων βασιλεύς, ἔθνους Βιθυνῶν. Lm 2a Βεβρύκων βασιλῆος: τῶν Βεβρύκων ἐβασίλευσεν Ἄμυκος, τῆς Βιθυνίας τά τε ἄλλα κατ’ ἐκείνους τοὺς χρόνους καὶ τὰ παρα‐ θαλάσσια κατεχόντων. κατῴκησαν δέ τινες αὐτῶν καὶ περὶ τὴν Λυδίαν ἐν τοῖς πλησίον Ἐφέσου τε καὶ Μαγνησίας τόποις. Χάρων (fg 7 M. I
1533) δέ φησι καὶ τὴν Λαμψακηνῶν χώραν πρότερον Βεβρυκίαν καλεῖσθαι ἀπὸ τῶν κατοικησάντων αὐτὴν Βεβρύκων. τὸ δὲ γένος αὐτῶν ἠφάνισται διὰ τοὺς γενομένους πολέμους καθάπερ καὶ ἄλλων ἐθνῶν. b 〈ἀγήνορος:〉 αὐθάδους. Lg c ἀγήνορα δὲ τὸν ὑπερήφανον. P
203—4a Βιθυνὶς Μελίη: ἄδηλον πότερόν ἐστι τὸ κύριον. Με‐
λίαν δέ φησιν αὐτὴν διὰ τό τινας τῶν νυμφῶν Μελίας καλεῖσθαι ἀπὸ124

125

Μελίας τῆς Ὠκεανοῦ, ὥς φησι Καλλίμαχος (fg 404 Schn.), ἢ διὰ τὸ περὶ μελίας δένδρα διατρίβειν καθάπερ Ἁμαδρυάδας· Βιθυνίδα δὲ διὰ τὸ Βιθυνὴν τὸ γένος τυγχάνειν. 〈...〉. Γενέθλιον δὲ εἶπεν αὐτὸν διὰ τὸ δεσπόζειν τοῦ ὑγροῦ καὶ πάσης τροφῆς καὶ γενέσεως
5αἴτιον εἶναι, καθὸ τὸ ὕδωρ πάντων γεννητικόν. b Βιθυνίς: ὄνομα κύριον. Lg(P) c Μελίη: ἐπίθετον. Lg(P) d ὑπεροπληέστατον: ὑπερηφανώτατον. Lg(P) 5 ὃς καὶ ἐπὶ τοῖς ξένοις κακὸν νόμον ἔθηκεν. Lg
106 ἀποστείχειν: ἀναχωρεῖν. LgP 8—10a καὶ δὲ τότε: ὁ νοῦς· καὶ τότε δὲ πρὸς τὴν ναῦν ἐλθών, τοῦ μὲν τὰ πρὸς τὴν χρείαν πυθέσθαι τοῦ πλοῦ, τουτέστι τίνος χρείαν ἔχουσι καὶ τίνες εἰσίν, ἠφροντίστησεν, τοιαῦτα δὲ πρὸς αὐτοὺς εἶπεν. L b χρειώ μιν ἐρέσθαι: τὸ μὶν ἑνικὸν ἀντὶ πληθυντικοῦ τοῦ
15αὐτούς, τοὺς ἥρωας. δύναται δὲ καὶ ἑνικὸν εἶναι, ἵνα περὶ τοῦ Ἀμύκου λάβωμεν· ἔδει γὰρ αὐτόν—τὸν Ἄμυκον—ἐρωτῆσαι τοὺς ἥρωας. ὁ δὲ Θεόκριτος (XXII 53 sq.) ἄλλως ἱστόρησεν. c τὸ δὲ ἄτισεν ἀντὶ τοῦ οὐκ ἐφρόντισεν· ὃ γὰρ οὐ τιμᾷ τις, ἐκείνου οὐδὲ φροντίζει. P
20d τὸ δὲ παρασχεδὸν ἀντὶ τοῦ ἐγγύς. P 12—14 θέσμιον: νόμιμον. ὁ δὲ λόγος· νόμος ἐστὶ τὸν προσ‐ πλεύσαντα τῇ Βεβρυκίᾳ τῶν ξένων μὴ ἀπαλλάττεσθαι πρὶν ἢ ἐμοὶ πυκτεῦσαι. L 15—16a τῷ καί μοι: διό μοι τὸν ἄριστον ὑμῶν κεκριμένως
25στήσατε πυγμῇ μοι διαγωνίσασθαι. L
b τὸ δὲ ἀποκριδὸν ἀντὶ τοῦ κατ’ ἐκλογήν. P125

126

c τὸ δὲ δηρινθῆναι ἀντὶ τοῦ μαχέσασθαι, ἀπὸ τοῦ δηρίνομαι· τοῦτο δὲ ἀπὸ τοῦ δηρίομαι. P 17—18 εἰ δ’ ἂν ἀπηλεγέοντες: ἀφροντιστοῦντες, παρ’ οὐδὲν ἡγησάμενοι. 〈...〉. ὁ δὲ Ἡρωδιανὸς ἀνηλεγέως φησὶ διὰ τοῦ ν ἐν τῷ
5γʹ τῆς Καθόλου (I 79, 23 L.). ὁ δὲ νοῦς· εἰ δὲ ἀφροντιστήσαντες τοὺς νόμους μου παρ’ οὐδὲν ἡγήσεσθε, πείσεσθε ἄν, οἶμαι, οὐχὶ τὴν τυχοῦσαν ἀνάγκην. 19 〈μέγα φρονέων:〉 οἷον ὑπὲρ ἄνθρωπον. Bg 21 αἶψα δ’ ἑῶν ἑτά〈ρων: δασύνεται τὸ ἑῶν. εἰ γὰρ
10δασεῖαι αἱ ἀρκτικαί εἰσιν καὶ εἴ ποτε μετασχηματίζονται, πάλιν τὴν δασεῖαν ἐπὶ τῆς ἀρχῆς ἔχουσιν, οἷον ἕρσα ἕερσα, ἕδνα ἕεδνα. 22—23a ἴσχεο νῦν: ἐπίσχες, ὅστις ποτὲ ὑπάρχεις· πειθαρχήσομεν γὰρ οἷς λέγεις νόμοις. διὰ δὲ τοῦ μηδὲ τὸ ὄνομα εἰδέναι σφόδρα αὐτοῦ τὴν ἀξενίαν ὠνείδισεν. L
15b τὸ δὲ ὅτις εὔχεαι ἐπὶ καταφρονήσει εἴρηται. P 25a 〈ἀπηλεγέως:〉 πάλιν ἀντὶ τοῦ ἀφροντίστως. Lg b ἑλίξας: οἷον ἐπιστρέψας εἰς αὐτὸν τὰ ὄμματα. Lg(P) 27 ἰλλόμενος: συνειλούμενος καὶ συστρεφόμενος. LgP 28a ἐπὶ δ’ ὄσσεται οἰόθεν οἶος: φασὶ τὸν λέοντα τρωθέντα
20μόνον ἐπιτηρεῖν τὸν τρώσαντα. μόνος οὖν ὑπάρχων μόνον ἐκεῖνον προσβλέπει τὸν τρώσαντα. b οἰόθεν: μόνον. καὶ Ἀριστοτέλης (Hist. an. IX 44, 629b 24)
δέ φησι τοῦτο ποιεῖν τὸν λέοντα. L126

127

30 ἐύστιπτον: εὔστρεπτον, εὐπίλητον, παρὰ τὸ στείβω· ὅθεν καὶ στιβὰς καὶ στιβεῖς οἱ κναφεῖς. 32—34a λώπην: χλανίδα. ὁ δὲ λόγος· ὁ δὲ τὴν μέλαιναν καὶ διπλῆν χλανίδα σὺν αὐταῖς ταῖς περόναις ἀπέβαλεν. λώπην δὲ τὴν
5διφθέραν. καλαύροπα δὲ ποιμενικὴν ῥάβδον. καὶ τοῦτο δὲ διὰ τὸ σκληρὸν καὶ ἄγριον τοῦ ἀνδρός. b τὴν φορέεσκεν: ἥντινα ἐβάσταζεν ἐκ κοτίνου οὖσαν, τουτ‐ έστιν ἀγριελαίου. ὀριτρεφέος δὲ τοῦ ἐν ὄρει τεθραμμένου κοτίνου. 35a ἑαδότα δέ φησι τὸν ἀρέσαντα τόπον. P
10b 〈ἑαδότα:〉 ἀρέσκοντα. Sm 36 〈ἷζον:〉 καθέζεσθαι ἐποίουν. Sm 38—39a ὀλοοῖο Τυφωέος: διὰ τὸ τερατῶδες καὶ ἐκτράπελον τοῦ σώματος τοῦτό φησιν· ἐνομίζετο, φησίν, ἢ Τυφῶνος ἢ Γῆς υἱός, ἀντὶ τοῦ μέγας. ἔστι δὲ ἀπὸ ὀρθῆς τῆς Τυφωεύς.
15b πέλωρ δὲ λέγεται τὸ θηρίον καὶ τὸ ὑπερμέγεθες. P 40 χωομένη Διί: ἐπεὶ λέγεται ἡ Γῆ κατὰ ὀργήν, ὅτε τοὺς Τιτᾶνας κατεταρτάρωσεν ὁ Ζεύς, γεννῆσαι τοὺς Γίγαντας. 42 ἑσπερίην διὰ νύκτα: ἀντὶ τοῦ κατὰ νύκτα, τουτέστι περὶ τὸν ἕσπερον. Ὅμηρος (Χ 318)· ‘ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ‘.
20ἀμαρυγαὶ δὲ αἱ ἀκτῖνες, αἱ λαμπηδόνες. 43 ἔτι χνοάοντας ἰούλους: τοὺς ἰούλους ὡς χνοῦν ἀναφύ‐ οντας ἔχων, τὰς ἐξανθήσεις τῶν γενείων. λέγεται δὲ ἴουλος καὶ θηρίον πολύπουν καὶ εἶδος ᾠδῆς, ὥς φησιν Ἐρατοσθένης (fg XII Hiller = 241 fg 36 J.).
2544 τὸ δὲ ἀντέλλειν τὸ φύειν ἐνταῦθα ἐνεργητικῶς σημαίνει. P
45—47a πῆλε δὲ χεῖρας: οἷον· προσεπάλλετο διάπειραν τῶν127

128

χειρῶν ἑαυτοῦ ποιούμενος, εἰ ὡς πρὶν εὐκίνητοί εἰσι μηδ’ ἀπὸ τοῦ τῆς εἰρεσίας καμάτου δυσκινήτως ἔχοιεν. L b τὸ δὲ πῆλε τὸ ἐκίνει σημαίνει καὶ πειράζειν τὸ δοκιμάζειν. P 48 οὐ μὰν αὖτ’ Ἄμυκ〈οσ: οὐ μὴν ὁ Ἄμυκος διεπείρασεν
5ἑαυτοῦ. καὶ διὰ τούτου δὲ δηλοῖ τὸ ὑπερήφανον αὐτοῦ. 49 καὶ οἱ ὀρέχθει: ἐν ὀρέξει ἦν· νῦν δὲ ἀντὶ τοῦ ἐφώρμα καὶ ἐπεθύμει. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ἔστενεν· ‘ὀρέχθεον ἀμφὶ σι‐ δήρῳ (Ψ 30). 50 〈κεδάσσαι:〉 σκορπίσαι. Lg
1051 Λυκωρεύς: οὗτος ὑπὸ τοῦ ποιητοῦ πεποίηται, οὐκ ἐξ ἱστο‐ ρίας παρείληπται. 52—53a ἱμάντας: τοὺς καλουμένους μύρμηκας. ἀζαλέους δὲ ἀντὶ τοῦ ξηρούς· ὅθεν τινὲς οὐκ ἀπὸ Ἀζᾶνος βασιλέως, ἀλλὰ διὰ τὸ τραχεῖαν εἶναι Ἀζανίαν φασὶ κληθῆναι τὴν Ἀρκαδίαν· τραχεῖα γάρ
15ἐστι καὶ ξηρά. b περὶ δ’ οἵγ’ ἔσαν 〈ἐσκληῶτεσ: περισσῶς κατεσκληκότες ἦσαν. ὅθεν καὶ σκέλος τὸ ἄσαρκον μέρος τοῦ σώματος, καὶ σκληφρὸς ἄνθρωπος ἀπὸ τούτου. 54 ὑπερφιάλοις: ὑπερηφάνοις. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς
20φιάλης· τὸ γὰρ πληθύον αὐτῆς ὑπερφίαλον, ἀντὶ τοῦ ὑπέρμετρον. φιάλη δὲ εἶδος λεβητώδους ἀγγείου. 55—56a πάλου ἄτερ: χωρὶς κλήρου. καὶ διὰ τούτου δὲ πάλιν ὑπερήφανον δείκνυσι. τὸ δέ ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν ὥσπερ ἤδη ἑαυτῷ πεπιστευκὼς τὴν νίκην.
25καὶ τοῦτο βάρβαρον. εἰ γὰρ ὁ κλῆρος τὴν στάσιν λύειν ἐπίσταται128

129

καὶ ἑκάστῳ τὰ ἴσα διδόναι, πῶς ἂν ὕστερον ἔμελλεν αὐτῷ ἀντιμάχεσθαι; μᾶλλον γὰρ νῦν ἐστασίασεν ἂν μὴ κληρωθείς. b ἀτέμβηαι: ἵνα μή μοι μέμψῃ ὕστερον ὡς χείρονας εἰληφώς. τὸ γὰρ ἀτέμβεσθαι οἱ νεώτεροι οὐκ ἐπὶ τοῦ στερίσκεσθαι ἤκουσαν, ἀλλ’
5ἐπὶ τοῦ μέμφεσθαι. 60 παραβλήδην: παραβλητικῶς. Lg(P) 62 ἀπροφάτως: ἀδιστάκτως, ἀδιακρίτως, μηδὲν πρὸς τὴν ἀναίρεσιν προφασισάμενος. LgP 64 παρηγορέοντες: ἀντὶ τοῦ προτρεπόμενοι. Lg(P)
1065 τὸ δὲ ᾔδειν ἀντὶ τοῦ πληθυντικοῦ κεῖται τοῦ ᾔδεσαν, ὡς καὶ τό ‘τῆς δ’ ἦν τρεῖς κεφαλαί‘ (Hes. Theog. 321). P 66 〈κακῇ δήσαντες ἐν αἴσῃ:〉 ἐν κακῇ μοίρᾳ. Lg 67 οἱ δ’ ἐπεὶ οὖν ἱμᾶσι διασταδόν: ἐν τῇ ἀπ’ ἀλλήλων διαστάσει παρεσκευάσαντο. Lg(P)
1568a 〈ῥεθέων:〉 νῦν τῶν προσώπων. Lg bῥέθος δὲ ἅπαν μέλος, ἐνταῦθα δὲ τὸ πρόσωπον. P 70—74a ἅτε κῦμα θαλ〈άσσησ: καθάπερ, φησί, κῦμα μετε‐ ωριζόμενον νηὶ προσπίπτει, τῇ δὲ ἐμπειρίᾳ τοῦ κυβερνήτου παρακλίναντος ἡ ναῦς διαφεύγει, οὕτω καὶ ὁ Ἄμυκος ἐπέκειτο μὲν ἐκφοβῶν αὐτόν,
20διεκκλινόμενος δὲ ἐκεῖνος ἄτρωτος ἦν. L b ἀλύσκει: ἐκφεύγει. διὰ δὲ τὴν τραχύτητα καὶ τὴν σφοδρὰν αὐτοῦ ὁρμὴν κύματι εἰκάζει τὸν Ἄμυκον, κυβερνήτῃ δὲ τεχνίτῃ τὸν Πολυδεύκην. c φοβέων: ταράσσων· τῇ ἀθρόᾳ κατ’ αὐτοῦ ὁρμῇ ἐμβραδύνειν
25οὐ συνεχώρει αὐτόν. 75—78a ἀίσσων: λείπει ἡ ὑπό, ἵνα ᾖ ὑπαΐσσων καὶ ὑποφεύγων τὸν Ἄμυκον τῇ ἑαυτοῦ τέχνῃ ἄπληκτος καὶ ἀβλαβὴς διέμεινεν. L b ἀπηνέα δ’ αἶψα νοή〈σασ: συνιδών, φησίν, ὁ Πολυ‐ δεύκης, ὅπου ἄπρακτος καὶ εὐεπιχείρητος ἦν, συνέμιξεν αὐτῷ τὰς χεῖρας
30ὑποστάς.129

130

c ᾗ κάρτος ἀάατος καὶ ἀρ〈είων: ὁ Πολυδεύκης, φησί, παρετήρει τὸν Ἄμυκον, ὅπου ἄτρωτος τυγχάνει καὶ οὐκ εὐεπιχείρητός ἐστιν. ἢ οὕτως· συνιδών, ἐν ᾧ ὑπερεῖχεν αὐτοῦ καὶ ἐν ᾧ καταδεέστερος ἦν, ὑποστὰς συνέμιξεν αὐτῷ τὰς χεῖρας. 〈...〉 θάρσος δὲ θράσους
5διαφέρει· θάρσος γὰρ τὸ εὔλογον, θράσος δὲ τὸ μετὰ ἰταμότητος. οὕτω καὶ Ἀρίστιππος ὁ φιλόσοφος. d 〈ᾗ τε χερείων:〉 ἢ καὶ ἀρείων. Lg 79—83a ὡς δ’ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις: οὕτως ἀντεξυσμένα ἀλλήλοις, ὥστε, ἡνίκα συμβάλλονται ἐναντία, συναρ‐
10μόζειν ἀλλήλοις. ἢ τὰ ἀντικείμενα τοῖς σφησίν· εἰς γὰρ τὰ πλάγια τῶν σανίδων τιθέασι τοὺς σφῆνας πρὸς ἀσφάλειαν. ὑληουργοὶ δὲ ὑλοτόμοι καὶ τὰς ναῦς ἐργαζόμενοι. ὥσπερ δὲ ναυπηγήσιμα ξύλα συναρμόζοντες ξυλουργοὶ γόμφοις συνεχῶς ταῖς σφύραις τύπτουσιν, ἐγείρεται δὲ ἄλλος ἐξ ἄλλου ψόφος,
15οὕτως ὁ Ἄμυκος καὶ ὁ Πολυδεύκης ἀλλήλων ἔτυπτον τὰς σιαγόνας. b θοοῖς: ὀξέσι. 〈...〉. καὶ Ὅμηρος (ι 327)· ‘ἐγὼ δ’ ἐθόωσα παραστάσ‘. Lm(P) c τὸ δὲ ἐπιβλήδην τὸ ἐπιβλητικῶς σημαίνει· ἐπιβάλλουσι γὰρ πρὸς ἄλληλα τὰ ξύλα οἱ ναυπηγοί. P
20d ἄηται: ἐξηχεῖται, ἀκούεται· LgP e ἄδην δὲ ἀντὶ τοῦ συνεχῶς ἢ ἀκορέστως. P
f βρυχὴ δέ ἐστιν ὁ τῶν ὀδόντων ἦχος. P130

131

84a 〈ἐπισταδὸν οὐτάζοντες:〉 ἐν τῷ συνεστάναι πλήσσον‐ τες. Lg b τὸ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστατικῶς καὶ ἀμετακινήτως. P 88—89a φορβάδος ἀμφὶ βοός: ὑπὲρ νομάδος καὶ εὐτραφοῦς
5βοός. 〈...〉 ἵνα τὸ τῆς κατανομῆς ὄνομα πλέον καὶ μεῖζον τῇ βοῒ δοίη τὸ σῶμα καὶ τὸ κάλλος. Ἀντίπατρος ἐν τῷ Περὶ ζῴων φησὶ τὸν ἀλκιμώτατον ἐν τῇ ἀγέλῃ ταῦρον μίγνυσθαι πάσαις ταῖς βουσίν, μὴ ἐπι‐ τρέπειν δὲ ἑτέρῳ· ἐὰν δέ τις πεποιθὼς τῇ ἰδίᾳ δυνάμει ἀνθίστηται αὐτῷ καὶ καταγωνίσηται, τοῦτον τοῦ λοιποῦ πλησιάζειν ταῖς βουσίν.
10b φορβάδος: ἀγελάδος. Lg(P) 90—93 ἀερθεὶς βουτύπος οἷα πόδ〈εσσι: ἐπαρθείς. ἐπ’ ἄκρων τῶν ποδῶν, φησί, σταθεὶς καὶ ἐκτείνας ἑαυτὸν ὡς βουτύπος τὴν χεῖρα ἑαυτοῦ κατέφερεν· ἐπιόντος δὲ αὐτοῦ ὁ Πολυδεύκης ὑπέστη καὶ παρακλίνας τὴν κεφαλὴν τῷ ὤμῳ αὐτοῦ ἐδέξατο τὸν πῆχυν. βουτύπος
15δέ ἐστιν ὁ τοὺς θυομένους βοῦς τῷ πελέκει τύπτων κατὰ τοῦ αὐχένος· οὗτος δὲ ἐπ’ ἄκροις τοῖς ὄνυξιν ἵσταται μέλλων κρούειν. 94—95a ὁ δ’ ἄγχ’ αὐτοῖο: ἐγγὺς δὲ αὐτοῦ προβαίνων καὶ μεταφέρων τὰ σκέλη ἔτυψεν αὐτὸν πρὸς τὸ οὖς. b τὸ δέ παρὲκ γόνυ γουνὸς ἀμείβων Ὁμηρικόν (Λ 547). P
20c μεταΐγδην: ὁρμητικῶς. LgP 96—97a δ’ ἅμ’ ὀδύ〈νῃ: ὁ δὲ Ἄμυκος ὑπὸ τῆς ἀλγηδόνος κατενεχθεὶς εἰς τὴν γῆν ἀπώλετο. b 〈γνύξ:〉 ἐπὶ γόνυ. c τοῦ δ’ ἀθρόος ἔκχυτο θυμός: ἀντὶ τοῦ ταχέως ἐξέ‐
25πνευσεν. LgP131

132

98—100a οὐδ’ ἄρα Βέβρυκες: Ἀπολλώνιος μὲν ἐμφαίνει ὡς ἀνῃρημένον τὸν Ἄμυκον· Ἐπίχαρμος (fg 7 Kaibel) δὲ καὶ Πείσανδρός (16 fg 5 J.) φασιν, ὅτι ἔδησεν αὐτὸν ὁ Πολυδεύκης. Δηίοχος δὲ ἐν αʹ Περὶ Κυζίκου (fg 9 M. II 19) καταπυκτευθῆναί φησιν αὐτὸν ὑπὸ Πολυ‐
5δεύκους. οὐκ ἠμέλησαν δέ, φησίν, οὐδὲ κατεφρόνησαν τοῦ Ἀμύκου πεπτω‐ κότος, διὰ δὲ τὸ βάρβαρον ἑαυτῶν καὶ πόλεμον ἤγειραν. ἀζηχέας δὲ τὰς ξηράς, τὰς ἐχούσας ξηρὸν ἦχον. σιγύννους δὲ καλοῦσιν οἱ Κύπριοι τὰ ἀκόντια.
10b σιγύννους: ἀκόντια ὁλοσίδηρα. LgGmSm(P) c ἀντιαάσκον: ἀπήντων ἰθὺς Πολυδεύκους. Lg(P) 105—06 αὐτὸς δ’ Ἰτυμονῆα: ὁ δὲ Πολυδεύκης λὰξ ἐπο‐ ρούσας ἔπληξεν. λέγεται δὲ λὰξ ὁ ὑπὸ τῶν δακτύλων τοῦ ποδὸς ψόφος. ἢ οὕτω· κυρίως τὸ ὑποκάτω τῶν τοῦ ποδὸς δακτύλων λὰξ κα‐
15λεῖται. οὕτως ἀποδέδωκεν καὶ παρὰ τῷ ποιητῇ Ποσειδώνιος (Bake 234)
‘λὰξ ποδὶ κινήσασ‘ (Κ 158).132

133

110 Ὠρείδης δ’ Ἀμύκ〈οιο: διὰ τῆς ει διφθόγγου ἡ παρα‐ λήγουσα· οὕτως Ἡρωδιανὸς ἐν τῷ γʹ τῆς Καθόλου (I 67, 8 L.). 112—13 ὅσον δ’ ἐπὶ δέρμα 〈τι: μέχρις 〈τοῦ δέρματοσ〉. ὅσον ἀντὶ τοῦ ὀλίγον. δι’ αὐτῆς τῆς ἐπιφανείας ἦλθεν ὁ σίδηρος ὑπ’
5αὐτὸν τὸν κατὰ τὴν ζώνην τόπον, ἀλλ’ ἐπὶ τῷ δέρματι μόνον, ὥστε τῶν ἐντοσθιδίων μὴ ψαῦσαι. 114a αὔτως: ὁμοίως. LgGgP b μενεδήιον τὸν Ἴφιτον λέγει ὡς ἐμμενετικὸν ἐν τῷ πολέμῳ· δηὶς γὰρ ὁ πόλεμος καὶ ἡ μάχη. P
10115 ἀζαλέῃ: τῇ ξηρᾷ, ἐπεί ἐστι ξυλίνη. Ὅμηρος δὲ καὶ σιδηρᾶν οἶδεν (Η 141)· ‘ἀλλὰ σιδηρείῃ κορύνῃ‘. τινὲς δὲ ἀποδεδώκασι ‘σιδηρείῃ‘ τῇ εὐτόνῳ, ὥσπερ καί (Ρ 424) ‘σιδήρειος δ’ ὀρυμαγδὸς ὀρώρει‘. 116—18 οὔπω κηρὶ κακῇ: οὔπω πεπρωμένον ἀποθανεῖν. ὁ δὲ Κλυτίος υἱὸς ἦν Εὐρύτου, ἀδελφὸς Ἰφίτου. δῃώσεσθαι δὲ
15φονευθήσεσθαι. ὁ δὲ Ἀγκαῖος Ἀρκὰς τὸ γένος ἐστί, φησὶ δὲ αὐτὸν ὡπλίσθαι πελέκει καὶ ἄρκτου δορᾷ. τὸ δὲ θρασὺς ἐπ’ ἀγαθοῦ νῦν, οὐκ ἐπ’ ἰταμότητος. 119 τεταγών: ἐκτείνας, ἀκοντίσας. Lgr(P) 120 προσχόμενος: προβαλόμενος ἀντὶ ἀσπίδος. LgP
20121 ὁμοῦ δέ οἱ ἐσσεύοντο: τὸ ὁμοῦ καὶ ἐπὶ τοῦ ἀθροίσ‐ ματος τιθέασι καὶ ἐπὶ τοῦ ἐγγύς, ὡς Ἀθηναῖοι εἰώθασι χρῆσθαι. Μέν‐ ανδρος (fg 851 K. III 227)·
‘ὁμοῦ δὲ τῷ τίκτειν παρεγένεθ’ ἡ κόρη‘
ἀντὶ τοῦ ἐγγύς.133

134

123—29a ὡς δ’ ὅτ’ ἐνὶ σταθμοῖ〈σιν: ὥσπερ δὲ ἀφυλάκτῳ ποιμνίῳ ἐπελθόντες λύκοι ἀποροῦσι, ποῖον πρῶτον ἁρπάσωσιν, οὕτω καὶ οἱ ἀριστεῖς τοὺς Βέβρυκας ἐτρέψαντο. ὁμοία δὲ ταύτῃ καὶ παρ’ Ὁμήρῳ παραβολή (Π 352 sq.)·
5
‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισιν
σίνται.‘ ἀπείρονα μὲν οὖν φησι τὰ πολλά. πολιοὶ δὲ ἤτοι ὑπότεφροι ἢ ἔντιμοι. τίμιον γὰρ τὸ ζῷον παρ’ Ἀθηναίοις· ὁ γὰρ ἀποκτείνας λύκον ἀγείρει αὑτῷ τὰ πρὸς τὴν ταφήν. καὶ ἴσως, ἐπεὶ ἡ Λητὼ ἔγκυος οὖσα
10διὰ ιβʹ ἡμερῶν εἰς Δῆλον ἦλθε μεταβαλοῦσα εἰς λύκον, διόπερ κατά τινα ὡρισμένον χρόνον τοῦ ἐνιαυτοῦ τίκτει πᾶσα λύκαινα ἐν ιβʹ ἡμέραις, ὡς Φιλοστέφανός φησιν ἐν τοῖς Ὑπομνήμασιν (fg 32 M. III 33). b λάθρη ἐυρρίνων: τοῦτό φησιν, ὅτι διὰ τὸ ψῦχος κατα‐ δύνουσιν εἰς τὰς ἐπαύλεις οἵ τε ποιμένες καὶ οἱ κύνες· εἶτα οὕτως
15ἀφύλακτα σίνονται τὰ πρόβατα. ἐυρρίνων δὲ ἤτοι εὐδερμάτων— ῥινὸς γὰρ τὸ δέρμα—ἢ 〈...〉 κυρίως διὰ τὸ ταῖς ῥισὶν ἰχνεύειν τὰ θηρία· διὸ καὶ παρατηροῦσιν οἱ κυνηγοὶ πρὸ ἡμέρας ἐξάγειν τοὺς κύνας ἐπὶ θήραν, ἵνα πρὶν ἥλιον ἐπιτεῖλαι εὐχερῶς ἰχνηλατῶσι ταῖς ῥισίν. c. 〈ἐυρρίνων:〉 εὐαισθήτων, εὐοσφρήτων. Lg
20d μαίονται: ἐπιζητοῦσι. LgP134

135

e πόλλ’ ἐπιπαμφαλό〈ωντεσ: πολλὰ ἐπιβλέποντες καὶ μετ’ ἐνθουσιασμοῦ· παμφαλᾶν γὰρ τὸ μετὰ πτοιήσεως ἐπιβλέπειν. κέχρηται δὲ τῇ λέξει καὶ Ἱππῶναξ (fg 131 B. II 498) καὶ Ἀνακρέων (fg 160 B. III 293). λέγει δὲ καὶ Ἐρύκιος·
5
‘πάντοσε παμφαλόωντες ἐδινήσαντο πόδεσσι.‘ παραιτητέον δὲ Εἰρηναῖον (fg 19 Haupt Opusc. II 439) ἀμφαφό‐ ωντες γράφοντα καὶ ἐξηγούμενον κτείνοντες. οὔτε γὰρ κέχρηταί τις οὕτως τῇ λέξει οὔτε ἐστὶν ἁπαξαπλῶς ἡ γραφὴ τοῦ ποιητοῦ. f περὶ σφίσιν: ἔδει εἰπεῖν περὶ ἀλλήλοις πίπτοντα· οὐ γὰρ
10περὶ ἑαυτά. τὸ δὲ ἁμάρτημα τῶν μεθ’ Ὅμηρον. LgP 130—31a ὡς δὲ μελισσάων σμῆ〈νοσ: ὅτι τὸν καπνὸν φεύγουσιν αἱ μέλισσαι διὰ τὸ στενόπορον εἶναι αὐτῶν τὴν ὄσφρησιν· ὅπερ καὶ ἐπὶ τῶν ὄφεων συμβαίνει θυμιωμένου τοῦ ἐλαφείου κέρως, ὥς φησι Νίκανδρος (Ther. 35 sq.). σμῆνος δέ ἐστι τὸ τῶν μελισσῶν πλῆθος.
15b δίκην μελισσῶν, φησίν, ἔφευγον, αἵτινες καπνισθεῖσαι ἀφίπταν‐ ται. Lg(P) c 〈μηλοβοτῆρες:〉 βοσκοί. Lg d μελισσοκόμοι: μελισσουργοί. LgP 132—34a βομβηδὸν δὲ ἀντὶ τοῦ μετὰ ἤχου καὶ βόμβου. βόμ‐
20βος δέ ἐστιν ὁ τῶν μελισσῶν ἦχος, ἔνιοι δὲ τῆς †βοξύνου† μελίττης λεγομένης. b λιγνυόεντι: τῷ αἰθαλώδει. ὁ δὲ λόγος· ἐπιπλέον δὲ τῷ λιγνυώδει καὶ σποδώδει καπνῷ καπνιζόμεναι ὑποχωροῦσι τῶν σίμβλων.
σίμβλος δέ ἐστιν, εἰς ὃ τὰ κηρία συνάγεται ἀγγεῖον, ἡ κυψέλη.135

136

c καπνῷ τυφόμεναι: ἀντὶ τοῦ καπνιζόμεναι· σημαίνει δὲ καὶ τὸ καιόμεναι. εἰώθασι δὲ καπνίζειν κόνυζαν· δριμὺς γὰρ μάλιστα ὁ ταύτης καπνός. 138—39a ἠμὲν ἀλωαί: αἱ ἀμπελόφυτοι χῶραι. οἶαι δὲ αἱ
5κῶμαι, διὰ τὸ ἐν αὐταῖς τὰ πρόβατα καὶ τὰ ἄλλα βοτὰ νέμεσθαι. b 〈τῆμος:〉 τηνικαῦτα. Lg c Λύκος βασιλεὺς Μαριανδυνῶν. Lg(P) 140a καὶ Μαριανδυνῶν: Φινέως παῖδες ἐκ μὲν Κλεοπάτρας Παρθένιος καὶ Κάραμβις, ἐκ δὲ Ἰδαίας τῆς Δαρδάνου ἢ Σκυθικῆς τινος
10παλλακίδος Θυνὸς καὶ Μαριανδυνός, ἐξ ὧν τὰ ἔθνη κέκληνται. οἱ δέ φασι κεκλῆσθαι τοὺς Μαριανδυνοὺς ἀπὸ Μαριανδυνοῦ υἱοῦ Κιμμερίου. b ἀπεόντος ἄνακτος: τοῦ Ἀμύκου ἀπόντος, δηλονότι τεθνη‐ κότος. οἱ δὲ Μαριανδυνοὶ ἔθνος ὁμοροῦν αὐτοῖς. 141 σιδηροφόρου περὶ γαίης: τῆς τῶν Χαλύβων· εἰσὶ δὲ
15οὗτοι οἱ τὸν σίδηρον ἐργαζόμενοι. 142—43a οἳ δ’ ἤδη σταθμούς τε: οἱ δὲ Ἀργοναῦται τῶν Βεβρύκων πεφευγότων τὰς παρὰ θάλασσαν ἐπαύλεις ἐπόρθουν· ἤδη δὲ καὶ τῶν θρεμμάτων πολλὰ περιεληλακότες ἀπετέμοντο. b περιτροπάδην: περιτρέποντες ὡς ἐπὶ τὴν ναῦν ἐλαύ‐
20νοντες. Lg(P) 145—50a φράζεσθ’ ὅττι κεν: ὁ νοῦς· καὶ τί ἂν ἐποίησαν οἱ Βέβρυκες, εἰ καὶ ὁ Ἡρακλῆς μεθ’ ἡμῶν ἐληλύθει, οἷον· πῶς ἔφυγον καὶ ἡττήθησαν; οἶμαι γάρ, ὅτι οὐδὲ ἀγὼν ἂν τῆς πυγμαχίας ἐγένετο, ἀλλὰ προκαλούμενον τὸν Ἄμυκον τότε οἷς συνετίθει νόμοις ἡμῖν τῷ
25ῥοπάλῳ πλήξας ἀνῄρηκεν. L b τὸ δὲ κριθήμεναι ἀντὶ τοῦ διαχωρισθῆναι. P c 〈αὐτοῖς:〉 λείπει ἡ σύν. Lg 151—53 ναὶ μὲν ἀκήδεστον: ὁ νοῦς· ἐκεῖνον μέντοι ἀφρον‐ τίστως καταλιπόντες—τουτέστι τὸν Ἡρακλέα—ἐπ’ ἀλλοτρίας ἐπλεύ‐
30σαμεν. ἐκείνου δὲ ἀπόντος ἕκαστος ἡμῶν αἰσθήσεται ὅσον βεβλάμμεθα.136

137

154 〈τάδε πάντα:〉 τὸ ἀπολειφθῆναι τὸν Ἡρακλέα. Lg 156 οὐταμένων: τοῦ Ἰφίτου καὶ τοῦ Ταλαοῦ. Lg(P) 159—60a ἐρεψάμενοι δάφνῃ: δάφνῃ ἐστέψαντο δι’ Ἀπόλ‐ λωνα. ἐχρῶντο δὲ τῇ στέψει τριχῶς—ἐπὶ τῆς κεφαλῆς, ἐπὶ τοῦ μετ‐
5ώπου, ἐπὶ τοῦ τραχήλου τιθέμενοι τοὺς στεφάνους—διὰ τὸ τὴν ψυχὴν τριμερῆ εἶναι. b ξανθὰ δ’ ἐρεψά〈μενοι:〉 στεψάμενοι δὲ ὑπεράνω τῶν μετώπων δάφνῃ τὰς κεφαλάς, ἐξ ἧς δάφνης ἀνημμένα ἦν τὰ σχοινία τῆς νεώς. οὐ ποιητικῶς δὲ ἀνέπλασε τὴν δάφνην ὁ Ἀπολλώνιος, ἀλλ’
10ἔστιν ὄντως ἐν τῷ τόπῳ δένδρον δάφνης εὐμέγεθες, ὥς φησιν Ἀνδροίτας ὁ Τενέδιος ἐν τῷ Περίπλῳ τῆς Προποντίδος (M. IV 304), παριστορῶν, ὅτι Ἄμυκος μὲν καλεῖται τὸ χωρίον, ἔχει δὲ ἐποίκια καὶ νῦν, διέστηκε δὲ τοῦ Χαλκηδονίου νυμφαίου σταδίους εʹ. Ἀπολλόδωρος δὲ ἐν τῷ πρώτῳ τῶν Ποντικῶν (M. IV 309) ἡρῷον αὐτόθι φησὶν εἶναι Ἀμύκου,
15καὶ εἴ τις ἐκ τῆς δάφνης κλάδον λάβοι, εἰς λοιδορίαν ἀνίστησι. 161 συνοίμιον: συνῴδιον· οἴμη γὰρ ἡ ᾠδή. Lg(P) 162—63 περὶ δέ σφιν ἰαίνετο: διεχέετο ἡ ἀκτή. καθ’ ὑπερβολήν, καθὸ μυθεύεται ὁ Ὀρφεὺς κηλεῖν καὶ τὰ ἄψυχα. ᾖδον δὲ ἐπινίκιον τῷ Ἀπόλλωνι. Θεραπναῖον δὲ ἀπὸ μέρους τὸν Λάκωνα.
20Θεράπναι γὰρ τόπος τῆς Σπάρτης· οἱ δὲ πόλιν, οἱ δὲ Ἀπόλλωνος τόπον
ἱερόν.137

138

165 ἐκ περάτων: ἐκ τοῦ ὑπερορίζοντος ἡμισφαιρίου. Lg(P) 168a ἀνὰ Βόσπορον ἰθύνοντο: τὸ ἀπὸ Βυζαντίου κατὰ Καλχηδόνος διάστημα σταδίων ἐστὶν ..., καὶ Βόσπορος ὀνομάζεται διὰ τὸ δοκεῖν τὴν Ἰὼ βοῦν οὖσαν διαπορεύεσθαι τοῦτον τὸν τόπον, ἐκ τῆς
5Ἀσίας εἰς τὴν Εὐρώπην διαβαίνουσαν, ἢ διὰ τὸ πάντας τοὺς στενοὺς πορθμοὺς βοσπόρους καλεῖσθαι. ἔνιοι δέ φασι τοὺς ἐπὶ τοῦ στόματος οἰκοῦντας τὸ παλαιόν, εἴποτε ἐθέλοιεν εἰς τὸ πέραν διαβαίνειν, σχεδίας πηγνύντας καὶ βόας ἐπιζεύξαντας ἐπὶ τούτων διαπεραιοῦσθαι, ὅθεν καὶ ὠνομάσθαι τὴν θάλασσαν. ἔστι δὲ καὶ ἕτερος Βόσπορος, τῆς Σκυθικῆς,
10Κιμμερικὸς προσαγορευόμενος διὰ τὸ Κιμμερίους ἔθνος Σκυθικὸν περὶ ἐκείνους οἰκῆσαι τοὺς τόπους. οἱ δέ φασι στόμα τῆς Μαιώτιδος λίμνης 〈...〉 στενὸς καὶ ἐπιμήκης, ἐμφερὴς τῷ κατὰ τὸ Βυζάντιον Βοσπόρῳ. b περὶ τοῦ Βοσπόρου 〈ἡ〉 ἱστορία παρὰ τοῖς παλαιοῖς διαφόρως λέγεται. Νύμφις (fg 18 M. III 16) μὲν γάρ φησιν ἱστορεῖν †Ἀκαρίωνα†,
15ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου—καθὼς ὁ Φρίξος ἐπὶ κριο‐
πρώρου σκάφους ἔπλευσεν—, διαπλευσάντων δὲ αὐτῶν ἀπὸ τοῦ εἴδους138

139

τοῦ περὶ τὸ σκάφος προσαγορευθῆναι τὸ πέλαγος Βόσπορον. Ἔφορος (70 fg 156 J.) δέ φησιν ἡρπάσθαι τὴν Ἰὼ ὑπὸ Φοινίκων καὶ δια‐ κομισθῆναι εἰς Αἴγυπτον· ἀνθ’ ἧς τὸν βασιλέα τῶν Αἰγυπτίων πέμψαι Ἰνάχῳ ταῦρον, τὸν δὲ τόπον προσηγορεῦσθαι, δι’ οὗ οἱ τὸν ταῦρον
5ἔχοντες ἔπλευσαν, Βόσπορον· τετελευτηκότος δὲ ἐκείνου περιιέναι αὐτοὺς παραδεικνύντας τὸν ταῦρον πᾶσι, καθὸ πρότερον οὐκ ἐγίνωσκον τὸ ζῷον. δύο δέ εἰσι Βόσποροι, Κιμμέριος καὶ Θρᾴκιος ὁ πάλαι Μύσιος καλούμενος. 169 ἠλιβάτω: οὗ ἀλιτεῖν ἔστι τῆς βάσεως, τουτέστι ὑψηλῷ καὶ
10ἀπροσβάτῳ. Lg(P) 170 ἐπαΐσσοντι: ἀντὶ τοῦ ἐπενεχθησομένῳ. Lg(P) 173—74 ἀλλὰ τόγ’ ἔμπης: ἀλλὰ καίπερ οὕτω μέγα καὶ λάβρον ὑπάρχον τὸ κῦμα ὁμαλίζεται, εἰ ἀγαθοῦ κυβερνήτου τύχοι. 177 ἀντιπέρην γαίῃ Θυνηίδι: διτταί εἰσι Θυνίαι, ἡ μὲν
15ἐπὶ τῆς Εὐρώπης, ἡ δὲ ἐπὶ τῆς Ἀσίας, καὶ ἡ μὲν ἐπὶ τῆς Εὐρώπης περὶ Σαλμυδησσὸν κεῖται [ἐπὶ] τῆς Θρᾴκης, ἡ δὲ ἑτέρα καθήκει ἐπὶ τὸν Βόσπορον καὶ ἐπὶ τὸ στόμα τοῦ Πόντου. [ἔστι δὲ καὶ τρίτη Θυνία, νῆσος περὶ τὸν Πόντον.] ἔστι δὲ ἀμφίβολον, εἰς ποτέραν Θυνίαν φησίν, ἀμφοτέρων οὐσῶν ἐπὶ τῷ πέραν. ἄμεινον οὖν τὴν περὶ τὴν Εὐρώπην
20Θυνίαν λέγειν· τῇ γὰρ ἐπιούσῃ, φησίν, ἡμέρᾳ ἐν τῇ Θυνίᾳ τὰ ἀπόγεια ἔδησαν 〈...〉, ὡς δῆλον, ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην. καὶ γὰρ ὁ Φινεύς, ὡς οἱ πλεῖστοι, ἐπὶ τοῦ Σαλμυδησσοῦ λέγεται ᾠκηκέναι, ὅς ἐστι τῆς Θρᾴκης κατὰ τὰ ἀριστερὰ μέρη τὸν Πόντον εἰσπλέοντι. ἔστι δὲ καὶ τρίτη Θυνία, νῆσος περὶ τὸν Πόντον, ἐν ᾖ ἐστιν Ἀπόλ‐
25λωνος ἱερόν.139

140

178—82a Ἀγηνορίδης ἔχε: Ἀγήνορος γὰρ παῖς ἐστιν, ὡς Ἑλλάνικος (4 fg 95 J.)· ὡς δὲ Ἡσίοδός (fg 31 Rz.2) φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας. ὁμοίως δὲ καὶ Ἀσκληπιάδης (12 fg 22 J.) καὶ Ἀντίμαχος (fg 14 B. II 291) καὶ Φερεκύδης (3 fg 86 J.)
5φασίν. ἐκ δὲ Κασσιεπείας τῆς Ἀράβου Φοίνικι γίνεται Κίλιξ καὶ Φινεὺς καὶ Δόρυκλος καὶ Ἄτυμνος ἐπίκλησιν· γίνεται δὲ ἐκ Διὸς Ἄτυμνος. b 〈ἔνθα:〉 οὐκ ἐν τῇ περὶ 〈Ἀσίαν〉 Θυνίᾳ, ἀλλ’ ἐν τῇ πέραν [τῆς Θρᾴκης], ἥτις ἐστὶ τῆς Εὐρώπης, ὡς ἀποδέδεικται (sch. 177). ἔνιοι δὲ αὐτὸν ἐν τῇ Παφλαγονίᾳ βασιλεῦσαι ἱστοροῦσιν, ἥτις ἐστὶ τῆς Ἀσίας.
10Ἀγηνορίδην δὲ εἶπε τὸν Φινέα, καθὸ Ἀγήνορός ἐστι παῖς, ὥς φησιν Ἑλλάνικος (v. sch. a)· ὁ δὲ Ἡσίοδος (v. sch. a) τοῦ Φοίνικος αὐτόν φησι τοῦ Ἀγήνορος. πηρωθῆναι δὲ λέγουσι τὸν Φινέα ὑπὸ Ἡλίου, ὅτι πολυχρόνιος εἵλετο μᾶλλον εἶναι ἢ βλέπειν. ἔνιοι μὲν τοσαύτας ἐζηκέναι γενεὰς ἀπίθανον
15εἶναί φασιν, πλείους δὲ αὐτοὺς γεγονέναι, καὶ ἕτερον τὸν Φινέα ἕβδομον
ἀπόγονον εἶναι τοῦ Φοίνικος, πρὸς ὃν ἀπήντησαν 〈οἱ〉 ἥρωες. πηρω‐140

141

θῆναι δὲ αὐτόν, ὅτι ἐπεβούλευσε Περσεῖ. Σοφοκλῆς (fg 704 Pearson) δέ, ὅτι τοὺς ἐκ Κλεοπάτρας υἱοὺς ἐτύφλωσε, Παρθένιον καὶ Κάραμβιν, πεισθεὶς διαβολαῖς Ἰδαίας τῆς αὐτῶν μητρυιᾶς. ὁ δὲ Ἀπολλώνιός φησι πηρωθῆναι αὐτὸν καὶ πρὸς τῶν Ἁρπυιῶν κακῶς πάσχειν, ὅτι ἀνέδην
5πᾶσι καὶ διαρρήδην ἐμαντεύετο· φησὶ γάρ οὐδ’ ὅσον ὀπίζετο καὶ Διὸς αὐτοῦ. c οὐδ’ ὅσσον ὀπίζετο: οὐδὲ ἐλάχιστον τοῦ Διὸς αὐτοῦ ἐπε‐ στρέφετο, τὰ θεῖα ἐνθυμήματα πᾶσιν ἐμφαίνων. λέγων γὰρ πάντα τὸν νοῦν τοῖς ἀνθρώποις, οὐδεμίαν χρείαν αὐτοῖς τῶν θεῶν κατελίμπανεν.
10ὅτι δὲ ἦρχεν ὁ Φινεὺς μέχρι τοῦ Βοσπόρου Θρᾳκῶν πάντων τῶν ἐν τῇ Ἀσίᾳ—εἰσὶ δὲ οὗτοι Βιθυνοί τε καὶ Παφλαγόνες—Φερεκύδης ἐν τῇ ϛʹ (3 fg 27 J.) φησί. πεπηρῶσθαι δὲ Φινέα φησὶν Ἡσίοδος ἐν Μεγάλαις Ἠοίαις (fg 151 Rz.2), ὅτι Φρίξῳ τὴν ὁδὸν ἐμήνυσεν, ἐν δὲ τῷ γʹ τῶν Καταλόγων (fg 52 Rz.2), ἐπειδὴ τὸν μακρὸν χρόνον τῆς
15ὄψεως προέκρινεν. παῖδας δὲ αὐτοῦ φασι γενέσθαι Μαριανδυνὸν καὶ Θυνόν, καὶ ἀπὸ μὲν Θυνοῦ Θυνηίδα, ἀπὸ δὲ Μαριανδυνοῦ Μαριανδυνίαν προσαγορευθῆναι λέγουσιν. 185 ὀνείασιν: σιτίοις, βρώμασιν. Lg(P) 191 μυδαλέην: μυσαράν. LgP
20192 μὴ καὶ λευκανίην γ〈ε: οἱ μὲν τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος, Ἀμερίας δὲ τὸν λαιμὸν καὶ τὸν βρόγχον. 195—96a ἐπήισεν: ᾔσθετο. LgP b ὧν οἱ ἰόντων: ὧν ἐλθόντων εἵμαρτο αὐτῷ ἐκ Διὸς ὄνασθαι
τῶν ἐδεσμάτων, ὧν προσφέροιτο.141

142

197 ἀκήριον: ὡς ἄψυχον ὀνειράτιον διὰ τὸ καταλελεπτύνθαι ὑπὸ τῆς νόσου. 198 ῥικνοῖς: ῥυσοῖς. LgP 200—01a πίνῳ τέ οἱ: τῷ δὲ ῥύπῳ ὁ κατεσκληκὼς αὐτοῦ χρὼς
5ἐρρυπαίνετο. b τὸ δέρμα ἐντὸς μόνον τὰ ὀστέα συνεῖχεν. Lg 203—04 κάρος: κάρος δὲ αὐτὸν κατέσχεν, τουτέστι σκότωσις. τὴν δὲ γῆν διὰ τὴν σκοτοδινίαν ᾠήθη φέρεσθαι, ὡσεὶ εἶπεν, ὅτι ᾠήθη τὴν γῆν ἐπικεῖσθαι ἑαυτῷ.
10205 ἀβληχρῷ: ἀσθενοποιῷ ἢ ἀσθενεῖ, κατὰ στέρησιν τοῦ βληχροῦ. ὁ δὲ νοῦς· ὑπὸ τῆς λεπτῆς ἐκείνης διὰ τὴν σκότωσιν καταφορᾶς ἔκειτο ἄφωνος. κώματι δὲ ὕπνῳ, ἐκλύσει· καὶ ἔστι κατὰ συγκοπὴν ἀπὸ τοῦ κοίμημα—ὡς οἴμημα οἶμα καὶ δόμημα δῶμα—καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω κῶμα.
15206—08a περισταδόν: ἀντὶ τοῦ περιέστησαν συναθροισθέντες ἐπ’ αὐτόν. καὶ ἔταφον ἀντὶ τοῦ ἐξεπλάγησαν. b ἐξ ὑπάτοιο στήθεος: οἷον ἐξ ἄκρου καὶ οὐκ ἐκ βάθους, διὰ τὴν ἀσθένειαν ἀναπνεῖν τε καὶ λαλεῖν οὐ δυνάμενος. τὸ δὲ μόλις οὐδὲν ἕτερον ἢ τὸ τῆς νόσου σφοδρὸν καὶ μέγα αἰνίττεται.
20Διονύσιος δὲ ἐν τοῖς Ἀργοναύταις (32 fg 5 J.) φησὶν ἀναιρεθῆναι τὸν Φινέα ὑπὸ Ἡρακλέους ἰδόντος τοὺς παῖδας ἐν ἐρημίᾳ καὶ μαθόντος,
ὅτι ὑπὸ Φινέως ἦσαν ἐκβεβλημένοι κατὰ διαβολὴν Σκυθικῆς γυναικός,142

143

ἣν γεγαμήκει ὁ Φινεὺς παραιτησάμενος Κλεοπάτραν· γεγόνει δὲ τοῦ Φινέως καὶ πρεσβῦτις κατήγορος παρὰ τῷ Ἡρακλεῖ. διόπερ Ἡρακλῆς ἀναιτίους εὑρὼν τοὺς παῖδας κατήγαγεν εἰς τὴν πατρῴαν οἰκίαν, Φινέα δὲ ἀνιστάμενον καὶ θελήσαντα καταποντίσαι τὸν ἕτερον τῶν παίδων
5λακτίσας ὁ Ἡρακλῆς ἀπέκτεινεν. Ἴστρος (fg 60 a M. I 426) δέ φησι τὸν Αἰήτην γνόντα, ὅτι τοὺς Φρίξου υἱοὺς εἴη σεσωκὼς ταῖς μαντείαις, καταράσασθαι αὐτῷ, τὸν δὲ Ἥλιον ἐπακούσαντα πηρῶσαι. 212—14a ὑμεῖς ἀτρεκέως: λείπει τὸ ἐστέ. ὁ δὲ λόγος· ἔτι μοι ὁ νοῦς διὰ τῆς ἐμῆς μαντείας ἕκαστα οἶδεν. διὰ δὲ τούτου οὐδὲν
10ἕτερον ἢ τὴν τέχνην ἐπαγγελλόμενος λεληθότως αὐτοὺς εἰς συμμαχίαν παρακαλεῖ. b χάριν νύ τοι ὦ ἄνα: ἀναφέρω σοι χάριν καίπερ ὢν ἐν κακοῖς. 215—216a ὅτις ῥίγιστος: ὅστις φοβερός ἐστι τοῖς ἁμαρτά‐
15νουσιν εἰς ἱκέτας. κυρίως δὲ πρὸς τὰ ὑποκείμενα οὐ Ξενίου Διός, ἀλλ’ Ἱκεσίου μέμνηται, ἐπεὶ καὶ αὐτὸς ὡς ἱκέτης ἐστὶ τῶν ἡρώων διὰ τὴν κατεπείγουσαν χρείαν. b Φοίβου τ’ ἀμφί: τοῦτο ἢ ὡς μάντις ἢ ὡς αἴτιον τοῦ πλοῦ τὸν θεὸν γεγονότα φησίν.
20218 χραίσμετέ μοι: βοηθεῖτέ μοι. οἱ γὰρ Κλειτόριοι χραισμεῖν λέγουσι τὸ ἐπαρκεῖν. ἀπὸ βαρυτόνου δὲ κέκλικε τοῦ χραίσμω, ὡς βαίνω βαίνετε· τὸ γὰρ περισπώμενον χραισμεῖτε.
221 ἀμήρυτον: γράφεται καὶ ἀμήρυον, τουτέστιν ἀτέλεστον143

144

καὶ διηνεκῶς ἐπιμένον, ἀπέραντον. ἢ τὸ τέλος μὴ ἔχον· λέγει δὲ τὸ θάνατον μὴ ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μηρυομένων ἐρίων. 222—24a πρὸς δ’ ἔτι πικρότ〈ατον〉. πλέον τὸ πάθος ποιῆσαι βουλόμενος, ἀπ’ αὐτοῦ τοῦ πάθους ἤρξατο. ὁ δὲ νοῦς· πρὸς
5δὲ τοῖς ἄλλοις κακοῖς πικρότατον ἄλλο ἐπ’ ἄλλῳ ἐπικρέμαται. ἀφράστοιο δὲ ἀνεπιγνώστου, ἀπροοράτου, ἀδήλου. b τρεῖς εἰσιν αἱ Ἅρπυιαι· Κελαινώ, Ὠκυπέτη καὶ Ἀελλώ. B Pa 225—27a 〈ἴσχω:〉 ἔχω. Lg b ἀλλά κε ῥεῖα: οὕτω ταχέως ἐκ τοῦ ἀφανοῦς ἔρχονται. κακῶς
10δὲ τὸ ἑὸν τέθεικεν, ἀντὶ τοῦ ἐμὸν εἰπών. c μεμηλώς: φροντίζων. τοῦτο δὲ δαιμονίως εἶπεν. οὐ γὰρ ἔφη εὐωχούμενος ἢ ἐσθίων, ἀλλὰ μόνον φροντίδα τροφῆς ἔχων, ἵνα τὸ πάθος ἐπάρῃ. 231 ἐληλάμενον: ἀντὶ τοῦ κεχαλκευμένον. ὁ ἀδάμας δὲ
15καὶ λίθος καὶ στερεοῦ σιδήρου εἶδος. 232—33 ἀλλά με πικρὴ 〈δῆτα καὶ ἄατοσ: ἡ πολυβλαβής. τοῦτο δὲ πρὸς πλείονα ἔμφασιν, οἱονεὶ οὐ μόνον φέρειν τὴν ὀδμήν, ἀλλὰ καὶ ἑδραίως μένειν διὰ τὸ τυφλώττειν. 234 τὰς μὲν θέσφατόν ἐστιν: τὰς Ἁρπυίας πέπρωται ὑπὸ
20τῶν Βορεαδῶν ἀναιρεθῆναι. τῷ δὲ θέσφατον 〈ὡσ〉 σφόδρα ἀναγκαίως ἐχρήσατο, ὥσπερ καὶ κατὰ ἀνάγκην γινομένων. 235 οὐδ’ ὀθνεῖοι: οὐκ ἀλλότριοι δὲ ὄντες μοι βοηθήσουσιν. ὅτι δὲ ἡ συγγένεια προθυμοτέρους πάντας πρὸς τὰς εὐεργεσίας ποιεῖ, καὶ Εὐριπίδης φησίν (Or. 486)·
25‘Ἑλληνικόν τι τὸν ὁμόθεν τιμᾶν ἀεί.‘144

145

238—39 τῶν δὲ κασιγνή〈την: Κλεοπάτρα Βορέου καὶ Ὠρειθυίας θυγάτηρ, ἀδελφὴ τῶν περὶ Ζήτην καὶ Κάλαϊν, ἣν ἔγημεν ὁ Φινεύς. γεγόνασι δὲ αὐτῶν παῖδες Παρθένιος καὶ Κάραμβις. 240 〈ἴσκεν:〉 ἔλεγεν. Lg
5241 πέρι δ’ αὖτε δύω: ἴσως διὰ τὴν συγγένειαν τοὺς Βορεά‐ δας πλέον οἰκτείρειν φησίν. 243 ἀσχαλόωντος: δυσφοροῦντος. LgP 244a 〈σμυγερώτερον:〉 ἐπιπονέστερον. Lg b στυγερὸν δὲ σημαίνει μὲν [καὶ] τὸ μισητόν, σημαίνει δὲ καὶ
10τὸ ἐπίφοβον· ἐνταῦθα δὲ ἴσως τὸ ἐπίπονον. P 246—47a ἦ ῥα θεοὺς ὀλο〈ῇσιν: ἆρα εἰς τοὺς θεοὺς ἠσέ‐ βησας καὶ ἥμαρτες κακοτροπίᾳ τινί; ἢ ἀτραπίῃσι, τουτέστιν ἐκτραπεὶς τῆς ὀρθῆς καὶ δικαίας ὁδοῦ· παρὰ τὴν ἀτραπόν, ἥ ἐστιν ὁδός. b ἀφραδίῃσι: γράφεται ἀτροπίῃσι. LgP
15c 〈μαντοσύνας δεδαώς:〉 ἀντὶ τοῦ παρὰ γνώμην τῶν θεῶν μαντευόμενος. Lg d τὸ δὲ δεδαὼς τὸ μαθεῖν μᾶλλον ἢ τὸ διδάσκειν σημαίνει. διὰ γοῦν τὸ μαθεῖν σε, φησί, τὴν μαντικὴν καὶ μαντεύεσθαι παρὰ τὴν τῶν θεῶν γνώμην ἥμαρτες εἰς τοὺς θεούς. P
20248—51a ἀτύζεται: φοβεῖται, καταπονεῖται. LgP b εἰ δὴ πρόχνυ γέ〈ρασ: εἴπερ ἡμῖν ταύτην τὴν τιμὴν παρέθετο τὸ δαιμόνιον, ὥστε σοι βοηθῆσαι. ὁ δὲ λόγος καθ’ ὑπέρ‐ βατον, ἵν’ ᾖ οὕτως· ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμέ‐ νοισι χραισμεῖν· ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἀθανά‐
25των ἐνιπα, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων.145

146

c ἡμεῖς δέ, εἰ ὄντως ἔχομεν παρὰ τοῦ δαιμονίου τὸ γέρας, δε‐ δοίκαμεν, μὴ ἄρα χαλεπήνῃ τὸ θεῖον. L d τὸ δὲ πρόχνυ τὸ ἀπαραιτήτως ἐνταῦθα σημαίνει. P e ἀρίζηλοι: μεγάλως ἔκδηλοι καὶ ἐναργεῖς αἱ τῶν θεῶν κο‐
5λάσεις εἰσίν. Lg(P) 252 〈ἔστ’ ἄν:〉 μέχρις ἄν. Lg 253a ἕκητι: χάριν. Lg(P) b θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι: ὅτι γὰρ τὸ τοῖς ἀσεβέσι βοηθεῖν εἰς τοὺς θεοὺς ἔχει ἀσέβειαν, καὶ Εὐριπίδης φησίν (Or. 534 sq.)·
10
‘ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
μὴ πρᾶσς’ ἐναντί’, ὠφελεῖν τοῦτον θέλων.‘ ἀσεβὴς γάρ τις εἶναι δοκεῖ παρ’ αὐτῷ ὁ Ὀρέστης. 254—55 κενεὰς γλήνας: τοὺς κενοὺς ὀφθαλμούς. Lg(P) 257 ἴστω Λητοῦς υἱός: τὸν ὅρκον εἴληφε παρὰ τοῦ ποιητοῦ
15(Α 86)· ‘μὰ γὰρ Ἀπόλλωνα διίφιλον‘. ἐπέβαλλε γὰρ μάντει εἰς πίστιν ἄγοντι τὸν προστάτην αὐτοῦ τῆς τέχνης ὀμνύειν θεόν. 259a καὶ τόδ’ ἐπ’ ὀφθαλμῶν ὀλοὸν νέφος: γράφεται καὶ ἀλαόν. κατηγοροῦσί τινες τοῦ Ἀπολλωνίου ὡς οὐκ εὖ τὸν ὅρκον τοῦτον εἰσαγηοχότος· ὀμνύει γὰρ καθ’ ὧν κινδυνεῦσαι οὐ δύναται.
20ῥητέον δέ, ὅτι ἐμπαθέστερος γίνεται ὁ ὅρκος, ὅταν τις κατὰ τῆς ἰδίας ὀμνύῃ συμφορᾶς (υ 339)·
‘οὐ μὰ Ζῆν’, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο‘. καὶ Δημοσθένης (De cor. 208)· ‘μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύ‐ σαντας καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένουσ‘. ἔθος οὖν ἀρχαῖον, πρῶτον
25τοὺς θεοὺς ὀμνύναι, εἶτα ἐπάγειν καὶ τὰς ἰδίας συμφοράς. b καὶ τόδ’ ἐπ’ ὀφθ〈αλμῶν〉 ἀλαὸν νέφος: [φησί·] τὸ τυφλὸν νέφος καὶ ἡ ἐπικειμένη μοι ἀχλύς. σύνηθες δὲ τὸ κατὰ τῶν ἰδίων συμφορῶν ὀμνύειν. 260 οἳ μηδ’ οἵδε: οἳ μηδὲ οὗτοι ὡς ἐπιόρκῳ εὐμενεῖς εἴησαν.
30παρὰ τὸ Ὁμηρικόν (Τ 264)·
‘εἰ δέ τι τῶνδ’ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν‘.
263a κουρότεροι: τὸ συγκριτικὸν ἀντὶ ἀπολελυμένου κεῖται146

147

τοῦ κοῦροι. καὶ ἡμεῖς πολλάκις λέγομεν ‘νεώτεροί εἰσιν‘ ἀντὶ τοῦ νέοι, καὶ παρὰ τῷ ποιητῇ (Ξ 137) ‘δεξιτερὴν ἕλε χεῖρα‘ ἀντὶ τοῦ δεξιάν. b πεπονήατο: πρὸς τὴν τῶν νέων σπουδὴν καὶ ταχύτητα τὸ 〈αἶψα〉 πεπονήατο, οἷον ἐνεργῶς ἐποίουν, ἡτοίμαζον.
5264—65a ἑλώριον δὲ ἀναίρεμα, ἅρπαγμα· ἢ βρῶμα. λοίσθιον δὲ ἔσχατον. τὸ δὲ ἐπεσσυμένας πρὸς τὴν ἀθρόαν πτῆσιν τῶν Ἁρπυιῶν εἴρηται. b 〈ἄμφω:〉 οἱ Βορεάδαι. Lg 267a 〈ἀδευκέες:〉 ἀπροσδόκητοι. Lg
10b ἀδευκέας δὲ ἢ ἀντὶ τοῦ ἀπροσδοκήτους ἢ ἀντὶ τοῦ πικράς· δεῦκος γὰρ τὸ γλυκύ. P 268—69a ἀπρόφατοι: ἀντὶ τοῦ ἀπροόρατοι, ἀπροφάσιστοι, οἷον ἄνευ προφάσεως καὶ ἐποχῆς καὶ ὑπερθέσεως, παρόσον τοῖς προ‐ φασιζομένοις παρέπεται ὑπέρθεσις.
15b κλαγγῇ μαιμώωσαι: ὥρμων μετὰ κλαγγῆς ἐπιθυμοῦσαι τῆς τροφῆς. τοῦτο δὲ ὡς ἐπὶ ὀρνέων ἁρπακτικῶν· καὶ γὰρ ἐκεῖνα πρὸ τῆς ἁρπαγῆς κλάζειν φιλεῖ. καὶ τὸ ἐσσεύοντο εἰς τὴν ἀθρόαν ἐπίπτησιν καὶ τὸ τάχος ἀναφέρεται. 271a καταβρώξασαι: καταφαγοῦσαι. Lg(P)
20b ὑπὲρ πόντοιο: ὅτι διὰ τοῦ Αἰγαίου πόντου καὶ τοῦ Σικελικοῦ αὐτὰς ἐδίωκον, Φερεκύδης ἐν ϛʹ (3 fg 28 J.) φησί. 274 φάσγαν’ ἐπισχόμενοι: τὰ ξίφη ἐν χεροῖν ἔχοντες παρα‐ πλησίως ἔτρεχον ὀπίσω αὐτῶν. L 275 ἀτὰρ Διὸς οὔ κεν ἑπ〈έσθην: οὐ γὰρ ἄν, φησί,
25χωρὶς τοῦ Διὸς ταῖς Ἁρπυίαις ἠκολούθησαν. 276—77a ἐπεὶ ζεφύροιο: ἤτοι ταχίονες τῶν πνοῶν τοῦ λιβὸς ἢ ἴσα ταῖς πνοαῖς ἔτρεχον, ὡς Ἡσίοδός (Th. 268) φησιν. ἐπεὶ πάντοτε αἱ Ἅρπυιαι καὶ τὰς τοῦ ζεφύρου ἀέλλας παρεπέτοντο, εἴ ποτε εἰς τὰ
τοῦ Φινέως ἔρχοιντο ἢ ἐκεῖθεν ὑπαναχωροῖεν.147

148

b αἱ τῶν ἀελλῶν συστροφαὶ πνοῶν εἰσι ταχύτεραι. συμβαίνει μὲν γὰρ τὴν πνοὴν παρατετάσθαι καὶ ἐμβραδύνειν, ἡ δὲ ἄελλα ταχυτέρα καὶ κουφοτέρα ἐστὶ τῆς πνοῆς. καὶ εὐλόγως· ταχύτατος γάρ ἐστιν ὁ ζέφυρος τῶν λοιπῶν ἀνέμων, ὡς καὶ Ὅμηρος (Τ 415 sq.)·
5
‘νῶι δὲ καί κεν ἅμα πνοιῇ ζεφύροιο θέοιμεν,
τόν περ ἐλαφρότατόν φας’ ἔμμεναι.‘ 279a ἠὲ πρόκας ἰχν〈εύοντεσ: ζῷόν τι ὅμοιον ἐλάφῳ, ὁ λεγόμενος νεβρός. Διονύσιος δέ φησιν ὁ Ἀθηναῖος ἐν ταῖς Κτίσεσι (fg 12 M. IV 395) τὰς ἐλάφους οὕτω λέγεσθαι, πρόκας· ὅθεν καὶ
10Προκόννησος, ἐπεὶ ἐν ταύτῃ πληθύουσιν ἔλαφοι. οἱ δὲ Προχόννησον λέγουσιν εἰρῆσθαι ἀπὸ τῆς προχόου, ἣν ἔχουσα τοῖς Μιλησίοις ἀπήντησεν ἡ Παρθένος, ὅτε τὴν ἀποικίαν ἐστέλλοντο. οἱ δὲ Προχώννησον ἐτυ‐ μολογοῦσιν, καθὸ πρότερον οὖσα νῆσος ὕστερον προσεχώσθη. ὑπό τινων δὲ 〈ἡ〉 Προκόννησος καὶ Ἐλαφόνησος ἐκλήθη. Φιλητᾶς (fg 48 Kuchenm.)
15δέ φησι πρόκας λέγεσθαι ἐλάφους τὰς πρώτως τικτομένας, οἷον πρωτο‐ τόκους.
b 〈ἰχνεύοντες:〉 ζητοῦντες. Lg148

149

280a 〈θείωσιν:〉 τρέχωσιν, ἐκ τοῦ θέω. Gm b τυτθὸν δὲ τιταινόμενοι: μικρὸν δὲ ἄποθεν μετὰ διαστά‐ σεως ἔτρεχον. 281 μάτην ἀράβη〈σαν: προσδοκῶντες ἀεὶ διὰ τὸ σφόδρα
5ἐγγὺς εἶναι καὶ δάκνειν καὶ ἐπιψαύειν [δοκεῖν]. 282—83a μάλα σχεδόν: πλησίον τῶν Ἁρπυιῶν ὁρμῶντες. Lg(P) b ἐπέχραον ἤλιθα χερ〈σί:〉 πολλάκις, φησίν, ἐθελήσαντες αὐτὰς πλῆξαι, μάτην ἐπήνεγκαν τὰς χεῖρας. c 〈ἤλιθα:〉 ματαίως, ἠλιθίως. Lg
10284 ἀέκητι: παρὰ γνώμην. Lg(P) 285 ἐπὶ Πλωτῇσι: ταῖς περιπλεομέναις καὶ βρεχομέναις παντα‐ χόθεν ὑπὸ τῶν κυμάτων· φησὶ δὲ τὰς Στροφάδας νήσους. καὶ ἄλλοι δὲ ποιηταὶ λέγουσι παρὰ τὰς Πλωτὰς καταληφθῆναι τὰς Ἁρπυίας, αἳ νῦν Στροφάδες καλοῦνται. εἰσὶ δὲ αἱ νῆσοι αὗται ἐν τῷ Σικελικῷ
15πελάγει. 〈...〉 ἃς ὁ ποιητής φησι (Β 677) ‘νήσους τε Καλυδνάσ‘. 286 εἰ μὴ ἄρ’ ὠκέα Ἶρις: ἄλλοι τὸν Ἑρμῆν φασιν. ἀστείως δὲ ταύτῃ τῇ θεῷ τὸ κωλῦσαι τοὺς Βορεάδας δίδωσιν, ἤτοι ὅτι ἄγγελος ἢ ὅτι τῶν Ἁρπυιῶν ἀδελφή. 292 ὀπιδνοτάτη: τιμία καὶ ἐπιστροφῆς ἀξία, παρὰ τὴν ὄπιδα
20καὶ ἐπιστροφήν, διὰ τὸ τιμωρεῖσθαι τοὺς ἐπιόρκους. ῥιγίστη δὲ φρικτή. 295 〈εἴξαντες:〉 πεισθέντες. Lg 296—97a Στροφάδας δέ: Στροφάδας φησὶ κεκλῆσθαι διὰ τὸ τοὺς Βορεάδας αὐτόθεν ὑποστρέψαι στραφέντας εἰς τοὐπίσω, λαβὼν
25παρὰ Ἀντιμάχου (fg 13 B. II 291). οἱ δὲ Στροφάδας φασὶν αὐτὰς
κεκλῆσθαι, καθὸ ἐπιστραφέντες αὐτόθι ηὔξαντο τῷ Διὶ 〈ἐπὶ τῷ〉 κατα‐149

150

λαβεῖν τὰς Ἁρπυίας. κατὰ δὲ Ἡσίοδον (fg 59 Rz.2) καὶ Ἀντίμαχον (v. supra) καὶ Ἀπολλώνιον οὐ κτείνονται. b πάρος Πλωτὰς καλέοντ〈εσ: αἱ Πλωταὶ νῆσοι μετω‐ νομάσθησαν Στροφάδες. μέμνηται αὐτῶν καὶ Ἀντίμαχος ἐν τῇ Λύδῃ
5(v. sch. a). 〈...〉. ὅτι δὲ ηὔξαντο οἱ περὶ Ζήτην τῷ Διὶ στραφέντες, λέγει καὶ Ἡσίοδος (fg 57 Rz.2
‘ἔνθ’ οἵ γ’ εὐχέσθην Αἰνηίῳ ὑψιμέδοντι.‘ ἔστι γὰρ Αἶνος ὄρος τῆς Κεφαλληνίας, ὅπου Αἰνησίου Διὸς ἱερόν ἐστιν, οὗ μνημονεύει Κλέων ἐν Περίπλῳ (M. IV 365) καὶ Τιμοσθένης ἐν τοῖς
10Λιμέσιν (fg 39 E. A. Wagner Die Erdbescbreibung des T., Diss. Lips. 1888, 72). Ἀπολλώνιος μὲν οὖν τὴν ἀποστρέψασαν τοὺς περὶ Ζήτην Ἶριν λέγει, Ἡσίοδος (fg 58 Rz.2) δὲ Ἑρμῆν. αἱ δὲ Πλωταὶ νῆσοι κεῖνται ἐν τῷ Σικελικῷ πελάγει. 299 κευθμῶνα Κρήτης: κοιλάδα τῆς Κρήτης κατέδυσαν.
15τοῦτο δέ φησι καὶ Νεοπτόλεμος. ὁ 〈δὲ〉 τὰ Ναυπακτικὰ ποιήσας (fg 3 Kink.) καὶ Φερεκύδης ἐν ϛʹ (3 fg 29 J.) φασὶν εἰς τὸ σπέος αὐτὰς φυγεῖν τῆς Κρήτης τὸ ὑπὸ τῷ λόφῳ τῷ Ἀργινοῦντι. 300 μεταχρονίη: μετέωρος. Lg(P) 301—02a 〈πινόεν:〉 ῥερυπωμένον. Lg
20b φοιβήσαντες: τὸ ῥυπαρὸν σῶμα καθάραντες. εἶπεν γάρ
(v. 200) ‘πίνῳ δέ οἱ αὐσταλέος χρώσ‘, ἀπεσκληρυμμένος τῷ ῥύπῳ150

151

ἐτύγχανε. φοιβήσαντες οὖν λαμπρύναντες, καθάραντες· φοῖβον γὰρ τὸ καθαρόν, ὅθεν καὶ Φοῖβος ὁ Ἀπόλλων, διὰ τὸ καθαρόν. c ἐπικριδόν: ἐπικρίναντες ἔθυον. Lg(P) 306 ἁρπαλέως: ἀδηφαγῶν ἤσθιεν, ἴσην ὀνείρου ἡδονὴν ἔχων,
5μὴ πιστεύων μηδὲ νῦν εἰ εὐωχεῖται δι’ ἃ πέπονθεν, ἀλλ’ ὥσπερ ὀνει‐ ράτια εἶναι δοκῶν. 308 ἐγρήσσειν τὸ ἐγρηγορεῖν, τὸ δὲ μένον ἀντὶ τοῦ προσ‐ εδέχοντο. P 310 πείρατα: ἃ δεῖ αὐτοὺς διαπερᾶσαι. ἄνυσιν δέ, ἀστείως
10καὶ καιρίως ταύτῃ τῇ λέξει ἐχρήσατο· ἀνύσαι γὰρ κυρίως τὸ μετὰ κα‐ μάτου τι ποιῆσαι, ὡς καὶ μέχρι 〈τοῦ〉 νῦν φαμεν. 311—12a κλῦτέ νυν: τὸ νὺν ἀντὶ τοῦ οὖν. διὰ δὲ τοῦ οὖν ὥσπερ ὀφειλομένην τὴν μαντείαν αὐτοῖς ἀποδίδωσι, λέγων· ‘ἐπακούσατε οὖν, ὥσπερ τὸ χρέος ἀπολαμβάνοντεσ‘.
15b 〈οὐ μὲν πάντα:〉 τοῦτο δέ φησιν, ἵνα μὴ ὕστερον ὀχλήσωσιν αὐτόν, τὸ ἀκριβὲς ζητοῦντες. καὶ δαιμονίως τούτου τὴν αἰτίαν τοῖς θεοῖς περιάπτει καὶ οὐχὶ ἑαυτῷ, λέγων· ὅσσα δ’ ὄρωρε θεοῖς φίλον οὐκ ἐπικεύσω. c ὄρωρε: ἀντὶ τοῦ ὑπάρχει. Lg (P)
20313 τὸ δὲ ἀασάμην ἀντὶ τοῦ ἐλύπησα κεῖται. ἀφραδίαν δέ φησι τὴν ἀβουλίαν. καὶ τὴν αἰτίαν ἐπάγει, δι’ ἣν ἐλύπησε τὸν Δία. P 314 χρείων ἑξείης: μαντευόμενος πᾶσιν ἐφεξῆς καὶ τελείως. παρατίθησι δὲ αὑτοῦ τὰς συμφορὰς, ἤδη δηλῶν, ὡς οὐκ ἀκριβῶς αὐτοῖς οὐδὲ ἄκρως μαντεύεται, εἴγε διὰ τοῦτο ἐβλάβη.
25315—16a ἐπιδευέα: μὴ τέλεια, ἀλλ’ ἔτι 〈τι〉 ἐνδέοντα λόγια τοῖς ἀνθρώποις ἐκφαίνειν, ἵνα καὶ τοῦ θείου χρείαν ἔχωσι. b 〈ἐπιδευέα:〉 ἐλλιπῆ. Gg
c θέσφατα δὲ μαντοσύνης τὰ θεσπίσματα τῆς μαντικῆς λέγει. P151

152

317—18a πέτρας μέν: περὶ τῶν Συμπληγάδων, ὅτι ἐπὶ τοῦ Ποντικοῦ στόματος ἦσαν καὶ ὅτι Κυάνεαι ἐκαλοῦντο διὰ τὸ χρῶμα, ἐν τῷ αʹ (v. 2 sq.) εἴρηται. ὁ δὲ διὰ πάντων καὶ ἐκ πρώτης ἀκοῆς δε‐ δίσσεται τοὺς ἥρωας, διά τε τῆς παλιρροίας τῶν πετρῶν καὶ διὰ τοῦ
5ἐν θαλάσσῃ στενοῦ, ὅπερ καὶ ἐπὶ γῆς ἄγαν κινδυνῶδες καὶ φοβερόν ἐστιν. L b ἁλὸς ἐν ξυνοχῇσι: ὅπου στενοῦται ἡ θάλασσα. λέγει δὲ ἐπὶ τοῦ στόματος τοῦ Πόντου. Lg(P) 319 διαμπερὲς ἐξαλ〈έασθαι:〉 τοῦτό φησιν, ἐπεὶ οὐδεὶς
10οὐδέποτε ἀβλαβὴς τελέως ἐξέφυγεν, ὥστε οὐδὲ ἂν ἡ Ἀργὼ καίτοι Ἥρας προνοουμένης. 320a τὸ μὲν οὖν ἐρηρεῖσθαι τὸ ἐρριζῶσθαι σημαίνει. P b νεάτῃσιν: ταῖς εἰς βάθος οὔσαις. Lg(P) 321 ἀλλὰ θαμὰ ξυνί〈ασιν:〉 διὰ πάντων τὸ δεινὸν τοῦ
15λόγου ἐπαίρει, διά τε τοῦ μὴ ἁπλῶς συνιέναι ἀλλὰ συνεχῶς, καὶ διὰ τοῦ ἐναντίαι. εἰ μὲν γὰρ ἐκ τῶν πλαγίων ἑαυταῖς συνήρχοντο, τάχα ἄν πως δυνατὸν ἦν ὑποτηρήσαντα τὴν σύνοδον ἐκφυγεῖν· εἰ δὲ ἐξ ἐν‐ αντίας συνέρχονται, ἄντικρυς καὶ ὡμολογημένος ὁ κίνδυνος. δεινοποιεῖ δὲ καὶ τῇ ἀκοῇ ἐκπλήττει τοὺς ἥρωας, ἐπεὶ μεγάλας ἔσχε παρ’ αὐτῶν
20τὰς εὐεργεσίας, ἵνα καὶ αὐτὸς μεγάλα αὐτοῖς καὶ δεινὰ προμηνύων ὥσπερ ἴσος ἀντευεργέτης ὀφθῇ. 322—23a κορθύεται: βρασσόμενον ὑπὲρ αὐτῶν τὸ ὕδωρ διι‐ κνεῖται. στρηνὲς δέ ἐστι τὸ ἀνατεταμένον καὶ μέγα καὶ ὀξὺ καὶ διά‐ τορον.
25b 〈κορθύεται βρασσόμενον:〉 ἠχεῖται. Sm c βρασσόμενον δὲ ἀντὶ τοῦ μετὰ ἤχου καὶ ταραχῆς αἰρό‐ μενον. P d στρηνές: σκληρόν. LgP
e στυφελὴ δὲ ἡ τραχώδης ἀκτή. P152

153

324 τῷ νῦν ἡμετέ〈ρῃσι:〉 διὸ νῦν, ἐπεὶ μέγας καὶ πολὺς ὁ κίνδυνος. παραιφασίῃσι δὲ παραινέσεσιν, ὑποθήκαις. 325 τὸ δὲ ἀλέγειν ἀντὶ τοῦ φροντίζειν. P 326a πείρειν δὲ ἐνταῦθα μὲν τὸ διαπλέειν καὶ διαπερᾶν, ὡς
5τό ‘ἀλεγεινά τε κύματα πείρων‘ (Hom.), ἀλλαχοῦ δὲ καὶ τὸ διατρυπᾶν· ‘σπλάγχνα δ’ ἄρ’ ἀμπείραντεσ‘ (Β 426). P b αὐτάγρετον: αὐθαίρετον. LgP 327 τὸ δὲ θύνειν τὸ ὁρμᾶν σημαίνει. οἱ δὲ ἰθύνειν γρά‐ φοντες ἁμαρτάνουσιν. P
10328—29a οἰωνῷ δὴ πρό〈σθε: τὸ ἑξῆς· οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσεσθε ἐφιέμενοι. πελειὰς δὲ εἶδος περιστερᾶς, ὡς καὶ Ἀριστοτέλης (Hist. an. V 13, 544b 1) φησίν. ὅτι δὲ ἐχρήσαντο περιστερᾷ πλεῖν μέλλοντες, καὶ Ἀσκληπιάδης ἐν Τραγῳδου‐ μένοις (12 fg 2 b J.) φησίν.
15b τὸ δὲ πρόσθε τὸ πρότερον δηλοῖ, τὸ δὲ ἀποπρὸ τὸ μα‐ κράν. τὸ δὲ ἐφιέναι ἐνταῦθα μὲν τὸ ἐνδιδόναι σημαίνει, ἔστι δ’ ὅτε τὸ ἐντέλλεσθαι καὶ ἐπιτρέπειν, παρὰ δὲ τοῖς ῥήτορσιν ἰδίως τὸ ἀπὸ δικαστηρίου εἰς δικαστήριον μεταβαίνειν, καὶ ἔφεσις ἡ μετάβασις. Λου‐ κιανός (Prom. 4)· ‘ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία ἔσται‘. ἐφίεμαι δὲ τὸ
20ἐπιθυμῶ. ὁ δὲ νοῦς· πρότερον δὲ πειράσασθαι ἐφιέναι οἰωνῷ πελειάδι, ὥστε πέτεσθαι δηλαδή, μεθέντες αὐτὴν ἀποπρὸ καὶ μακρὰν τῆς νεώς. P 330a σόη: ἀβλαβής. LgP b δίηται: διωχθείη καὶ πετασθείη ἡ ὄρνις. LgP 332 ἀλλ’ εὖ καρτύναντες: ἀσφαλισάμενοι καὶ κρατύναντες.
25Δωρικὸν δέ ἐστι τὸ κατ’ ἐναλλαγὴν στοιχείων διαλέγεσθαι, ὡς καὶ κρα‐ δίαν καὶ κάρτος λέγουσι. 333—34a ἐπεὶ φάος οὐ νύ τι τόσσον: ἡ διάνοια 〈ἡ〉 αὐτὴ
γέγονε παρὰ τὴν ἐν ἄλλοις λεχθεῖσαν (I 870 sq.)·153

154

‘οὐδέ τι κῶας
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.‘ b 〈φάος:〉 ζωή. Sm 335 ὀνήιστον: ὠφελιμώτατον πονεῖτε καὶ πράττετε. λέγει δὲ
5τὸ κωπηλατεῖν. 336 πρὶν δ’ οὔτι θεούς: πρὸ δὲ τοῦ εἰς τὸν πορθμὸν ἐλθεῖν οὐ κωλύω ὑμᾶς τοὺς θεοὺς ἐπικαλεῖσθαι βοηθούς. 341 ὦ μέλεοι: τοῦτό φησιν ὡς τῶν ἡρώων μέγα φρονούντων ἐπὶ τῇ κατασκευῇ τῆς Ἀργοῦς διά τε τὸ τῶν ξύλων μέγεθος καὶ τὴν
10κατασκευάσασαν Ἀθηνᾶς τέχνην. 342—44a εἰ κέ με τρὶς τόσσον: διὰ τούτου μάλιστα, ὥσπερ ἐκ θεῶν τὸ κώλυμα τῆς ὁδοῦ λέγων εἶναι, πείθει αὐτοὺς ἐπαναχωρεῖν, ἐάν τι φαῦλον συμβῇ τῇ ὄρνιθι. τοῦτο δέ φησιν, ἐπεὶ τοὺς παρὰ τῶν ἀδίκων λόγους ὡς ἀπίστους καὶ ἀπληρώτους λαμβάνομεν διὰ τὸ ἀσεβὲς
15αὐτῶν. φησὶν οὖν· εἰ καὶ τρὶς τοσοῦτον ἢ καὶ πλέον ὑπονοεῖτέ με μισεῖσθαι ὑπὸ τῶν θεῶν ὅσον ἀληθῶς μισοῦμαι, μὴ τολμήσητε χωρὶς οἰωνοῦ περᾶν. b τὸ δὲ ἀνάρσιος σημαίνει μὲν τὸν ἀνάρμοστον, σημαίνει δὲ καὶ τὸν ἐχθρόν· οἱ γὰρ ἐχθροὶ ἀλλήλοις οὐ συμβαίνουσι. P
20c τὸ δὲ πάρεξ βαρυτόνως ἀντὶ τοῦ χωρίς. 345 καὶ τὰ μὲν ὥς κε πέλ〈ῃ: καὶ ταῦτα μὲν οὕτως ἂν γένοιτο, καθὼς καὶ ἔσται καὶ εἵμαρται. L 346 σύνδρομα πετράων: τὴν σύνοδον. διὰ δὲ τούτου πάλιν αἰνίττεται μᾶλλον, ὡς οὐ ῥᾳδία αὐτοῖς οὐδὲ ἀκίνδυνος ἡ ἔξοδος.
25347—49a αὐτίκα Βιθ〈υνῶν: μετὰ γὰρ τὴν Φινέως νῆσον ἐπὶ τὰ δεξιὰ μέρη ἐστὶ Βιθυνία παρὰ τὸν Βόσπορον. ταχέως ἄρα ἐκ‐ πλεύσαντι τὸ στόμα τοῦ Πόντου ἡ ἑτέρα πλευρὰ τῆς Βιθυνίας· ἡ γὰρ
Βιθυνία, ὡς προείρηται, περὶ τὸν Βόσπορόν ἐστιν ἐν δεξιᾷ, ἐν ἀριστερᾷ154

155

δὲ Σαλμυδησσὸς Θρᾳκῶν ἀγρίων. ὠνομάσθη δὲ Σαλμυδησσὸς ἀπὸ τοῦ συρρέοντος εἰς αὐτὸν ποταμοῦ. b πλώετε ῥηγμῖνας: ἐχόμενοι τῆς Βιθυνίας πλεῖτε πρὸς τὰ δεξιά, φυλαττόμενοι τὰς ἐκ τοῦ ἀριστεροῦ μέρους ῥηγμῖνας—λέγοι δ’
5ἂν τοῦ Σαλμυδησσοῦ, ἐπειδὴ οἱ περὶ τὸν Σαλμυδησσὸν κατοικοῦντες Θρᾷκες ἐπιτιθέμενοι διήρπαζον τοὺς παραπλέοντας. c Ῥήβας δὲ ποταμὸς Βιθυνίας. d Μέλαιναν: ἄκρα οὕτως καλουμένη. Lg (P) 351—52a κεῖθεν δ’ οὐ μάλα: ἐκ τῆς Θυνιάδος νήσου πλεύ‐
10σαντες οὐ πολὺ ἐπὶ τὸ πέραν εἰς τὴν Μαριανδυνῶν ἥξετε γῆν. τὴν δὲ Μαριανδυνῶν 〈γῆν〉 σὺν Γνησιόχῳ τῷ Μεγαρεῖ Βοιωτοὶ κατέσχον, ὡς Ἔφορος (70 fg 44 b J.) ἱστορεῖ. παραρρεῖ δὲ αὐτὴν ὁ Ἀχέρων ποταμός. Ἀχέρων δὲ παρὰ τὰ ἄχεα εἴρηται. b τὸ δὲ ἀντιπέραιαν πρὸς τὴν νῆσον· ἀντιπέραν γὰρ τῆς
15νήσου κεῖται ἡ Μαριανδυνία. P 353—56a ἔνθα μὲν εἰς Ἀίδα〈ο: κατὰ τὸν ἐν τῇ Μαριαν‐ δυνίᾳ Ἀχέροντα ὡς ἐπὶ τὸν τοῦ Ἅιδου ποταμὸν καταβατή τις ἔστιν ὁδός. ὁ δὲ ῥεῖθρα σφοδρὰ ἔχων διατέμνει αὐτήν—τὴν Μαριανδυνίαν —, κάτωθεν ῥέων, καὶ εἰς †ἄκραν αὐτὴν† ἔκ τινος φάραγγος ῥέων τὰ
20ῥεύματα εἰσβάλλει.
b ἀκτή τε προβλής: ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον155

156

καλοῦσιν οἱ ἐγχώριοι. Ἡρόδωρος (31 fg 31 J.) δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ (fg 35 Scheidw.) ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους καὶ ἐμέσαι χολήν, ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ἄνδρων δὲ ὁ Τήιος ἐν τῷ Περίπλῳ (fg 1 M. II 348)
5φησὶν Ἀχέροντά τινα βασιλεῦσαι τῶν τόπων, οὗ θυγατέρα γενέσθαι Δαρδανίδα· ταύτην δὲ Ἡρακλέους πλησιάσαντος ἐσχηκέναι υἱὸν Ποιμένα λεγόμενον· ἀποθανόντων δὲ κατὰ τὸν αὐτὸν χρόνον τῆς τε Δαρδανίδος καὶ τοῦ υἱοῦ αὐτῆς Ποιμένος, τοὺς τόπους ἀπ’ αὐτῶν κληθῆναι κατὰ τὴν Ἡράκλειαν Δαρδανίδα τε καὶ Ποιμένα.
10c ὑψόθι δὲ τείνειν αὐτήν φησι, τουτέστι ὑψηλή ἐστιν. P d δινήεις τ’ Ἀχέρων: καὶ ὁ Ἀχέρων ποταμὸς εἰς θάλασσαν ῥεῖ διὰ μεγάλης φάραγγος, τέμνων τὴν Ἀχερουσίαν ἄκραν. παρὰ γὰρ τὴν Ἡράκλειαν τὴν ἐν Μαριανδυνοῖς Ἀχέρων τις ἔστι 〈ποταμὸσ〉 καὶ στόμιον σπηλῶδες. φάραγγος δὲ τῆς τοῦ ὄρους τραχύτητος καὶ ὀρεινῆς
15κοιλάδος· φάραγξ γὰρ ἡ ὀρεινὴ κοιλάς. 357—59a ἀγχίμολον δ’ ἐπὶ τῇ: ἐπὶ τῇ Μαριανδυνῶν χώρᾳ. τὸ δὲ ἑξῆς· ἐπὶ δὲ τῇ Μαριανδυνῶν γῇ ἐκ τοῦ σύνεγγυς παραπλέετε τὰ τῶν Παφλαγόνων ὄρη. b κολωνούς: ὄρη. Lg(P)
20c τοῖσίν τ’ Ἐνετή〈ιοσ: ἀπὸ Ἐνέτης πόλεως Παφλαγόνων.
Ὅμηρος (Β 852)· ‘ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένοσ‘. τούτους δὲ Καύκωνας156

157

ἐκάλουν πρὸ τῶν Τρωικῶν. τὸν δὲ Πέλοπα Παφλαγόνα τὸ γένος εἶπεν, ἄλλοι δὲ Λυδὸν αὐτὸν ἱστοροῦσιν: ὁ δὲ Εὐφορίων (fg 135 Scheidw.) ἀμφοτέραις ταῖς δόξαις συντίθεται. d. 〈μενεδήιος:〉 γράφεται Ἐνετήιος. LgGm
5e. τὸ δέ τοῦ καί περ ἀφ’ αἵματος εὐχετόωνται περισσὸν ἔχει τὸν περ· ἀπὸ τοῦ Πέλοπος γὰρ ἔλεγον κατάγεσθαι οἱ Παφλαγόνες. P 360—63a ἔστι δέ τις ἄκρη Ἑλ〈ίκησ: ὅτι ἡ Κάραμβις ἄκρα ὑψηλή τε καὶ καταρρὼξ τῆς Παφλαγονίας καὶ εἰς τὸ πέλαγος τείνει πρὸς ἄρκτον, μνημονεύει καὶ Ἔφορος ἐν δʹ (70 fg 41 J.). ὁ δὲ
10νοῦς· ἔστι δέ τις ἄκρα καὶ ἐξοχὴ ὑψηλὴ εἰς τὸ πέλαγος τείνουσα, κατε‐ ναντίον τῆς Ἑλίκης Ἄρκτου κειμένη, ὑφ’ ἧς καὶ αἱ τοῦ Βορέου ἄελλαι περισχίζονται, τουτέστιν αἱ πνοαί. ἔστι δὲ ὑπέρβατον, καὶ ἡ ὑπὲρ ἀντὶ τῆς ὑπό· ὑφ’ ἧς καὶ αἱ τοῦ Βορέου πνοαὶ σχίζονται. b ἴσως δὲ βέλτιον λαμβάνειν τὴν ὑπὲρ 〈ἀντὶ τοῦ ἐπάνω· ὑπὲρ〉
15τῆς Καράμβιδος καὶ αἱ πνοαὶ τοῦ Βορέου σχίζονται ἤτοι διαλύονται. εἰ γὰρ ἐν ταῖς κορυφαῖς τῶν ὑψηλῶν ὀρέων νηνεμία ἐστίν, ὡς οἱ φυσιο‐ λόγοι ἀξιοῦσι, πολλῷ μᾶλλον ὑπὲρ ἐκείνας. διὸ καὶ ἐπάγει· οὕτως ἀνὰ τὸ πέλαγος τετραμμένη τῷ αἰθέρι κύρει καὶ προσπελάζει. P c 〈αἰθέρι κύρει:〉 ἡ Κάραμβις τῷ αἰθέρι προσεγγίζει. Lg
20364 〈τὴν δὲ περιγνάμψαντι:〉 τὴν Κάραμβιν δηλονότι κάμψαντι. Lg
366a Ἅλυος ποταμοῖο: Ἅλυς ποταμὸς Παφλαγονίας, ὃν157

158

φυλάττεσθαι ὁ Πύθιος τῷ Λυδῶν βασιλεῖ Κροίσῳ εἶπεν (96 Hendess Orac. gr. 1877, 61
‘Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει‘. ἔστι δὲ μεταξὺ Σύρων τῶν ἐν τῷ Πόντῳ καὶ Παφλαγόνων εἰς τὸν
5Πόντον ἐκδιδούς. b Ἅλυος: ποταμὸς Παφλαγονίας περὶ Σινώπην ἐκβάλλων. Lg(P) 367—68a ἐρεύγονται: ἠχοῦσι, ῥέουσι μετὰ ἤχου. Lg(P) b μετὰ τόνδ’ ἀγχίρρ〈ο〉ος Ἶρις: μετὰ δὲ τὸν Ἅλυν πλη‐ σίον ῥεῖ ὁ Ἶρις, ἐλάττων ὢν τοῦ Ἅλυος κατὰ τὸ μέγεθος. λευκῇσι δὲ
10ἀντὶ τοῦ καθαραῖς. c 〈Ἶρις:〉 ποταμὸς Παφλαγονίας. Lg 369—72a κεῖθεν δὲ προτ〈έρωσε: ἐκεῖθεν δὲ προελθοῦσιν ἀκτήν τινα εἶναί φησιν ἐκκειμένην εἰς θάλασσαν· κάμψαντι δὲ αὐτὴν κόλπον εἶναι, εἰς ὃν καταφέρεσθαί φησι τὸν Θερμώδοντα ὑπὸ τὴν Θε‐
15μισκύρειον ἄκραν, ἔνθα ᾤκησαν αἱ Ἀμαζόνες. b ὑπείροχος: ὑπερέχων, ὑψηλός. Lg(P) c 〈Θερμώδοντος:〉 ποταμὸς Παφλαγόνων. Lg d μύρεται: ἀντὶ τοῦ ἐκρεῖ. συναπτέον δὲ οὕτω· τὸ στόμα Θερμώδοντος κόλπῳ μύρεται. διαειμένος δὲ κατὰ ἀντιστροφὴν δια‐
20φερόμενος, μεθ’ ὁρμῆς ῥέων, οἷον· διὰ πολλῆς γῆς ῥέων ὁ ποταμὸς ὁ Θερμώδων κατὰ τὴν Θεμισκύρειον ἄκραν εἰς κόλπον εὐδινὸν ἐκρέει. 373—76a ἔνθα δὲ Δοίαντος πεδ〈ίον: Δοίας καὶ Ἄκμων
ἀδελφοί· τίνος δὲ πατρός, οὐ φέρεται, ὥς φησι φερεκύδης (3 fg 15 b J.).158

159

πλησίον δέ, φησί, τοῦ Δοίαντος πεδίου εἰσὶ τρεῖς πόλεις, ἔνθα κατῴκουν αἱ Ἀμαζόνες, Λυκαστία, Θεμίσκυρα καὶ Χαδησία. οἱ δὲ Χάλυβες ἔθνος Σκυθικὸν μετὰ τὸν Θερμώδοντα, οἳ μέταλλα σιδήρου εὑρόντες μοχθοῦσι περὶ τὴν ἐργασίαν. ἐκλήθησαν δὲ Χάλυβες ἀπὸ Χάλυβος τοῦ Ἄρεως
5υἱοῦ. μέμνηται αὐτῶν καὶ Καλλίμαχος (fg 35c Schn. = Pap. Soc. Ital. 1092, 48 sq.)·
‘Χαλύβων ὡς ἀπόλοιτο γένος,
γειόθεν ἀντέλλοντα κακὸν φυτὸν οἵ μιν ἔφηναν.‘ b σμυγερώτατοι: ἐπιπονέστατοι. LgP
10c 〈ἐργατίναι:〉 μοχθηροί. Lg 377—80 Γενηταίην ὑπὲρ ἄκρην: Γενηταία ἄκρα, κυρίως οὕτω λεγομένη ἀπὸ Γένητος ποταμοῦ, ἔνθα Διὸς Ξενίου ἱερόν ἐστι. καὶ Τιβαρηνοὶ ἔθνος Σκυθικὸν πλησιόχωρον Χαλύβων. Μοσσύ‐ νοικοι δὲ ἔθνος καὶ αὐτὸ 〈Σκυθικόν〉, ἀπὸ τῆς διαγωγῆς τὴν προση‐
15γορίαν ἐσχηκός. μόσσυνοι γὰρ οἱ ξύλινοι οἶκοι λέγονται, οἷς [καὶ αὐτοὶ] ἐχρῶντο· ὅπερ καὶ αὐτὸς αἰνιττόμενος ὑλήεσσαν γῆν αὐτοὺς οἰκεῖν ἔφη. ἀπὸ γοῦν τοῦ μόσσυνος, ὃ λέγεται ὁ ξύλινος οἶκος, ἐκλήθησαν Μοσσύνοικοι. [382]. κάλινα: ξύλινα. Lg(P)
20382—85a λισσῇ ἐπικέλσετε νήσῳ: τῇ τραχείᾳ καὶ ὑψηλῇ. ἡ δὲ νῆσος καλεῖται Ἀρητιάς. ἐν δὲ ταύτῃ τῇ νήσῳ αἱ Στυμφαλίδες ἦσαν ὄρνιθες, ἀπὸ Στυμφάλου τῆς Ἀρκαδίας πόλεως ὑπὸ Ἡρακλέους διωχθεῖσαι. ἐν ταύτῃ οὖν τῇ νήσῳ, φησί, παντοίᾳ σπουδῇ κατάχθητε·
ἐκεῖ γὰρ ὑμῖν ἐπιφανήσεταί τις ὠφέλεια.159

160

λισσὴ δὲ ἀντὶ τοῦ ὁμαλή. Ἀμερίας δὲ ἐν Γλώσσαις λισσὸν τὸ ὑψηλὸν ἀποδίδωσιν. ὅτι δὲ ἡ νῆσος αὕτη ὄρνιθας ἔχει τοξευούσας τοῖς πτεροῖς ὡς βέλεσιν, ἱστορεῖ καὶ Εὐριπίδης ἐν Φρίξῳ (fg 838 N.2). b 〈ἀπειρέσιοι:〉 πολλοί. Lg
5c ἐφέπουσιν: διατρίβουσιν. LgP 387a Ὀτρηρὴ καὶ Ἀντιόπη: Ἀμαζόνων αὗται βασίλει. b 〈στρατόωντο: ...〉 ποίαν δὲ στρατιάν, οὐδεὶς ἐδήλωσεν. 388—91a ἔνθα γὰρ ὔμμιν: ἐνταῦθα γάρ, ἐν τῇ Ἀρητιάδι νήσῳ, ὑμῖν ὄφελος ἐκ τῆς θαλάσσης ἥξει ἄρρητον, δηλονότι διὰ τὸ
10ναυάγιον. λέγει δὲ τοὺς Φρίξου καὶ Χαλκιόπης τῆς Αἰήτου θυγατρὸς παῖδας, οἵτινες ἐπὶ τὴν Ἑλλάδα στελλόμενοι διὰ τὸν Ἀθάμαντος κλῆρον, ἐν ταύτῃ τῇ νήσῳ ναυαγήσαντες ἔτυχον ἐπιμελείας παρὰ τῶν ἡρώων καὶ ὁδηγοὶ αὐτοῖς εἰς τὴν Σκυθίαν ἐγένοντο. εἰσὶ δὲ οὗτοι Ἄργος, Μέλας, Κυτίσωρος, Φρόντις.
15b 〈ἀδευκέος:〉 τῆς ἀπροσδοκήτου, ἀντὶ τοῦ τῆς παρ’ ἐλπίδας ὑμῖν φανείσης. Lm c ἀδευκῆ δέ φησι τὴν θάλασσαν, ἤγουν πικράν· δεῦκος γὰρ τὸ γλυκύ. ἄρρητον δέ φησι τὸ ὄνειαρ διὰ τὸ ἀπροσδόκητον τοῦ ναυαγίου. P
20d τῷ κέ τε φίλα φρο〈νέων: διό, ἐπεὶ ὠφελήσει ὑμᾶς, εὐνοῶν ὑμῖν κελεύω κατέχειν. e 〈ἀλλὰ τίη με:〉 ταῦτά φησιν, ἐπεὶ ἔλαθεν ἑαυτὸν τὰ πάντα μέλλων λέγειν—τίνες τε εἴησαν οἱ συντευξόμενοι καὶ ὅπερ αὐτοῖς
ποιήσουσιν—καὶ παρεκβαίνειν τῶν προαπαγγελθέντων αὐτῷ· ἔφη160

161

γὰρ (v. 311 sqq.) τὰ πάντα ἀκριβῶς μὴ εἰπεῖν διὰ τὸ μὴ προσκροῦσαι τοῖς θεοῖς πάλιν. διὸ ἑαυτοῦ ἐπιλαμβάνεται. f 〈ἀλιτέσθαι:〉 ἁμαρτεῖν. Lg g 〈διηνεκέως:〉 καθόλου. Lg
5392—94a νήσου δὲ προτέρω〈σε: μετὰ δὲ τὴν νῆσον καὶ τὴν περαίαν γῆν οἰκοῦσιν οἱ Φίλυρες. ὑπεράνω δὲ τῶν Φιλύρων καὶ ἔμπροσθέν εἰσιν οἱ Μάκρωνες, ἔθνος Σκυθικὸν 〈ἢ〉 ἄποικον τῶν Εὐβοέων· ἡ γὰρ Εὔβοια καὶ Μάκρις ἐκαλεῖτο διὰ τὴν θέσιν. b νήσου δὲ προτέ〈ρωσε: τῆς δὲ νήσου τῆς Ἀρητιάδος
10ἔμπροσθεν καὶ τῆς κατὰ τὸ ἐναντίον γῆς οἰκοῦσι Φίλυρες, οἳ ἐκλή‐ θησαν ἀπὸ Φιλύρας τῆς Ὠκεανοῦ θυγατρός, γαμετῆς δὲ Κρόνου, μητρὸς δὲ Χείρωνος, ἐνταῦθα διατριψάσης. ἢ οὕτως· μετὰ δὲ τὴν νῆσον 〈καὶ〉 τὴν περαίαν γῆν νέμονται Φίλυρες.
15c περιώσια: πολλά. φησὶ δὲ τοῦτο διὰ τὸ εἰς πολλὴν χώραν διεσπάρθαι αὐτούς. d. 〈φῦλα Βεχείρων κτλ.:〉 ἔθνη Σκυθικά. LgP 395 ἑξείης δὲ Σάπειρες 〈ἐπὶ σφίσι: ἐπὶ τοῖς Βεχείροις. Σάπειρες δὲ ἔθνος Σκυθικὸν οὕτω κληθὲν διὰ τὸ πολλὴν παρ’ αὐτοῖς
20γίνεσθαι τὴν σαπφειρίνην λίθον. 396a 〈Βύζηρες:〉 ἔθνος Σκυθικόν. Lg b ὁμώλακες: ὅμουροι. ὤλακα γὰρ τὴν αὔλακα Δωρικῶς· καὶ Ὅμηρος (Ν 707) ‘ἱεμένω κατὰ ὦλκα‘. 397—98a ἀρήιοι: ἤτοι οἱ κατὰ φύσιν πολεμικοὶ ἢ οἱ τῷ Ἄρει
25φίλοι καὶ ἱεροί. Lm(P)161

162

b ἀλλ’ ἐνὶ νηὶ πείρε〈θ: ἀλλὰ πλεῖτε, φησίν, ἕως ἂν εἰς τὸ μυχώτατον τῆς θαλάσσης ἀφίκησθε. μετὰ γὰρ τὴν Σκυθίαν ἐστὶ τὸ τέλος τῆς θαλάσσης διὰ τὸ διαδέχεσθαι τὴν Μαιώτιδα λίμνην, μεθ’ ἣν ὁ Ἀρκτικός ἐστιν ὠκεανός. L
5c ἀλλὰ πείρετε, φησίν, καὶ πλέετε, ἤγουν ἕως ἂν τῇ μυχάτῃ καὶ ἐσχάτῃ θαλάσσῃ ἐγχρίμψητε, δηλονότι μέχρις ἂν εἰς τὸν μυχὸν ἀφίκησθε τοῦ Εὐξείνου πόντου· ἐνταῦθα γὰρ καὶ ἡ Σκυθία τε‐ λευτᾷ. καὶ τὴν μὲν Σκυθίαν διαδέχεται ἡ Σαρματία, τὸν δὲ Εὔξεινον ἡ Μαιῶτις· περιοικοῦσι δὲ τὴν Μαιῶτιν οἱ Σαρμάται, ὑπὲρ δὲ τοὺς
10Σαρμάτας ὁ Σαρματικός ἐστι καὶ Ἀρκτικὸς ὠκεανός. P 399—401a Κυταΐδος: Κολχικῆς· Κύταια γὰρ πόλις Κολχίδος.
ἔστι δὲ καὶ ἑτέρα Κύταια, πόλις τῆς Εὐρώπης, ὁμώνυμος τῇ Σκυθικῇ,162

163

κατὰ τὸν εἴσπλουν τοῦ Εὐξείνου· ἐκεῖθεν δὲ τὴν ἀρχὴν λαμβάνει. λέ‐ γεται δὲ οὕτως ὀνοματικῶς, ὅθεν Κυταΐδα τὴν Μήδειαν προσαγορεύουσιν. Ἀμαραντῶν δὲ περισπωμένως, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ Καθόλου (I 222, 17 L.). ἔστι δὲ Ἀμαραντὸς πόλις ἐν Πόντῳ· ὡς δὲ
5αὐτός φησιν, 〈Ἀμαραντὰ〉 ὄρη τῆς Κολχίδος, ἐξ ὧν ὁ Φᾶσις ποταμὸς καταφέρεται. ὅπερ ἀγνοήσας Ἡγέστρατος ὁ Ἐφέσιος Ἀμαραντίους ἀπέδωκε λειμῶνας τοῦ Φάσιδος διὰ τὸ εὐθαλεῖς εἶναι καὶ ἀμαράντους. ὅτι δὲ τὰ Ἀμαραντὰ ὄρη ἐστὶ Κόλχων, ἱστορεῖ Κτησίας ἐν βʹ (fg 94 M. Herod. rec. Dind. 1844, App. 106). ὁ δὲ Φᾶσις φέρεται μὲν ἀπὸ
10τῶν Ἀρμενίας ὀρῶν, ὥς φησιν Ἐρατοσθένης (fg III B 75 Berger), ἐκδίδωσι δὲ κατὰ Κόλχους εἰς θάλασσαν. Κίρκαιον δὲ τόπος ἐστὶ τῆς Κολχίδος, ἀπὸ Κίρκης τῆς Αἰήτου ἀδελφῆς, ἢ πεδίον. οὐ δύναται δὲ ἀπὸ τῆς ἑτέρας Κίρκης ὠνομάσθαι. ἐγένοντο γὰρ Κίρκαι δύο, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν. καὶ Τίμαιος
15(fg 9 M. I 195) δέ φησι πεδίον ἐν Κόλχοις εἶναι Κίρκαιον. b Κιρκαίοιο: προπαροξύνεται Κίρκαιον. Lg(P)
404—05a ἄλσος τε σκιόειν: ἀντὶ τοῦ σκιόεν. ὁ δὲ Ἑλλάνικος163

164

(4 fg 129 J.) ἐν τῷ ἱερῷ τοῦ Διός φησι κεῖσθαι τὸ δέρας. τοῦ δὲ ἐν Κόλχοις λεγομένου Ἀρείου πεδίου καὶ τοῦ αὐτόθι Ἄρεως τεμένους μέμνηνται πολλοί. φησὶ δέ, ὅτι τὸ χρυσοῦν δέρας ἀνάκειται ἐν τῷ τοῦ Ἄρεως ἄλσει ἐπί τινος φηγοῦ, φυλασσόμενον ὑπὸ δράκοντος τεραστίου
5τὸ μέγεθος. τὸ δὲ σκιόειν ἀντὶ τοῦ σκιόεν κατὰ Ἰωνικὴν πρόσθεσιν τοῦ ι. b 〈τέρας:〉 ἀντὶ τοῦ θαῦμα. Lg 409 ἀμφασίῃ βεβολημένοι: οἷον ὑπὸ ἀφασίας ἐκπεπλη‐ γμένοι. Lg P
10413—18a ἀσπαστῶς κεν παρὰ σέο: ἡδέως ἂν παρὰ σοῦ μάθοιμι, εἰ καὶ ὑποστρέψαντες ἐκ Κόλχων ἐκφευξόμεθα. b δύο δὲ μάλιστα ἐφίεται ὁ Ἰάσων μαθεῖν παρὰ τοῦ Φινέως· ἓν μέν, πῶς ἂν αὖθις κατὰ τὴν ὑποστροφὴν διαπλεύσαι τὰς Συμπληγάδας· δεύτερον, πῶς ἂν μέχρι τῆς Κολχίδος ἀφίκοιτο διαπλεύσας τοσαύτην
15θάλασσαν. τὸ δὲ δυσχερὲς τοῦ πλοῦ ἐνέφηνε διὰ τοῦ τὴν Κολχίδα κεῖσθαι ἐπὶ τὰ ἔσχατα τῆς γῆς καὶ τοῦ. Πόντου. P c Αἶα δὲ Κολχίς: ἡ Αἶα πόλις τῆς Κολχίδος, αὕτη ἐπ’ ἐσχάτοις κεῖται τῆς οἰκουμένης. 421—22a ἐπεὶ δαίμων: ἐκ δὲ τῆς Αἴας, φησίν, τουτέστιν ἐκ
20τῶν Κόλχων, θεὸς ὑμῖν καθηγήσεται, καὶ εἰς τὴν Αἶαν πλέουσι πολλοὶ ἔσονται καθόλου πομποί. b ἐξ Αἴης: ἄλλος ὑμῖν, φησί, γενήσεται πλοῦς ἐκ τῆς Αἴας. τοῦτο δὲ λέγει, παρόσον οὐ διὰ τῶν Συμπληγάδων ὑποστρέψουσιν. 423—24 ἀλλ, φίλοι, φρά〈ζεσθε: διὰ φροντίδος ἔχετε,
25φησί, τὴν ἐκ τῆς Ἀφροδίτης δολίαν βοήθειαν. 431—32 τὸ δὲ ὅσσον ἄπωθεν ἤλασαν ἀντὶ τοῦ ὅσον μακρὰν ἐπορεύθησαν. P
434 Δικταίης ἄντρον: εἰς τὸ τῆς Κρήτης ὄρος. ἐρίπναι164

165

δὲ κατὰ μέν τινας τὰ ἀποθραύσματα τῶν ὀρῶν· κατὰ δὲ τοὺς γλωσσο‐ γράφους πάντα τὰ ὄρη ἐρίπναι καλοῦνται. 438 ἦ ἄρα δή τις: τὸ ἄρα ἠθικῶς ἀντὶ τοῦ ὡς ἔοικε. καὶ ἐν Ὀδυσσείᾳ (ρ 454)· ‘οὐκ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν‘. καὶ
5Ἡσίοδος (Op. II)· ‘οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένοσ‘, οὐκ ἦν, ὡς ἔοικε, μία Ἔρις. 441—42 εἰ δὲ καὶ ὀφθαλμ〈οῖσι: εἰ δὲ καὶ ἀναβλέψαι θεῶν τίς σε ποιήσειεν, χαρείην ἂν ὅσον [ὡς] εἰ σωθείην εἰς τὴν πατρίδα. L 445 ὑποσμύχονται: ὑποτύφονται, ὅπερ ἐστὶν ὑπὸ πάθους
10ἠμαύρωνται. ἔστι δὲ ὑποσμύχειν καὶ τὸ ἠρέμα ὑποκαίειν, οἱονεὶ ὑποκέ‐ καυνται. 451—52 〈οἳ καὶ πρόσθεν ἐπ’ ἤματι:〉 οἵτινες συνεχῶς ἤρχοντο πρὸς αὐτόν. τὸ ἑξῆς· φέροντες μέρος τῆς ἰδίας τροφῆς. Lm(P) 456—57 σὺν τοῖσι δ’ ἵκανε Παραίβιος: ὁ μὲν Ἀπολλώνιος
15τὸν Παραίβιον φίλον Φινέως εἶναί φησιν, οἱ δὲ ἄλλοι δοῦλον εἶναι πιστόν. οἱ δὲ περὶ τὸν Παραίβιον, φησίν, ἐχάρησαν ἰδόντες τοὺς ἥρωας. 458—60a 〈αὐτός:〉 ὁ Φινεὺς δηλονότι. Lg b αὐτὸς γὰρ ὁ Φινεὺς ὑπεμυθήσατο καὶ προεῖπε τῷ Παραιβίῳ τὴν τῶν ἡρώων ἔλευσιν. συνάπτειν μὲν γὰρ δεῖ τὴν ὑπὸ τῷ ἐμυθήσατο,
20λαμβάνειν δὲ ἀντὶ τῆς πρό· ὥσπερ καὶ τὸ ‘ὑπειπών‘ (Ar. Vesp. 55) ἀντὶ τοῦ προειπών. P c 〈Θυνίδι γαίῃ:〉 τὴν περὶ τὸν Βόσπορον χώραν πάλιν (cf. v. 177) Θυνίδα εἶπεν. Lm d ὅρα δέ, ὅτι Θυνίδα γῆν εἶπεν, ἐν ᾗ κατῴκει ὁ Φινεύς, ὡς
25εἶναι μέρος τι Θρᾴκης, ὃ καλεῖται Θυνίς. P 470 μόρον: νῦν τὴν τύχην. Lg (P)
471—75a εὖτε γὰρ οὖν ὡς πλεῖστα κά〈μοι: ὁ Παραί‐165

166

βιος, φησί, πατρικὴν ἁμαρτίαν ἀποτιννὺς ἀεὶ ἐν ἀπορίᾳ ἦν βίου, καὶ εἰ πλεῖστα μοχθήσειεν. b χρησμοσύνη: ἀπορία, πενία, ἔνδεια. Lg(P) 476—83a Ἁμαδρυάδος νύμφης: Ἁμαδρυάδας νύμφας
5Μνησίμαχός (fg 3 M. IV 453) φησι διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι· ἢ ἐπεὶ δοκοῦσιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι, νύμφαι Ἁμαδρυάδες λέγονται. Χάρων δὲ ὁ Λαμψακηνὸς (fg 12 M. I 35) ἱστορεῖ, ὡς ἄρα Ῥοῖκος, θεασάμενος δρῦν ὅσον οὔπω μέλλουσαν ἐπὶ γῆς καταφέρεσθαι, προσέταξε τοῖς παισὶν ὑποστηρίξαι ταύτην. ἡ δὲ μέλλουσα συμφθείρεσθαι
10τῇ δρυὶ νύμφη ἐπιστᾶσα τῷ Ῥοίκῳ χάριν μὲν ἔφασκεν εἰδέναι ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπεν δὲ αἰτήσασθαι ὅ τι βούλοιτο. ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέσθαι αὐτῇ, ὑπέσχετο δοῦναι τοῦτο· φυλάξασθαι μέντοι γε ἑτέρας γυναικὸς ὁμιλίαν παρήγγειλεν, ἔσεσθαι δὲ μεταξὺ αὐτῶν ἄγγελον μέ‐ λισσαν. καί ποτε πεσσεύοντος αὐτοῦ παρίπτατο ἡ μέλισσα· πικρότερον
15δέ 〈τι〉 ἀποφθεγξάμενος εἰς ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρω‐ θῆναι αὐτόν. καὶ Πίνδαρος δέ φησι, περὶ νυμφῶν ποιούμενος τὸν λόγον (fg 165 Schr.)· ‘ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσα‘. ὁ οὖν τοῦ Παραιβίου πατὴρ ἐκκόπτων δρῦν παρεκαλεῖτο ὑπὸ
νύμφης μὴ τεμεῖν αὐτήν· συγγεγεννημένη γὰρ οὖσα ἐὰν ἐκκοπῇ, αἰτίαν166

167

αὑτῇ ἔσεσθαι θανάτου. ἀπιθήσαντος δὲ αὐτοῦ νεμεσῆσαι τὸ δαιμόνιον αὐτῷ τε καὶ τοῖς ἐγγόνοις καὶ κακῶν γενέσθαι παραίτιον. b ἀθέριξε: ἀντὶ τοῦ ἠμέλησε. Lg(P) c 〈ἥ μιν:〉 ἥτις αὐτόν. Lg
5d 〈πρέμνον:〉 στέλεχος. Lg e νηκερδῆ: ἀνωφελῆ. Lg(P) f οἶτον: τύχην. Lg(P) 483—84 ἔγωγε μέν, εὖτ’ ἀφίκα〈νεν: πρὸς ἐμὲ ὅτε ἦλθε, φησίν, ὁ Παραίβιος μαντευσόμενος καὶ τὴν ἀτυχίαν ἀνεκοινώσατο, ἔγνων
10αὐτὸν ὑπὲρ τῆς τοῦ πατρὸς ἁμαρτίας δίκην ἀποτιννύντα. 485a λωφήια ῥέξαι: ἐφ’ οἷς λωφήσει καὶ παύσεται ἡ τῆς νύμφης ὀργή, τουτέστι καταπαυστικὰ τῆς ὀργῆς. b λωφήια: ἐξιλαστήρια, ἐφ’ οἷς λωφήσει καὶ παύσεται κακού‐ μενος. ‘λωφῆσαι‘ δὲ κυρίως ἐπὶ τῶν ζῴων, τὸ ἀπὸ τοῦ τραχήλου ἄχθος
15ἀποθέσθαι. καὶ ‘λωφήσων‘ (Aesch. Prom. 27) ἀντὶ τοῦ λήξων, ἀνα‐ παύσων τὸν λόφον τουτέστι τὸν τράχηλον· ἢ ἀναπαυσόμενος. 494 νέον ἤματος ἀνομένοιο: ὑπὸ τὴν πρωίαν, αὔξησιν τῆς ἡμέρας λαμβανούσης. 495 〈ἀλέγυνον:〉 εὐτρέπιζον. L
20498—527a ἦρι δ’ ἐτησίαι αὖραι: οἱ ἐτησίαι ἄρχονται πνεῖν τοῦ ἡλίου ὄντος ἐν Καρκίνῳ περὶ τὴν ἐσχάτην μοῖραν, μέχρις οὗ Λέοντα
παρέλθῃ, ὡς καὶ Ἄρατος (Phaen. 151 sqq.)·167

168

‘ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι,
τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέι πόντῳ
ἀθρόοι ἐμπίπτουσι.‘ ἐπιφέρει καὶ Ἀπολλώνιος, δι’ ἣν αἰτίαν πνέουσι τῷ θέρει. τοῦ γὰρ
5κατηστερισμένου Κυνὸς φλέγοντος τὰς Κυκλάδας νήσους καὶ πολὺν χρόνον αὐχμοῦ τε καὶ ἀφορίας οὔσης, οἱ τὴν Κέω κατοικοῦντες ἐκ θεοπροπίου ἐπεκαλέσαντο Ἀρισταῖον τὸν Ἀπόλλωνος καὶ Κυρήνης ἐκ Φθίας. ὁ δὲ παραλαβών τινας ἐξ Ἀρκαδίας ἦλθεν εἰς τὴν Κέω καὶ Διὸς ἱερὸν ἱδρύσατο Ἰκμαίου ἕνεκα τοῦ τοὺς ὄμβρους γίνεσθαι, καὶ τὸν Κύνα ἐξ‐
10ιλάσατο, καὶ ἐνομοθέτησε κατ’ ἐνιαυτὸν τοῖς Κείοις μεθ’ ὅπλων ἐπιτηρεῖν τὴν ἐπιτολὴν τοῦ Κυνὸς καὶ θύειν αὐτῷ. ὅθεν οἱ ἐτησίαι πνέουσι κατα‐ ψύχοντες τῷ θέρει τὴν γῆν, καὶ αὐχμοῦ ἀπηλλάγησαν οἱ Ἕλληνες. περὶ δὲ τῆς Κυρήνης Πίνδαρος ἱστορεῖ ἐν Πυθιονίκαις (IX), ὡς παρθένος οὖσα μέχρι πολλοῦ συνεκυνήγει τῷ Ἀπόλλωνι. διαπαλαί‐
15ουσα δέ ποτε λέοντι ἠγαπήθη ὑπὸ Ἀπόλλωνος· ὃς καὶ ἁρπάσας αὐτὴν διεκόμισεν εἰς τὴν νῦν ἀπ’ αὐτῆς καλουμένην Κυρήνην τῆς Λιβύης, καὶ μιγεὶς Ἀρισταῖον ἐποίησεν. Φερεκύδης (3 fg 58 J.) δέ φησι καὶ Ἀρί‐ αιθος (fg 4 M. IV 319), ἐπὶ κύκνων αὐτὴν ὀχηθεῖσαν κατὰ Ἀπόλλωνος προαίρεσιν εἰς τὴν Κυρήνην ἀφικέσθαι, Ἀγροίτας δὲ ἐν αʹ Λιβυκῶν (fg 2
20M. IV 294) ὑπὸ Ἀπόλλωνος εἰς Κρήτην αὐτὴν κομισθῆναι, ἐκεῖθεν δὲ εἰς Λιβύην. ἀδελφὴ δὲ Κυρήνης Λάρισα, ἧς ὁμώνυμος πόλις ἐν Θεσσα‐ λίᾳ. τινὲς δέ φασι τὴν Κυρήνην Πηνειοῦ θυγατέρα γενέσθαι, κακῶς· ἔνεμεν γὰρ παρ’ αὐτῷ θρέμματα, οὐκέτι δὲ καὶ θυγάτηρ αὐτοῦ ἦν. Μνασέας (fg 39 M. III 156) δέ φησι κατ’ ἰδίαν αὐτὴν προαίρεσιν εἰς
25Λιβύην ἐληλυθέναι, οὐχ ὑπ’ Ἀπόλλωνος διαχθεῖσαν. Ἀκέσανδρος δὲ ἐν
τοῖς Περὶ Κυρήνης (fg 5 M. IV 285) ἱστορεῖ, ἐπ’ Εὐρυπύλου βασι‐168

169

λεύοντος Λιβύης ὡς ὑπὸ Ἀπόλλωνος διακομισθείη ἡ Κυρήνη· λέοντος δὲ τὴν χώραν λυμαινομένου προθείη τὴν βασιλείαν ὁ Εὐρύπυλος ἆθλον τῷ ἀποκτενοῦντι τὸν λέοντα, τὴν δὲ διαχρήσασθαι αὐτόν· παῖδας δὲ αὐτῆς γενέσθαι Αὐτοῦχον καὶ Ἀρισταῖον. φησὶ δὲ αὐτὴν Φύλαρχος
5(81 fg 16 J.) ἐλθεῖν μετὰ πλειόνων εἰς Λιβύην· τούτων δὲ ἐκπεμ‐ φθέντων ἐπὶ τὴν κυνηγίαν τούτοις καὶ αὐτὴν συνεξελθεῖν. τινὲς δʹ Ἀρισταίους γενεαλογοῦσιν, ὡς καὶ Βακχυλίδης (fg 62 B. III 587 = 45 Blass—Snell)· τὸν μὲν Καρύστου, ἄλλον δὲ Χείρωνος, ἄλλον δὲ Γῆς καὶ Οὐρανοῦ, καὶ τὸν Κυρήνης.
10b ὅτι ἐτησίαι ἔπνευσαν Ἀρισταίου αἰτησαμένου, ὃς ἦν Κυρήνης τῆς Ὑψέως καὶ Ἀπόλλωνος, ἀδελφὸς δὲ Αὐτούχου. ἀλλ’ ὁ μὲν ἐν Λι‐ βύῃ 〈...〉, Ἀρισταῖος δὲ ἐν τῇ Κέῳ εὑρὼν τὰ μελισσουργικὰ πρῶτος καὶ τὴν τοῦ ἐλαίου κατεργασίαν. καὶ κατακαλεσάμενος τοὺς ἐτησίας Ζεὺς Ἀρισταῖος ἐκλήθη καὶ Ἀπόλλων Ἀγρεὺς καὶ Νόμιος.
15c Κυρήνη πέφαταί τις: ὅτι Κυρήνην τὴν Ὑψέως ὁ Ἀπόλλων θεασάμενος παρὰ Πηνειὸν εἰς Λιβύην ἐκόμισεν, ἔνθα ἐμίγη αὐτῇ, ὅπου καὶ Κυρήνη πόλις ἔκτισται, 〈καὶ〉 τὸν Ἀρισταῖον ἐγέννησε, πολλοὶ ἱστο‐ ρήκασι. λέγουσι δὲ τὴν Κυρήνην οἱ μὲν Πηνειοῦ, οἱ δὲ Ὑψέως τοῦ Πηνειοῦ. L
20d πέφαται: λέγεται, ἱστορεῖται. LgP e Αἱμονίης: τῆς Θεσσαλίας, ἀπὸ Αἵμονος υἱοῦ Ἄρεως. f χθονίῃς: ταῖς ἐγχωρίαις. LgP g Μυρτώσιον 〈αἶποσ: τόπος περὶ Κυρήνην ἢ ἄκρα. LgP
h Ἀγρέα καὶ Νόμιον: 〈Ἀγρέα μέν,〉 ὅτι ἐν ἀγρῷ ἐμίγη τῇ169

170

μητρὶ αὐτοῦ ὁ Ἀπόλλων· Νόμιον δέ, ὅτι νεμούσῃ τῇ μητρὶ ἐμίγη, οἱ δέ, ὅτι τὴν κατὰ τοὺς ἀγροὺς θεραπείαν τοῖς νομεῦσιν εἰσηγήσατο. i μακραίωνα: πολυχρόνιον. Lg(P) k καὶ ἀγρότιν: ὅτι φιλοκύνηγος ἦν. ἱστορεῖται γὰρ καὶ ἐν τῇ
5Λιβύῃ βασιλεύοντος Εὐρυπύλου χειρώσασθαι λέοντα. l 〈ἀεξηθέντι:〉 αὐξήσαντι. Lg m ἀκεστορίην τε θεοπρο〈πίασ: ὑπὸ Μουσῶν γὰρ αὐτὸν τὴν ἰατρικὴν καὶ τὴν μαντικὴν δεδιδάχθαι φασὶν καὶ πρὸς γάμον Αὐτο‐ νόην λαβεῖν, δηλαδὴ τὴν Κάδμου θυγατέρα.
10n θέσαν ἤρανον: καὶ τῶν ἰδίων ποιμνίων προστάτην αὐτὸν ἐποίησαν αἱ Μοῦσαι. Ἀθαμάντιον δὲ πεδίον οὕτω καλούμενον περὶ τὴν Ἅλον· κατῴκησε γὰρ Ἀθάμας ἐν Ἅλῳ, τῇ νόσῳ τῆς βασιλείας ἐξελθών. o Ὄθρυς ὄρος Θεσσαλίας ὑψηλόν, καὶ ὁ Ἀπιδανὸς δὲ
15ποταμὸς Θεσσαλίας. p Μινωίδας: τὰς Κυκλάδας φησίν, ἐπεὶ Μίνως, Κρὴς ὤν, ἐβασίλευσε τῶν νήσων θαλασσοκρατῶν, ἐξελάσας τοὺς Κᾶρας.
q Σείριος: ἤτοι παρὰ τὴν ζέσιν, ζείριος καὶ σείριος. ἢ παρὰ170

171

τὸ ἐκκενοῦν ἡμᾶς ἱδρῶσι ῥεομένους· σειροῦν γὰρ τὸ κενοῦν. ἢ τοῦ σεσηρέναι αἴτιος· τοὺς γοῦν κύνας σεσηρέναι καὶ διαχάσκειν ποιεῖ. ἢ παρὰ τὸ σείεσθαι καὶ πάλλεσθαι. ὁμοίως δὲ καὶ πάντα τὰ ἄστρα σείρια κα‐ λοῦσιν οἷον τείρεά τινα ὄντα καὶ σημεῖα τῶν πλοϊζομένων· οἱ μέντοι
5ἀστρολόγοι τοὺς ἐν κινήσει ὄντας ἀστέρας λαμπροὺς 〈οὕτω〉 καλοῦσιν. εἶναι δὲ τὸ ἄστρον οἱ μὲν τοῦ Ὠρίωνος κυνός φασιν, οἱ δὲ τῆς Ἠρι‐ γόνης, οἱ δὲ τοῦ Ἀλκυονέως, οἱ δὲ τῆς Ἴσιδος, οἱ δὲ Κεφάλου, οἱ δὲ κύριον, ὡς Τιμοσθένης (fg 42 E. A. Wagner Die Erdbeschreibung des T., Diss. Lips. 1888, 73) φησίν.
10r 〈Κέῳ:〉 νῆσός ἐστιν ἡ Κῶς, ὅθεν ἦν Ἱπποκράτης. Lg s Παρράσιον λαόν: Ἀρκαδικόν, ἀπὸ μιᾶς πόλεως, Παρρα‐ σίας. Lg(P) t Διὸς Ἰκμαίοιο: ἕνεκα τῆς ἰκμάδος. ἐν τῇ Κέῳ δέ ἐστιν ἱερὸν Διὸς Ἰκμαίου, τουτέστι διύγρου, ἐπεὶ αἴτιος γέγονε τῆς πνοῆς
15τῶν ἀνέμων.
u τοῖο δ’ ἕκητι: τοῦ Διὸς χάριν. Lg(P)171

172

v ἤματα τεσσαρά〈κοντα: τὰς τῶν ἐτησίων ἀνέμων ἡμέρας οἱ μὲν μʹ, ἄλλοι δὲ νʹ φασὶν ὡς Τιμοσθένης (fg 7 E. A. Wagner Die Erdbeschreibung des T., Diss. Lips. 1888, 65). ἄρχονται δὲ πνεῖν ὄντος τοῦ ἡλίου ἐν τῷ τοῦ Καρκίνου τέλει, πνέουσι δὲ δι’ ὅλου τοῦ
5Λέοντος καὶ λήγουσιν ἐν διμοίρῳ τῆς Παρθένου. w Κέῳ δ’ ἔτι νῦν ἱερῆ〈εσ: ἐνομοθέτησε γὰρ τοῖς Κείοις κατ’ ἐνιαυτὸν μεθ’ ὅπλων ἐπιτηρεῖν τὴν ἐπιτολὴν τοῦ Κυνὸς καὶ θύειν αὐτῷ. ὅθεν οἱ ἐτησίαι πνέουσι καταψύχοντες τῷ θέρει τὴν γῆν, καὶ αὐχμοῦ ἀπηλλάγησαν οἱ Ἕλληνες. L
10528—29a ὑδέονται: ᾄδονται, λέγονται. LgP b ἀριστῆες δὲ καταῦθι: ὑπάρχουσι γὰρ ἐναντίοι οἱ ἐτησίαι τοῖς εἰσπλέουσι τὸν Πόντον, ὄντες βορραῖ κατ’ ἐκείνους τοὺς τόπους, ὥσπερ ἐπὶ τῆς Ἑλλάδος ἐναντίοι εἰσὶν τοῖς ζεφύροις. 531—32 βωμὸν ἁλὸς ῥηγμῖνι πέρην: ἐν δὲ τῷ πέραν,
15φησίν, αἰγιαλῷ τῆς Ἀσίας, διαπλεύσαντες ἐπ’ αὐτόν, βωμὸν τοῖς δώδεκα θεοῖς ἐδομήσαντο. φανερὸν οὖν, ὅτι ἐν τῇ Εὐρώπῃ· καὶ γὰρ ἔτι καὶ νῦν Ἱερόν ἐστιν οὕτω καλούμενον ἐν τῷ πέραν τῆς Εὐρώπης [τῆς Ἀσιάδος]. Τιμοσθένης (fg 28 E. A. Wagner Die Erdbeschreibung des T., Diss. Lips. 1888, 69) δέ φησι τοὺς μὲν Φρίξου παῖδας βωμὸν
20ἱδρύσασθαι τῶν δώδεκα θεῶν, τοὺς δὲ Ἀργοναύτας τοῦ Ποσειδῶνος. Ἡρόδωρος (31 fg 47 J.) δὲ ἐπὶ τοῦ βωμοῦ φησι τεθυκέναι τοὺς Ἀργο‐
ναύτας, ἐφ’ οὗ Ἄργος ὁ Φρίξου ἐπανιὼν ἐτεθύκει. εἰσὶ δὲ οἱ δώδεκα172

173

θεοὶ οὗτοι· Ζεύς, Ποσειδῶν, Ἅιδης, Ἑρμῆς, Ἥφαιστος, Ἀπόλλων, Δη‐ μήτηρ, Ἥρα, Ἑστία, Ἄρτεμις, Ἀφροδίτη καὶ Ἀθηνᾶ. 533—36a οὐδὲ πελείης: οὐκ ἐπελάθοντο δὲ τῆς περιστερᾶς. τὸ ἑξῆς· ἀλλ’ ἐν τῇ χειρὶ εἶχεν ὁ Εὔφημος. L
5b δῆμα δὲ γράφεται καὶ δεῖμα. τῷ μὲν οὖν η γεγραμμένον τὸν δεσμὸν σημαίνει, τῇ δὲ διφθόγγῳ τὸν φόβον. P 538 〈ἐσσυμένως:〉 ἐνταῦθα ἀντὶ τοῦ ῥᾳδίως. Gm 541—48a ὡς δ’ ὅτε τις πάτρη〈θεν: εἴρηται ἡ παραβολὴ παρὰ τὸ Ὁμηρικόν (Ο 80)· ‘ὡς δ’ ὅτ’ ἂν ἀίξῃ νόος ἀνέροσ‘. ὁ δὲ νοῦς·
10ὥσπερ δέ, ὅταν τις ἀπὸ τῆς πατρίδος πλανώμενος—οἷα πολλάκις συμβαίνει τοῖς ἀνθρώποις—τοὺς ἰδίους τῇ διανοίᾳ ἐθεάσατο οἴκους, οὐδὲ τὸ μεταξὺ διάστημα πολὺ αὑτῷ φαντασιοῦται εἶναι, ἀλλὰ καὶ πάσας καταφανεῖς τὰς πόλεις, ἅμα τε τοῖς εἰρημένοις ἡ εἰς τὰ οἰκεῖα ὁδὸς ἡ διὰ γῆς τε καὶ θαλάσσης ὑποφαίνεται αὐτῷ καὶ ἄλλοθι ἄλλην
15ἐκ τοῦ τόπου, ἐν ᾧ ἐστιν, 〈ὀφθαλμοῖσ〉 ἐπέρχεται ταχέως καὶ ἐν κινήσει ὀξείᾳ τὴν διάνοιαν ἔχων, οὕτω ταχέως διῆλθεν ἡ Ἀθηνᾶ τὴν μεταξὺ χώραν καὶ παρεγένετο ἐπὶ τὰς Κυανέας πέτρας. b τὸ μὲν οὖν ἀλώμενος εἰς τὸ ἐνόησεν ἀναφέρειν δεῖ. ἐν δὲ τῷ πλαζόμεθα τετληότες μετάθεσιν ποιητέον, οἷον πλαζόμενοι
20τέτλαμεν. P c οὐδέ τις αἶα τηλου〈ρόσ: οὐδὲ αὐτῷ πολὺ πάσης δι‐ άστημα γῆς φαίνεται. d σφωιτέρους: κακῶς ἐχρήσατο τῷ σφωιτέρους· ἔδει γὰρ εἰπεῖν σφετέρους. τὸ δέ ἐνόησε δόμους ἀντὶ τοῦ τῇ διανοίᾳ
25τοὺς ἰδίους οἴκους ἐθεάσατο.173

174

e ὑγρὴν δὲ κέλευθον Ὁμηρικῶς τὴν διὰ θαλάσσης νοεῖ, τραφερὴν δὲ τὴν διὰ ξηρᾶς. P f ὀξέα πορφύ〈ρων: πορφύρειν λέγεται τὸ μὴ ἐξ ἐπιπολῆς, ἀλλὰ κατὰ βάθους τι μεριμνᾶν· ἀπὸ τῆς πορφύρας τῆς ἐν βάθει τῆς
5θαλάσσης εὑρισκομένης. g Ἄξεινον δὲ τὸν Εὔξεινον Πόντον φησὶν οἱονεὶ κακόξεινον, τοῦ α σημαίνοντος τὸ κακόν. πρότερον μὲν γὰρ ὑπὸ λῃστῶν περι‐ οικούμενος Ἄξεινος ἐκαλεῖτο, καθαρθεὶς δὲ τὸ μετὰ ταῦτα Εὔξεινος ἐκλήθη. P
10550a 〈ἐεργμένον:〉 συνεχόμενον. Lg b τὸ δὲ ἐεργμένον παράγεται μὲν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, σημαίνει δ’ ὅμως καὶ τὸ περικυκλούμενον ὡς ἐνταῦθα. P 551—52 δινήεις δ’ ὑπένερθ〈εν: ὁ ῥοῦς, φησί, δίνας καὶ συστροφὰς ἔχων ῥευμάτων ἀνέκοπτε τὴν ναῦν, καὶ πολὺ εἰς τοὔμ‐
15προσθεν προῄεσαν μετὰ φόβου. 553 ἀρασσομένων πετρά〈ων: ἀντὶ τοῦ συγκρουομένων ἀλλήλαις. οὕτω δὲ ἀναγινώσκεται κατὰ τὸ ‘θυρῶν ἀρασσομένων‘. 554a νωλεμές: συχνῶς. LgP b ἁλιμυρέες ἀκταί: αἱ ὑπὸ θαλάσσης περιρρεόμεναι ἢ περιρ‐
20ραινόμεναι. 557 θελήμονα: πρόθυμον καὶ ἐπιτεταμένην· οὐ γὰρ τὴν ἡσύχιον ἐνταῦθα σημαίνει. 559 τὰς δ’ αὐτίκα λοίσθιον ἄλλων: τοῦτο ἔφη, ἐπεὶ πε‐ πρωμένον ἦν στηρισθῆναι αὐτάς, ἂν διέλθῃ αὐτῶν ἡ ναῦς.
25562 προέηκε πελειάδα: ὅτι διὰ πελειάδος ἐπείρασαν οἱ174

175

Ἀργοναῦται τὰς Συμπληγάδας, καὶ Ἀσκληπιάδης ἱστορεῖ ἐν δευτέρῳ Τραγῳδουμένων (12 fg 2a J.). 568a σπήλυγγες: αἱ κοιλάδες αἱ ὑπὸ τὰς πέτρας. b σπήλυγγες: σπιλάδες. Lg (P)
5569—70a ἐβόμβεον: ἤχουν. ὅθεν καὶ βομβυλιὸς εἶδος μελίσσης. καὶ ποτηρίου δὲ εἶδος, ὡς Ἀντισθένης (fg 18 Mull. II 276) παρα‐ δίδωσιν· ἔστι δὲ τοῦτο στενοτράχηλον. b †βομβυλίον ὅπερ τ....ον ἐπικέκληται διακλύστερον.† L c λευκὴ καχλάζοντος: ποιὸν ἦχον ἀποτελοῦντος. περι‐
10έκλυζε τὰς ἐφ’ ὕψους ἀκτὰς ὁ τοῦ κύματος ἀφρός. 571—72a νῆα δ’ ἔπειτα πέριξ εἴλει ῥόος: περιῆγεν δὲ τὴν ναῦν καὶ περιέστρεφεν ὁ ῥοῦς. b ταίγε δὲ ἀντὶ τοῦ· αὗται αἱ πέτραι ἔκοψαν τὰ ἄκρα τῆς οὐρᾶς πτερά. P
15573 τὸ δὲ ἔβραχε τὸ ἐβόησε σημαίνει. P 576—77a πλήμμυρις καὶ πλημμυρίς, διχῶς. ἄμεινον δὲ πλημμυρίς· τὰ γὰρ ἀπὸ βαρυτόνων ῥημάτων θηλυκὰ ὀνόματα εἰς ις ὀξύνεται· βασιλεύω βασιλίς, πλημμύρω πλημμυρίς. b τὸ δὲ κατένεικε ἀντὶ τοῦ κατήνεγκε τὴν ναῦν εἴσω τῶν
20πετρῶν. P 579 ἤδη δ’ ἔνθα καὶ ἔνθα: γενομένων δὲ αὐτῶν μεταξὺ
τοῦ στενοῦ ἡ πρόσω καὶ ἡ κατόπιν θάλασσα ἐπεφαίνετο.175

176

580—81a ἀπροφάτως: ἀπροοράτως. LgP b κυρτὸν ἀποτμῆγι σκοπ〈ιῇ: ἀνεφάνη δὲ καὶ ἐπήρχετο αὐτοῖς ἀπροόπτως προπάροιθεν ὑψηλὸν καὶ μέγα κῦμα παραπλήσιον ἀπερρηγμένῃ σκοπιῇ ἤτοι ὄρει.
5c 〈ἀποτμῆγι:〉 ἀπορρωγάδι. Lg 582—83a ἤμυσαν: ἔκλιναν λοξὰς τὰς κεφαλάς, ὡς καλυφθησό‐ μενοι ὑπὸ τοῦ κύματος. b τὸ δὲ κατεπάλμενον τὸ ὑπεραναβὰν σημαίνει, ἀναφέρεται δὲ πρὸς τὸ μέγα κῦμα. P
10584—85 ἀλλά μιν ἔφθη: προέλαβε δὲ ὁ Τῖφυς βαρουμένην τὴν ναῦν τῇ εἰρεσίᾳ, ὑποχαλάσας καὶ ἐνδοὺς αὐτῇ καὶ καταπαύσας τὴν εἰρεσίαν. ἢ βαρυνομένην αὐτὴν αἰσθόμενος, τῇ εἰρεσίᾳ ἀνεχάλασεν. 586—87a ἐκ δ’ αὐτὴν πρύμνη〈θεν: οὕτω, φησίν, ἐπῆρεν τὸ κῦμα τὴν ναῦν, ὡς καὶ ὑπὲρ τὰς πέτρας αὐτὴν γενέσθαι.
15b 〈μεταχρονίη:〉 μετέωρος. Lg 590—92 ὅσσον δ’ ἂν ὑπείκαθ〈εν: ὁ νοῦς· ὅσον δὲ ἄλλη ναῦς τῇ εἰρεσίᾳ πειθομένη ὑπεῖξεν ἄν, δὶς τοσοῦτον ἡ Ἀργώ· ἵνα διὰ τούτων τὸ τάχος δηλώσῃ τῆς Ἀργοῦς. διὸ καὶ ἐπιφέρει ἐπεγνάμ‐ πτοντο δὲ 〈κῶπαι〉 ἠύτε καμπύλα τόξα, τὸ βίαιον τῆς εἰρε‐
20σίας δηλῶν. ἢ οὕτως· ὅσον ἂν εἶξε καὶ ὑπεχώρησε τοῖς ἐρέταις ἡ Ἀργώ, δὶς τοσοῦτον τῇ παλιρροίᾳ ὑπέστρεφε. 594 κύλινδρος: κιονίσκος λίθινος στρογγύλος. 595—96a προπροκαταΐγδην: εἰς τοὔμπροσθεν ἄνωθεν καταφερομένη.
25b ἐν δ’ ἄρα μέσσαις: ἐν δὲ μέσῳ τῶν Συμπληγάδων κατέσχεν αὐτὴν ὁ ῥοῦς. 598—602a καὶ τότ’ Ἀθηναίη: καὶ τότε ἡ Ἀθηνᾶ τῆς πέτρας ἀντελάβετο καὶ κατέσχε τῇ λαιᾷ, τῇ δὲ δεξιᾷ αὐτὴν ἐξέωσεν ἐκ τοῦ
στενοῦ· ὅμως δὲ τὰ ἀκροστόλια ἀπέκλασαν αἱ πέτραι.176

177

b νωλεμὲς ἐμπλήξα〈σαι: βιαίως συμπεσοῦσαι τὰ ἀκρο‐ στόλια ἀπέκοψαν. 611—12 ἔλπομαι αὐτῇ νηί: [οἷον δι’ αὐτὴν τὴν ναῦν] οἷον διὰ τῆς νεὼς αὐτῆς. ἢ λείπει ἡ σύν, ὁ δὲ νοῦς· ἐλπίζω, φησίν, ἤδη
5σεσῶσθαι ἡμᾶς σὺν αὐτῇ τῇ νηί, ἡ δὲ Ἀθηνᾶ τῆς σωτηρίας αἰτία. ταῦτα δέ φησι παραθαρσύνων αὐτούς. 615—17 Αἰσονίδη, τύνη δέ: ἐπειδή, φησίν, ἅπαξ ἐφύγομεν τὰς πέτρας, μηκέτι εὐλαβοῦ τὸν θάνατον. 619—20 σεῦεν: ἀντὶ τοῦ· καὶ εὐθέως παρὰ τὴν Βιθυνίαν
10κατίθυνεν. Lg(P) 622 παρηγορέεις: παραμυθητικῶς λέγεις. Lg(P) 624 χρῆν γὰρ ἐφιεμένοιο: ἀντὶ τοῦ ἐπιτάττοντος. τὸ δὲ χρῆν ῥῆμά ἐστι· παρ’ αὐτὸ γὰρ καὶ ὄνομα πίπτει τὸ χρῆμα ὡς παρὰ τὸ δρῶ δρᾶμα. ἐπίρρημα γὰρ οὐ δύναται εἶναι, ὅτι οὐδὲν ἐπίρρημα
15σχηματίζεται. 626 κεδαιόμενος: διακοπτόμενος, μεριζόμενος. Lg(P) 627—28 ἀτλήτους μελεδῶνας: ἀνυποστάτους μερίμνας
ἔχω, ἀνυπομονήτους καὶ μεγάλας. στυγέων δὲ ἀντὶ τοῦ δεδοικώς·177

178

καὶ Ὅμηρος (Υ 65) ‘τά τε στυγέουσι θεοί περ‘ καὶ αὖθις (Ο 167) ‘τόν τε στυγέουσι καὶ ἄλλοι‘. 631 αἰεὶ δὲ στονόεσσαν: ἀεὶ πρὸς τῇ ἡμέρᾳ καὶ διὰ νυκτὸς τὰς τύχας ὀδύρομαι. Ὅμηρος (χ 195)·
5
‘νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις.‘ 633 σὺ δ’ εὐμαρέως: εὐχερῶς. ἔνθεν καὶ εὐμαρίς, εἶδος ὑπο‐ δήματος, ᾧ εὐχερῶς ἐχρῶντο. 635a εἷο: ἀντὶ τοῦ εἰπεῖν ἐμεῖο, τρίτον πρόσωπον ἀντὶ πρώτου. βούλεται δὲ λέγειν, ὅτι ἐμαυτοῦ οὐδὲ τὴν τυχοῦσαν ποιοῦμαι φροντίδα.
10ἰδίως δὲ ἠβαιὸν τὸ διὰ σμικρότητα βάσιν μὴ ἔχον, ἄβαιόν τι ὄν. b ἀτύζομαι: φοβοῦμαι. LgP 638—39a οἱ δ’ ὁμάδησαν: ὁμοῦ ἀνεφώνησαν, θαρσύνοντες αὐτόν. ὅμαδος δὲ παρὰ τὸ ὁμοῦ ᾄδειν, ὁμόαδός τις ὤν. b 〈ὁμάδησαν:〉 ὡμοφώνησαν. Gg
15640a ἐπιρρήδην: φανερώτερον, παρρησιαστικώτερον, οἱονεὶ ἀναφανδόν. b ἐπιρρήδην: διαρρήδην. LgP 642 〈βερέθρων:〉 χασμάτων. Lg 643 〈ἔτι〉 τάρβος ἀνάψομαι: ἔτι φόβον περιθήσομαι. LgP
20649—50 αἶψα δὲ τοίγε Ῥήβαν ὠκυ〈ρόην: ταχέως δὲ κατέλαβον τόν τε Ῥήβαν καὶ τὸν πρὸ τοῦ Ῥήβα σκόπελον κολωνοειδῆ ὄντα. Κολώνη δὲ ἄκρα οὕτω καλουμένη περὶ τὸν Λύκον ποταμόν· μέμνηται αὐτῆς Νύμφις ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ Ἡρακλείας (fg 6 M. III 13).
25652—54a προχοὰς Φυλληίδας: Φύλλις ποταμὸς Βιθυνίας. Διψακὸς δὲ υἱὸς τοῦ Φύλλιδος καὶ νύμφης τινὸς ἐγχωρίου· ὃς φρίξον
τὸν Ἀθάμαντος ἐξένισεν, ἐπὶ τοῦ κριοῦ ὅτε ἐξέφυγε τὸν θάνατον, μέλλων178

179

σφαγιάζεσθαι. φασὶ δὲ ἐκεῖνον σφαγιασθῆναι τῷ Λαφυστίῳ Διί, καὶ μέχρι τοῦ νῦν 〈μὴ ἐξεῖναι〉 ἕνα τῶν Φρίξου ἀπογόνων εἰσιέναι εἰς τὸ πρυτανεῖον, εἰσελθόντα 〈δέ〉 τινα ἀκουσίως 〈θύεσθαι〉 τῷ προειρη‐ μένῳ Διί.
5b υ’ Ἀθάμαντος: τὸν φρίξον ὑποδέδεκται ὁ Διψακὸς εἰς Κόλχους πορευόμενον. L 658—59 καὶ εὐρείας ποταμοῖο ᾐόνας: Διονύσιος ὁ Ὀλ‐ βιανὸς ἱστορεῖ τὰς εὐρείας ᾐόνας λέγεσθαι Ἀχιλλέως δρόμους. 660—61 ὁμῶς δ’ ἐπὶ ἤματι νύκτα: ἡμέραν δὲ καὶ νύκτα
10ὁμῶς ἐν νηνεμίᾳ διῆγον κωπηλατοῦντες. 662 πλαδόωσαν: ἔνυγρον ἔτι οὖσαν. LgGgP 667 χηλὰς σκηρίπτοντε: τοὺς ὄνυχας ἐπερείδοντες, ἐμπεί‐ ροντες· 〈...〉, ὅθεν καὶ τὸ σκηπάνιον. 668 π’ ἐξ ἁλὸς εἷλκον ἐρετμά: ἐκ τῆς θαλάσσης ἀνέφερον
15καὶ ἀνῆγον τὰς κώπας. L 671 ἀμφιλύκην μιν: σκοτεινήν. λύγη γὰρ ἡ σκοτία, καὶ λυ‐
γόφως ἐξ αὐτοῦ καὶ λυκόφως.179

180

672—73 τῆμος ἐρημαίης νήσου: περὶ τῆς Θυνιάδος νήσου προείρηται (sch. 177)· ἧς μέμνηται Νύμφις ὁ Ἡρακλεώτης (fg 19 M. III 16). φησὶ δὲ αὐτὴν ἑπτὰ σταδίους ἔχειν τὴν περίμετρον. Καλλι‐ σθένης δὲ ἐν τῷ Περίπλῳ (124 fg 7 J.) ὑπὸ μὲν Ἑλλήνων φησὶ προσ‐
5αγορεύεσθαι τήν τε χώραν καὶ τὴν νῆσον Θυνιάδα, ὑπὸ δὲ τῶν βαρ‐ βάρων Θυνίαν. 675 Ὑπερβορέων ἀνθρώ〈πων: Ὑπερβορέους μὴ εἶναι τελέως φησὶν Ἡρόδοτος (IV 36), ἐπεί, εἰ εἰσὶν ὑπερβόρειοί τινες, πάν‐ τως καὶ ὑπερνότιοι. Ποσειδώνιος (87 fg 103 J.) δὲ εἶναί φησι τοὺς
10Ὑπερβορέους, κατοικεῖν δὲ περὶ τὰς Ἄλπεις τῆς Ἰταλίας. Μνασέας (fg 24 M. III 153) δέ φησι νῦν τοὺς Ὑπερβορέους Δελφοὺς λέγεσθαι. Ἑκαταῖος (73 B 4 Diels—Kranz) δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν Ὑπερβορέων ἔθνος· ἔστι δὲ αὐτῷ βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων. τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις ὁ Ἀπόλλων, διὸ
15καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν Ὑπερβορέων· Ἑπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι. 684—87a ὀψὲ δὲ τοῖον Ὀρφεύς: τὸν Ὀρφέα φασὶ καὶ μάντιν εἶναι. ἐν δὲ τῇ Θυνίδι νήσῳ ἱερόν ἐστιν Ἀπόλλωνος. Ἡρό‐ δωρος (31 fg 48 J.) οὖν φησιν Ἑῷον Ἀπόλλωνα προσαγορεύεσθαι καὶ
20βωμὸν αὐτοῦ εἶναι ἐν τῇ νήσῳ, οὐ καθὸ ὄρθρου ἐφάνη αὐτοῖς, ἀλλὰ καθὸ οἱ Ἀργοναῦται ὄρθρου εἰς αὐτὴν κατέπλευσαν. b εἰ δ’ ἄγε δὴ νῆσον μέν: τὴν νῆσον, φησί, οὕτω καλέσωμεν, Ἑῴου Ἀπόλλωνος. 695a χερμάσιν: λίθοις μικροῖς. LgSm(P)
25b ἐδίνεον: ἀνεστρέφοντο. Lg(P)180

181

c 〈ἐξερέοντες:〉 ἐξερευνῶντες. Lg 696 κεμάδων: ἡλικία ἐλάφων. Lg(P) 699a 〈εὐαγέως:〉 ἁγνῶς. Lg b ἀνὰ διπλόα μηρία: τῶν ἱερείων. διπλόα δέ, ἢ ὅτι δύο
5εἰσίν, ἢ ὅτι διπλοῦς αὐτοῖς ὑπετίθετο καὶ ἐπετίθετο ἐπίπλους. 702 Ἰηπαιήων ὁ Ἀπόλλων λέγεται ἤτοι διὰ τὸ πέμπειν τὰ βέλη ἢ ὅτι ἰάσεως ὁ θεὸς αἴτιος. LGm(Sm)P 703 〈πάις Οἰάγροιο:〉 ὁ Ὀρφεύς. Lg 704 Βιστονίῃ: Θρᾳκικῇ. Βίστονες γὰρ ἔθνος Θρᾳκῶν· ὠνο‐
10μάσθη δὲ ἀπὸ Βιστόνος τοῦ Κίκονος, ὡς Φιλοστέφανος (fg 7 M. III 30). καὶ Βιστονὶς λίμνη Θρᾳκική. 705—11a Δελφύνην: τὸ ὄνομα τοῦ δράκοντος οἱ μὲν ἀρρε‐ νικῶς, οἱ δὲ θηλυκῶς εἶπον, ὃ καὶ βέλτιον. b ὅτι Δελφύνης ἐκαλεῖτο ὁ φυλάσσων τὸ ἐν Δελφοῖς χρηστή‐
15ριον, Λεάνδριος (Maeandrii fg 10 M. II 337) καὶ Καλλίμαχος (fg 364181

182

Schn.) εἶπον· δράκαιναν δὲ αὐτήν φησιν εἶναι, θηλυκῶς καλουμένην Δέλφυναν, αὐτὸς ὁ Καλλίμαχος. c 〈ἐὼν ἔτι γυμνός:〉 ἔτι ἄνηβος ὤν. Lg d 〈ἀδήλητοι:〉 ἀβλαβεῖς. Lg
5e 〈τὼς γὰρ θέμις:〉 οὕτως γὰρ πρέπον ἐστίν. Lg f οἰόθι δ’ αὐτή: μόνη ἐφάπτεται τῶν τριχῶν σου ἡ Λητώ. Κοιογένεια δὲ ἡ ἀπὸ Κοίου τὸ γένος ἔχουσα· Κοίου γὰρ θυγάτηρ ἡ Λητώ. g πολλὰ δὲ Κωρύκιαι νύμφ〈αι: ἄντρον ἐν Παρνασσῷ
10Κωρύκιον. ὠνομάσθη δὲ Παρνασσὸς ἀπὸ Παρνησοῦ ἐγχωρίου ἥρωος, ὡς Ἑλλάνικος (4 fg 196 J.). Ἄνδρων (10 fg 8 j.) δέ, ἐπεὶ προσωρμίσθη ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ πρότερον Λαρνασσὸς ἐκαλεῖτο, ὕστερον δὲ κατὰ φθορὰν τοῦ στοιχείου Παρνασσός. Πλεῖστος δὲ ποταμός. τινὲς δὲ ἀναγινώσκουσι Πλειστοῖο προπερισπωμένως,
15ἐπεὶ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστὸς ὡς καλός. ἔστι δὲ ποταμὸς ἐν Δελφοῖς. τὴν δὲ ἀναιρεθεῖσαν δράκαιναν Δέλφυναν καλεῖσθαι θηλυκῶς φησι Λεάνδριος (v. sch. b).
h Κωρύκιον ἄντρον ἐν Παρνησσῷ. κέκληται δὲ ἀπὸ νύμφης182

183

Κωρυκίας, ἧς καὶ Ἀπόλλωνος παῖς Λυκωρεύς, ἀφ’ οὗ Λυκωρεῖς οἱ Δελφοί. Πλεῖστος δὲ ποταμὸς Δελφίδος. 712—13 θαρσύνεσκον ἔπε〈σσιν: ὅτε, φησίν, ἐτόξευσε τὸν δράκοντα, ἐπεφώνουν αἱ νύμφαι τῷ βάλλειν αὐτόν ‘ἵη ἵη βέλοσ‘· ἐξ
5οὗ τὸ ἐφύμνιον ἐγένετο ἰηπαιήων. 714 χορείῃ μέλψαν ἀοιδῇ: τῇ μετὰ χοροῦ λεγομένῃ ᾠδῇ. 715—19a λοιβαῖς εὐαγέεσσιν: ὤμοσαν, φησίν, ὁμονοήσειν ἀλλήλοις· ὅθεν καὶ Ὁμονοίας θεᾶς ἵδρυται ἱερόν. b κυδίστην: ἀντὶ τοῦ κρατίστην θεῶν Ὁμόνοιαν τιμῶντες·
10πορσαίνοντες γὰρ ἀντὶ τοῦ τιμῶντες. γράφεται καὶ κικλή‐ σκοντες. 722 ποταμοῦ στόμα Σαγγα〈ρίοιο: Σαγγάριος ποταμὸς Φρυγίας. ὁ δὲ Μυρλεανὸς (Asclepiadis fg 3 M. III 300) Σάγγαρον αὐτὸν λέγεσθαί φησιν. Ἑρμογένης δὲ ἐν τῷ Περὶ Φρυγίας (fg 1 M. III
15524) φησὶν Σάγγαν τινὰ ἀσεβήσαντα περὶ τὴν Ῥέαν μεταβαλεῖν εἰς τοῦτο τὸ ὕδωρ, καὶ ἀπ’ αὐτοῦ τὸν ποταμὸν Σαγγάριον ὀνομασθῆναι. πλησίον δὲ αὐτοῦ Ὀρείας Μητρὸς ἱερόν ἐστιν, ὥς φησι Ξάνθος (fg 7 M. I 37). 723 καὶ Μαριανδυνῶν ἀνδ〈ρῶν: οἱ Μαριανδυνοὶ ὅμοροι
20τοῖς Παφλαγόσι, προσηγορεύθησαν δὲ ἀπὸ Μαριανδυνοῦ τοῦ Κιμμερίου
παιδός.183

184

724 Λύκοιο ῥέεθρα: Λύκος ποταμὸς ὁμώνυμος τῷ βασιλεῖ, ῥεῖ δὲ διὰ τῆς τῶν Μαριανδυνῶν χώρας. Ἀνθεμοεισίδα δὲ ἀπὸ Ἀνθεμοεισίας τῆς Λύκου μὲν θυγατρός, γυναικὸς δὲ Δασκύλου τοῦ Ταντάλου υἱοῦ.
5727—28 ἠῶθεν δ’ ἀνέμοιο 〈διὰ〉 κνέ〈φασ: νυκτὸς δέ, φησί, τοῦ ἀνέμου λήξαντος, περὶ τὸν ὄρθρον εἰς τὸν περὶ [εἰς] τὴν Ἀχερουσίαν ἄκραν [εἰς] ὅρμον κατήχθησαν. L 729—35a ἣ μέν τε κρημν〈οῖσιν: ὅτι ἡ περὶ Ἡράκλειαν Ἀχερουσιὰς καλουμένη πανταχόθεν ἐκ θαλάσσης ἐστὶν ὑψηλή τε καὶ ἀπό‐
10κρημνος καὶ νένευκεν εἰς δυσμὰς εἰς τὸ πρὸ τῆς Βιθυνίας πέλαγος, καὶ ὅτι προσπῖπτον αὐτῇ τὸ κῦμα σφοδροὺς ἀποτελεῖ ἤχους, καὶ περὶ τῶν ἐπ’ ἄκρας αὐτῆς πεφυκυιῶν πλατάνων καὶ τοῦ ἐπ’ αὐτῇ πεδίου, καὶ ὅτι δοκεῖ κατάβασις εἰς Ἅιδου ὑπάρχειν, Νύμφις ἐν τῷ Περὶ Ἡρακλείας αʹ (fg 2 M. III 13) φησί· παρ’ οὗ Ἀπολλώνιος ἔοικε ταῦτα μεταφέρειν.
15b 〈δερκομένη:〉 γράφεται κεκλιμένη. Lg c λισσάδες: ἀντὶ τοῦ ὑψηλαί, ἀνάντεις. LgP d λισσάδες ἐρρίζ〈ωνται: ἐν βάθει τεθεμελίωνται. e ἀμφιλαφεῖς: ἀνθηραί, μεγάλαι καὶ περίοπτοι. f ἐκ δ’ αὐτῆς εἴσω: κατὰ τὸ πρὸς ἤπειρον δὲ καὶ μεσημβρίαν
20μέρος τῆς Ἀχερουσίας ἄκρας τὸ Ἀχερόντιον σπήλαιόν ἐστι καὶ τὸ χάσμα τὸ κατὰ γῆς. g τὸ δὲ ὕπαιθα τὸ ἔμπροσθεν καὶ ἐκ πλαγίου σημαίνει. P 736—38a ἐπηρεφές: ἀντὶ τοῦ σύσκιον. φησὶ δέ, ὅτι πνεῦμα καὶ ψυχρά τις αὔρα ἀναφέρεται ἐκ τοῦ στομίου καὶ διὰ τοῦτο κύκλῳ
25περιπεπάχνωται.184

185

b πηγυλίς: παγετώδης, ψυχρά. LgGg(Sm)P 739 ἰαίνεται: διαλύεται, τήκεται. LgGgSm(P) 740—42a σιγὴ δ’ οὔποτε: φησίν, ὅτι καὶ διὰ τῶν δένδρων καὶ διὰ τῶν κυμάτων ἦχον καὶ ψόφον ἀποτελεῖ καὶ οὐδέποτε ἡσυχίαν
5ἔχει. L b βλοσυρὰν δὲ ἐνταῦθα τὴν λαμπρὰν ἴσως σημαίνει. P c 〈τινασσομένων:〉 κινουμένων. Lg 743—49a ἔνθα δὲ καὶ προχοαί: φησίν, ὅτι καὶ ὁ Ἀχέρων Σοωναύτης λέγεται καὶ ὅτι ἐκ τῆς Ἀχερουσίας ἄκρας φέρεται διά τινος
10φάραγγος εἰς τὴν πρὸς ἀνατολὰς θάλασσαν. b 〈ἀν〉ερεύγεται: καταρρεῖ. LgP c Σοωναύτην: οἱ τὴν Ἡράκλειαν κατοικήσαντες Μεγαρεῖς, ὅτε εἰς τὴν ἀποικίαν ἔπλεον, χειμασθέντες εἰς τὸν Ἀχέροντα ποταμὸν κατ‐ έφυγον· ὅθεν καὶ διασωθέντες οἱ. ναῦται Σοωναύτην ἐκάλεσαν αὐτόν.
15οὗτοι δὲ οἱ Ἡρακλεῶται Μεγαρέων εἰσὶν ἄποικοι καὶ Βοιωτῶν, καὶ Μαριανδυνῶν κατοικοῦσι χώραν. d Σοωναύτης ποταμὸς περὶ Ἡράκλειαν, οὕτως ὠνομασμένος, ἐπειδὴ πάντας τοὺς ναυτιλλομένους διασώζει ἀπαθεῖς ἔχων καὶ ἠρε‐ μαίους λιμένας.
20e χρίμψαντας: ἐμπεσόντας. Lg(P) 750—51a τῇ ’ οἵγ’ αὐτίκα νηί: διὰ τῆς ἄκρας τῆς Ἀχε‐ ρουσίας εἰς αὐτὸν καθορμισθέντες. b εἰσωποί: ἐναντίοι, ἐσώτεροι γενόμενοι. Lg(P) c 〈νέον:〉 νεωστί. LgP
25752 οὐδ’ ἄρα δηθὰ Λύκ〈ον: Λύκον φησὶ τότε Μαριανδυνῶν185

186

βασιλεύειν, ὃς διὰ τὸ πρὸς τοὺς Βέβρυκας καὶ Ἄμυκον ἔχθος φιλοξένως τοὺς Ἀργοναύτας ὑπεδέξατο. φασὶ δὲ αὐτὸν υἱὸν εἶναι Δασκύλου τοῦ Ταντάλου καὶ Ἀνθεμοεισίας τῆς Λύκου τοῦ ποταμοῦ, ὡς μαρτυρεῖ καὶ Νύμφις ἐν τῷ αʹ τῆς Ἡρακλείας (fg 5 M. III 13) καὶ Ἡρόδωρος
5(31 fg 49 J.), παριστορῶν 〈...〉. ὑπεδέξατο δὲ τοὺς ἥρωας, ὥς τινες, διὰ τὴν πρὸς τὸν Πέλοπα τὸν θεῖον αὐτοῦ τιμήν. 754a αὐθένται Ἀμύκ〈οιο: συλληπτικῶς εἶπεν φονέας Ἀμύκου τοὺς ἥρωας, καίτοι Πολυδεύκους μόνου τοῦτο δεδρακότος. αὐθέντης δὲ λέγεται ὁ δι’ ἑαυτοῦ ἐπί τινος φόνον ἱέμενος, οἷον
10αὐτοέντης τις ὤν. b 〈αὐθένται:〉 οἱ φονευταί. LgGgSm c 〈κατὰ〉 κλέοσ, ὃ πρὶν ἄκουον〉: κατὰ τὴν διαδεδομένην φήμην. Lg(P) 755a ἀρθμόν: φιλίαν. Lg(P)
15b 〈ἀρθμόν:〉 συμβίβασιν. Sm 758 ἀντιβίην Βέβρυξ〈ιν: ἐχθροὶ ἀεὶ ἐγένοντο οἱ Μαριαν‐ δυνοὶ τῶν Βεβρύκων. ἡττήθησαν δὲ πολλάκις ὑπ’ αὐτῶν, 〈...〉 καὶ ὁ ἀδελφὸς αὐτοῦ Πριόλας συλληφθεὶς ὑπὸ τοῦ Ἀμύκου ἀνῃρέθη. ὕστερον δὲ προσλαβόμενος Ἡρακλέα σύμμαχον πρὸς Ἀμαζόνας στρατευόμενον
20ἐξ εὐχεροῦς περιεγένετο τῶν Βεβρύκων. τινὲς δὲ τὸν Πριόλαον υἱὸν αὐτοῦ καὶ οὐκ ἀδελφὸν ἱστοροῦσιν. 763 〈σφωιτέρων:〉 ἀντὶ τοῦ σφετέρων. Lm 765 ὅσσα τε Κύζικον: Κύζικον τὴν πόλιν τῶν Δολιόνων φησίν, οὐ τὸν βασιλέα. L
25767 Γλαύκοιό τε βάξιν: ὁ Γλαῦκος παρὰ τοῖς Ἴβηρσι τιμᾶται
Γέρων καλούμενος. ἔστι δὲ ἄκρα Γλαύκου ἐκεῖ καλουμένη.186

187

770 〈ἀβόλησαν:〉 ἐνέτυχον. Sm 771 〈δ’:〉 ὁ Λύκος. Sm 775 〈πείρετ’:〉 πειρᾶτε. Sm 777—79 ὅτε δεῦρο δι’ Ἀσίδος ἠπ〈είροιο: τῆς Λυδίας
5λέγει. Ἀσία γὰρ τὸ πρότερον ἐκαλεῖτο ἡ Λυδία. καὶ Ὅμηρος (Β 461)· ‘Ἀσίῳ ἐν λειμῶνι‘. καὶ ἡ κιθάρα Ἀσία λέγεται, ἐπεὶ ἐν Λυδίᾳ πρῶτον εὑρέθη. τὸ δὲ πεζὸς ἔβη· ἀκολούθως τῷ μύθῳ πεζὸν τὸν Ἡρακλέα φησὶν ἐπὶ τὸν ζωστῆρα τῆς Ἱππολύτης ἀπελθεῖν, δηλαδὴ διὰ τὸ τὰς Συμπληγάδας πέτρας 〈ἔτι〉 τότε συντρέχειν. ἆθλος δὲ ἦν οὗτος ἔνατος.
10πολλοὶ δὲ λόγοι περὶ τοῦ ζωστῆρός εἰσιν· τινὲς μὲν γὰρ Ἱππολύτης, ἄλλοι δὲ Δηιλύκης, Ἴβυκος (fg 45 B. III 249) δὲ ἰδίως ἱστορῶν Οἰο‐ λύκης τῆς Βριάρεω θυγατρός φησιν. 780—83a ἔνθα δ’ ἐπὶ Πριόλα〈ο: φησίν, ὅτι, ἡνίκα Ἡρα‐ κλῆς ἐπὶ τὸν Ἱππολύτης ἐπορεύετο ζωστῆρα, κατέλαβε Μαριανδυνοὺς
15ὑπὸ Βεβρύκων καταπονουμένους. ἐπιστρατεύσας δὲ μετὰ Μαριανδυνῶν ἐχειρώσατο τοὺς πολεμίους. πεσόντος δὲ ἐν τῇ μάχῃ Πριολάου τοῦ Μαριανδυνῶν ἡγουμένου ἀγὼν ἐπιτάφιος ἐτέθη ἐπ’ αὐτῷ, ἐν ᾧ Ἡρα‐ κλῆς ἐνίκησεν 〈Τιτίαν〉 ἕνα τῶν Μαριανδυνοῦ. Πριόλας δὲ ἀδελφὸς Λύκου, ἀφ’ οὗ καὶ ἡ πόλις, υἱὸς δὲ ἦν Τιτίου. τὸν δὲ Τιτίαν οἱ μέν
20φασι Διὸς παῖδα, ἕνα τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ. ὁ δὲ Μαριανδυνὸς Φινέως ἢ Φρίξου ἢ Κιμμερίου λέγεται παῖς εἶναι. ἀπὸ δὲ Τιτίου φασὶ Τίτιον τὴν πόλιν κληθῆναι.
b ἔνθα δ’ ἐπὶ Πριόλ〈αο: ἰδίως τὸν θρηνούμενον Πριόλαόν187

188

φησι, τῶν ἄλλων Βώριμον λεγόντων τὸν Τιτίου υἱόν, ὡς Νύμφις (fg 9 M. III 14) καὶ Καλλίστρατος (fg 1 M. IV 353). c ἐλέγοισιν: θρήνοις· τὰ γὰρ ἐλεγεῖα ἐπὶ ἐπιτυμβίοις ἐχρῶντο οἱ παλαιοί.
5d 〈ἀθλεύων:〉 Ἡρακλῆς. Sm 786—87a αὐτὰρ ὁμοῦ Μυσοῖσιν: τὸ ἑξῆς· ὁ Ἡρακλῆς τῷ ἐμῷ πατρὶ Δασκύλῳ ὑπέταξεν ὁμοῦ Μυσοὺς καὶ Φρύγας. τινὲς γράφουσι Μυγδόνας, ἵνα ᾖ· ὁμοῦ Μυσοὺς καὶ Μυγδόνας ὑπέταξε τῷ πατρί μου. ὅτι δὲ Φρύγας ἐχειρώσατο τοῖς Μαριανδυνοῖς, καὶ
10Νύμφις (fg 3 M. III 13) ἱστορεῖ. διὸ καὶ οὕτω γράφεται. εἰ δὲ γρά‐ φοιτο Μυγδόνας, ἤτοι τοὺς Βέβρυκας ἀπὸ Μυγδόνος βασιλέως αὐτῶν οὕτω κέκληκεν, ἢ ῥητέον, ὅτι Μοίριδι κατηκολούθησεν· οὗτος γὰρ Μυγδόνας ἔφησε καταπολεμῆσαι τὸν Ἡρακλέα. b 〈ὑπὸ πατρί: γράφεται〉 ὑπὸ δουρί. Lg
15789—91a ἔστ’ ἐπὶ Ῥηβαίου προχ〈οάσ: τὴν μὲν Παφλα‐ γονίαν μέχρι τοῦ Βιλλαίου ποταμοῦ κατεστρέψατο πᾶσαν· οὗτος δὲ ὁ ποταμὸς διὰ τῆς ἐπικειμένης Φρυγίας ῥέων ἐξίησι παρὰ τὴν τῶν Τιανῶν πόλιν· ἐκ δὲ τούτου πρὸς δυσμὰς ἕως τοῦ Ῥήβα καὶ τοῦ ἐπικειμένου
σκοπέλου κατὰ τὴν ἐκβολὴν τούτου 〈...〉. ὅτι δὲ τοὺς Παφλαγόνας188

189

ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον, ἱστορεῖ Δεινίας ἐν αʹ Ἀργολικῶν (fg 1 M. III 24) καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν ιʹ Βιθυνιακῶν (fg 2 M. III 300). b Βιλλαῖος προπερισπωμένως. οὕτω φησὶν Ἡρωδιανὸς ἐν τῷ
5εʹ τῆς Καθόλου (I 132, 19 L.). ἔστι δὲ ποταμὸς Παφλαγονίας, οἱ δὲ Φρυγίας. 794—95a δὴν ἀποτεμνόμενοι: ἐπὶ πολὺ ἀφαιρούμενοι. LgP b ὄφρ’ ἐβάλοντο: φησίν, ὅτι οἱ Βέβρυκες πολὺ ἀπετάμοντο τῆς Μαριανδυνῶν χώρας καὶ μέχρι τοῦ Ὑπίου ποταμοῦ προηγάγοντο
10τοὺς ὅρους. ᾤκισται δὲ παρὰ τῷ ποταμῷ ἐν τῇ Θυνίᾳ καὶ πόλις Ὑπία λεγομένη. ὁ δὲ Ὕπιος ὠνόμασται ἀπὸ τοῦ καταφέρεσθαι ἀπὸ τῶν Ὑπίων ὀρῶν. εἱαμενὰς δὲ λέγει τοὺς καθύγρους τόπους. 796—98 ἐπελάσσαι ἄρηα: ἐπαγαγεῖν. οὐ χωρὶς θεῶν, φησί, προνοίας, ὦ Πολύδευκες, ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέκτεινας τὸν Ἄμυκον. L
15799 ἄρκιος: ἱκανός. LgP 800a τίσω: ἀποδώσω. Lg(P) b 〈προφρονέως:〉 ἑτοίμως. Lg c 〈ἠπεδανοῖσιν:〉 ἀσθενέσι. Lg 801 ὀφέλλειν: εὐεργετεῖν. LgP
20804a 〈διὲξ ἁλός:〉 γράφεται διαμπερές. Gg b ἀντιάοιτε: περιτύχοιτε. Lg(P) 806—07 νόσφι δὲ Τυνδαρίδαις: χωρὶς δὲ τούτου τοῖς Τυν‐ δαρίδαις, τουτέστι τοῖς Διοσκούροις, ἱερὸν ἱδρύσομεν ἐπὶ τῆς Ἀχερουσίας ἄκρας.
25809—10 πίονας εὐαρότοιο: ἀντὶ τοῦ· τέμενος πρὸ τῆς
πόλεως ἀπομερίσω αὐτοῖς. L189

190

811a ὣς τότε μέν: οὕτως τότε δι’ ὅλης ἡμέρας περὶ τὴν εὐωχίαν ἐτέρποντο καὶ ἔπαιζον. L b 〈ἐψιόωντο:〉 ὡμίλουν. Gg(P) c 〈ἐψιόωντο:〉 ἔλεγον. Sm
5812a ἐγκονέοντες: ἐνεργοῦντες. ὅθεν καὶ γόνυ οἷον κόνυ τι ὄν, παρὰ τὸ ἐνεργεῖν δι’ αὐτοῦ. b 〈ἐγκονέοντες:〉 ἀγωνιζόμενοι. Sm 815 ἔνθα δ’ Ἀβαντιάδην: περὶ τοῦ Ἴδμονος ἐν Μαριανδυ‐ νοῖς γενομένου θανάτου καὶ Ἡρόδωρος (31 fg 50 J.) ἱστορεῖ [ἐν τοῖς
10Περὶ Ἡρακλείας]· καὶ Προμαθίδας (fg 2 M. III 201) εἶπε καὶ Νύμφις ἐν τοῖς Περὶ Ἡρακλείας (fg 7 M. III 13), ὡς ὁ Ἴδμων ὑπὸ συὸς ἐπλήγη. 817 ἐπεὶ χρεὼ ἦγε δαμῆ〈ναι: ἡ χρεία, ἡ εἱμαρμένη. 818 δονακώδεος: ὑλώδους. Lg(P) 819 ψυχόμενος: ψυχιζόμενος, τῷ ψυχρῷ βρεχόμενος.
15821 ἑλειονόμοι: αἱ ἐν τοῖς ἕλεσι διατρίβουσαι. 822a 〈οἶος:〉 μόνος. Lg b τῖφος: ὁ ἑλώδης τόπος. LGgP 823a ἀνὰ θρωσμούς: ἀντὶ τοῦ κατὰ τὰς ἀναβολὰς καὶ ἀνα‐ βάσεις καὶ ἀνόδους.
20b 〈θρωσμούς:〉 πηδήματα. Sm 824a 〈νίσσετ’:〉 ἤρχετο. Lg
b ἀφράστοιο: ἀπροσδοκήτου. Lg(P)190

191

826 〈ἀίγδην:〉 ὁρμητικῶς. Lg 828 ὀρέξατο: ἔτεινεν. Lg(P) 829 αἰγανέην: ἢ παρὰ τὸ ἄγαν ἵεσθαι, ἢ διὰ τὴν ἀγκύλην τὴν ἐξ αἰγείου δέρματος γεγενημένην, ἢ διὰ τὰς αἶγας, παρὰ τὸ ἐπ’
5αὐτὰς νεῖσθαι. 830 ἐν δὲ τῷ καπρίου νοεῖται ἡ κατά. P 831 θοῷ: τῷ ὀξεῖ. LgP 833 ψυχορραγέοντα: ἀποψυχοῦντα. Lg(P) 836 κηδείῃ: τῷ πένθει τῷ περὶ τοῦ νεκροῦ. Lm(P)
10838 μεγαλωστί: μεγαλοπρεπῶς. LgP 843 νηίου ἐκ κοτίνοιο: κότινός ἐστιν ὁ ἀγριέλαιος, ἀλλὰ καὶ ἡ ἄκαρπος ἐλαία, φάλαγξ δὲ τὸ ἐπίμηκες καὶ στρογγύλον ξύλον. πολλὰς δὲ τοιαύτας εἶχον φάλαγγας οἱ ἀριστεῖς πρὸς τὰς νεωλκίας, ἀφ’ ὧν ἐπὶ τῷ τοῦ Ἴδμονος τάφῳ κατὰ παραίνεσιν τοῦ Ὀρφέως μίαν
15λαβόντες προσέπηξαν, ἥτις βλαστήσασα ἔτι καὶ νῦν δείκνυται. περὶ ταύτην δὲ τὴν Ἡράκλειαν ἔκτισαν. 844—47a χρειὼ ἀπηλεγέως: εἰ δέ με, φησί, καὶ τοῦτο δεῖ ἁπλῶς καὶ κατὰ ἀλήθειαν ἐξειπεῖν· οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἐχρησμῴ‐ δησεν ὁ θεὸς ἐξιλάσκεσθαι Μεγαρεῦσι καὶ Βοιωτοῖς, ὅτε τὴν Ἡράκλειαν
20ἔμελλον κτίζειν. τοῦτο δὲ ἔφη ὁ Ἀπολλώνιος ὡς μὴ εἰδότων τῶν Ἡρα‐ κλεωτῶν, τίς εἴη ὁ τεθαμμένος παρ’ αὐτοῖς καὶ χρησμῳδηθεὶς εἶναι πολιοῦχος ὑπὸ τοῦ θεοῦ. λέγει δὲ καὶ Προμαθίδας (fg 3 M. III 201), ὅτι, διὰ τὸ ἀγνοεῖν ὅστις εἴη, Ἀγαμήστορα ἐπιχώριον ἥρωα καλοῦσιν οἱ Ἡρακλεῶται. ὅτι δὲ Βοιωτοὶ καὶ Μεγαρεῖς ἔκτισαν τὴν ἐν Πόντῳ
25Ἡράκλειαν, καὶ Ἔφορος ἐν εʹ (70 fg 44a J.) καὶ ἄλλοι ἱστοροῦσιν.
b γηρύσασθαι: εἰπεῖν. LgP191

192

c ἐπιρρήδην: ὅτι ἐπικαλεῖν αὐτὸν πολιοῦχον ὁ θεὸς προσ‐ έταξεν. L d τὸ δὲ ἐπιρρήδην τὸ διαρρήδην καὶ φανερῶς σημαίνει. P 848—50a ἀμφὶ δὲ τήνδε φάλ〈αγγα: περὶ γὰρ τὸν ἀγρι‐
5έλαιον τὸν ἐπιπεφυκότα τῷ Ἴδμονος τάφῳ ἐθέσπισεν ὁ θεὸς τοῖς Με‐ γαρεῦσι καὶ Βοιωτοῖς τὴν πόλιν κτίσαι, λέγει δὲ τὴν Ἡράκλειαν· ἐν γὰρ τῇ ἀγορᾷ τῶν Ἡρακλεωτῶν ὑπάρχει ὁ τάφος, ὥς φησιν Ἡρόδωρος (31 fg 51 J.), ἐφ’ οὗ ἐστιν ἀγριέλαιος. b οἱ δ’ ἀντὶ θεουδέος: ὅτι τὸν τάφον τοῦ Ἀγαμήστορος
10λέγουσί τινος ἥρωος ἐπιχωρίου. 854 Ἁγνιάδην Τῖφυν: ὅτι ἐν τῇ Ἡρακλείᾳ τέθνηκεν καὶ ὁ Τῖφυς, εἶπε Νύμφις (fg 8 M. III 13). Ἡρόδωρος (31 fg 54 J.) δέ φησιν, ὅτι οὐκ ἀπιόντων εἰς Κόλχους τέθνηκεν ὁ Τῖφυς, ἀλλ’ ὑποστρε‐ φόντων.
15857 εἰσότ’ Ἀβαντιάδ〈αο: ἐν ὅσῳ ἔθαψαν τὸν Ἴδμονα, ἐν τοσούτῳ καὶ ὁ Τῖφυς νοσήσας ἐτελεύτησεν. 858 κῆδος: λύπην. Lg (P) 859—60 παρασχεδόν: ἀντὶ τοῦ ἐν τῷ μεταξύ. Lg P 862—63 κατήμυσαν δ’ ἀχέεσσι: ἐστύγνασαν, ταῖς λύπαις
20κατεκλίθησαν, ὅτι ἀπηλπίκεισαν τὴν σωτηρίαν παντάπασιν. 865—72a Ἴμβρασος ποταμὸς Σάμου ὁ πρότερον Παρθένιος λεγόμενος, ὡς καὶ Καλλίμαχος (fg 213 Schn.)·
‘ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου.‘ b Ἀστυπάλαια: ὅτι Ποσειδῶνος καὶ Ἀστυπαλαίας τῆς Φοίνικος
25ὁ Σάμιος Ἀγκαῖος ἦν παῖς, ὃς ἐκυβέρνα τὴν ναῦν μετὰ τὴν Τίφυος τελευτήν, καὶ Σιμωνίδης ὁ γενεαλόγος (8 fg 2 J.) ὁμοίως τῷ Ἀπολλω‐ νίῳ γενεαλογεῖ. c Ἀστυπάλαια: ὄνομα νύμφης. Lg (P)
d περιπρὸ γὰρ εὖ ἐκέ〈καστο: ἀντὶ τοῦ διαφερόντως.192

193

e Παρθενία δὲ ἡ Σάμος ἐκαλεῖτο. ἐκέχρητο γὰρ πολλοῖς ὀνό‐ μασι· καὶ γὰρ Μελάνθεμος καὶ Παρθενία καὶ Ἀνθεμοῦσσα ἐκαλεῖτο. 873 〈τοι:〉 μοι. Lg 875 〈οὔτισ〉 ἰάψει: οὐδεὶς διαφθερεῖ τὸν πλοῦν. Lm (P)
5878 ὀρέξατο: ὄρεξιν ἔλαβε καὶ οἷον πρόθυμος ἐγένετο. 888 κατηφήσαντες: δυσανασχετοῦντες. Lm (P) 889 τῷ καὶ ὁμοῦ φθιμένοις: διὸ καὶ σὺν τοῖς ἀπολλυ‐ μένοις καὶ αὐτὸς προορῶμαι τὴν ἀπώλειαν. Lm (P) 895 ἐτράπεθ’: μετέπεσε καὶ μετετράπη εἰς εὐελπιστίαν ὁ
10Ἀγκαῖος. Lm P 896 〈Ἐργῖνος:〉 Ἡρόδωρος (31 fg 55 J.) Ἐργῖνόν φησι κυ‐ βερνῆσαι τὴν Ἀργὼ μετὰ τὸν θάνατον Τίφυος. 901 〈Ἀχέροντα διεξεπέρησαν:〉 διὰ τοῦ Ἀχέροντος ἐξή‐ λασαν ποταμοῦ. ἔτυχον γὰρ μέχρι εʹ σταδίων ἀναπλεύσαντες διὰ τοῦ
15Ἀχέροντος καθορμισόμενοι, ὥς φησι καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις (31 fg 8 J). Lm (P) 904—10a Καλλιχόροιο: ποταμὸς Παφλαγονίας ἱερὸς Διο‐ νύσου περὶ Ἡράκλειαν, οὗ μέμνηται καὶ Καλλίμαχος (fg 100e 3 Schn.). ἔξεισι δὲ διὰ στομάτων δισσῶν. οὕτω δὲ κέκληται ὁ ποταμὸς ἀπὸ τοῦ
20τὸν Διόνυσον αὐτόθι στῆσαι χορόν, ὅτε ἀπὸ Ἰνδῶν ὑπέστρεφε. τοῦτον δὲ πάλιν Ὀξύνοντα ἐκάλουν. ὅτι δὲ ἐπολέμησεν Ἰνδοὺς ὁ Διόνυσος,
Διονύσιός (32 fg 13 J.) φησι καὶ Ἀριστόδημος ἐν αʹ Θηβαϊκῶν ἐπιγραμ‐193

194

μάτων (fg VII Radtke Herm. 36, 1901, 54) καὶ Κλείταρχος ἐν ταῖς Περὶ Ἀλέξανδρον ἱστορίαις (137 fg 17 J.), προσιστορῶν, ὅτι καὶ Νύσα ὄρος ἐστὶν ἐν Ἰνδικῇ καὶ κισσῷ προσόμοιον φυτὸν φυτεύεται ἐκεῖ, ὃ προσαγορεύεται σκινδαψός. ὡσαύτως δὲ καὶ Χαμαιλέων ἱστόρησεν ἐν εʹ
5Περὶ Ἰλιάδος (fg 7 Koepke De Cham. peripatetico, Progr. gymn. Frider. Berol. 1856, 18). Lm (P) b ᾧ ἐν ἀμειδή〈τουσ: ἤτοι φρικτὰς διὰ τὰ μυστήρια τοῦ θεοῦ, ἢ ὅτι φοβεραί εἰσιν αἱ νύκτες. Εὐριπίδης (Bacch. 486)·
‘νύκτωρ τὰ πολλά, σεμνότητ’ ἔχει σκότος.‘
10911—14 Σθενέλου τάφον: ἐν τῇ Παφλαγονίᾳ Σθενέλου τάφος ἐστὶ τοῦ Ἄκτορος, ὃς συστρατεύσας Ἡρακλεῖ ἐπ’ Ἀμαζόνας, τρω‐ θεὶς ἀνεχώρησεν καὶ ἀπέθανε καθ’ ὁδὸν περὶ τὴν Παφλαγονίαν. τὴν δὲ περὶ Σθενέλου ἱστορίαν ἔλαβε παρὰ Προμαθίδα (fg 4 M. III 201), τὰ δὲ περὶ τοῦ εἰδώλου αὐτὸς ἔπλασεν.
15915 ἐμέτρεον: ἀντὶ τοῦ παρέπλεον. Lg P 917 στεφάνης: τοῦ ἄκρου. Lg (P) 926 ἥγνισαν: ἀπεκάρπωσαν, ἔκαυσαν. Lg (P) 928—29 ἐκ τοῦ δὲ Λύρη πέλ〈ει: οὗτος μέν φησιν ἐπὶ τῷ τοῦ Ἀπόλλωνος βωμῷ τὴν λύραν τεθεῖσθαι, διὸ καὶ τὴν χώραν προσ‐
20ηγορεῦσθαι· ὁ δὲ Προμαθίδας (fg 4 M. III 201) ἐπὶ στήλης αὐτὴν τεθεῖσθαι ὑπὸ Ὀρφέως. τινὲς δὲ οὕτως λεγομένην χώραν 〈οὐ〉 περὶ Παφλαγονίαν 〈εἶναί φασιν, ἀλλὰ ...〉. 933—34 ἐντενές: συντόνως. ταρσὸν δὲ τὸ ὁμαλόν φησιν, δηλοῖ δὲ τὰς πτέρυγας.
25935 ῥιπήν: τὴν ὁρμήν. LgP194

195

936—39a καὶ δὴ Παρθενίοιο ῥοάς: ποταμὸς Παφλαγονίας, ἐκβάλλει δὲ τὰ ῥεύματα περὶ πόλιν Σήσαμον. τὸ δὲ ὕδωρ αὐτοῦ ἐν στάσει παρέρχεται. Παρθένιον δέ φησιν αὐτὸν ὠνομάσθαι Καλλισθένης (124 fg 40 J.) διὰ τὸ τὴν Ἄρτεμιν ἐν αὐτῷ λούεσθαι. ἔνιοι δὲ διὰ τὸ
5στάσιμον τοῦ ῥεύματος καὶ ἤρεμόν φασιν οὕτω προσαγορεύεσθαι. b 〈παρεμέτρεον:〉 ἀντὶ τοῦ παρέπλεον. Lg c. Λητωίς: ἡ Ἄρτεμις. Lg P 941—42a Σήσαμος πόλις Παφλαγονίας. Ὅμηρος (Β 853)· ‘καὶ Σήσαμον ἀμφενέμοντο‘. τὸ δὲ Σήσαμον μετωνομάσθη Ἄμαστρις ἀπὸ
10Δαρείου ἀδελφοῦ θυγατρός. ἐκλήθη δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ σήσαμον λαβεῖν 〈...〉 παρὰ Καρῶν ἀντὶ τῆς χώρας, βουλομένων κτίσαι τὴν πόλιν. Ἐρυθῖνοι δὲ οὕτω λεγόμενοι λόγοι περὶ Παφλαγονίαν. οὕτω δὲ λέγονται διὰ τὴν ἐρυθρότητα τοῦ χρώματος· εἰσὶ γὰρ τοιοῦτοι. καὶ Ὅμηρος αὐτῶν μέμνηται (Β 855)· ‘καὶ ὑψηλοὺς Ἐρυθίνουσ‘. 〈...〉
15ὑλήεντα δὲ εἶπεν διὰ τὸ τὸν πύξον ἐκεῖ πολὺν γίνεσθαι. b Κρωβίαλος πόλις περὶ Παφλαγονίαν, ἧς μέμνηται Στράβων ἐν Γεωγραφουμένοις (XII 545)· παρ’ Ὁμήρῳ (Β 855) δὲ μεταγράφει
ἀντὶ τοῦ ‘Κρώμναν τ’ Αἰγιαλόν τε‘ ‘Κρώμναν Κρωβίαλόν τε‘.195

196

c 〈Κρώμναν:〉 πόλις Παφλαγονίας. Lg d 〈Κύτωρον:〉 πόλις Παφλαγονίας. Lg 943 〈Κάραμβιν:〉 ἄκρα περὶ τὸν Πόντον. Lg 944—45 Αἰγιαλόν: ἔστι γὰρ Αἰγιαλὸς σταδίων ϡ κάμψαντι
5τὴν Κάραμβιν μέχρι Σινώπης. Lm(P) 946—54a αὐτίκα δ’ Ἀσσυρίης: Ἀσσυρίαν εἶπε [τὴν Συρίαν] τὴν Καππαδοκίαν. ἐκαλεῖτο δὲ πάλαι Συρία· διὸ τὸν Ἅλυν ποταμὸν μεταξὺ Σύρων καὶ Παφλαγόνων ῥέοντα Ἡρόδοτός (I 6) φησιν εἰς τὸν Εὔξεινον ἐκδιδόναι πόντον. τινὲς δὲ τῶν ἀρχαίων Λευκοσυρίαν αὐτὴν
10ἐκάλουν. b τὴν δὲ τῶν Ἀσσυρίων χώραν Λευκοσύρων φησὶ καλεῖσθαι Ἄνδρων ἐν τῷ Περὶ Πόντου (fg 2 M. II 348) κατὰ ἀντέμφασιν τῶν ἐν τῇ Φοινίκῃ Σύρων. ὅτι δέ τινες τοὺς Ἀσσυρίους Λευκοσύρους λέγουσι, φησὶ καὶ Ἀρτεμίδωρος (fg 134 Stiehle Phil. 11, 1856, 236).
15c ἔνθα Σινώπην: πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης, ἣν ἁρπάσας Ἀπόλλων ἀπὸ Ὑρίας ἐκόμισεν εἰς Πόντον, καὶ μιγεὶς αὐτῇ ἔσχε Σύρον, ἀφ’ οὗ οἱ Σύροι.
ἐν δὲ τοῖς Ὀρφικοῖς (fg 45 Kern) Ἄρεως καὶ Αἰγίνης γενεαλογεῖται·196

197

κατὰ δέ τινας Ἄρεως καὶ Παρνάσσης, κατ’ Εὔμηλον (fg 8 Kink. 191) καὶ Ἀριστοτέλην (fg 540 Rose 1567b 21) Ἀσωποῦ. καὶ οὗτος μέν φησιν, ὅτι Ἅλυν τε τὸν ποταμὸν ἐπλάνησε καὶ Ἀπόλλωνα καὶ Δία, αἰτη‐ σαμένη παρ’ αὐτῶν πρότερον, ἵν’ ἐπιτύχοι οὗ ἂν θέλοι, ἔπειτα, εἰποῦσα
5παρθενίας ὀρέγεσθαι, ταύτης ἐπέτυχεν ὡς ἂν ὅρκῳ δεδεμένων αὐτῶν. Φιλοστέφανος (fg 3 M. III 29) δέ φησι τοὐναντίον Ἀπόλλωνι αὐτὴν μιγεῖσαν ἀποκυῆσαι τὸν προσαγορευθέντα Σύρον. ὁ δὲ Τήιος Ἄνδρων (v. sch. b) φησὶ μίαν τῶν Ἀμαζόνων φυγοῦσαν εἰς Πόντον γήμασθαι τῷ τῶν τόπων ἐκείνων βασιλεῖ, πίνουσάν τε πλεῖ‐
10στον οἶνον ὀνομασθῆναι Σανάπην [ἐπειδὴ μεταφραζόμενον τοῦτο ση‐ μαίνει τὴν πολλὰ πίνουσαν], ἐπειδὴ αἱ μέθυσοι σανάπαι λέγονται παρὰ Θρᾳξίν, ᾗ διαλέκτῳ χρῶνται καὶ Ἀμαζόνες· 〈καὶ〉 κληθῆναι τὴν πόλιν 〈Σανάπην〉, ἔπειτα κατὰ φθορὰν Σινώπην. ἡ δὲ μέθυσος Ἀμαζὼν ἐκ 〈ταύτησ〉 τῆς πόλεως παρεγένετο πρὸς Λυτίδαν, ὥς φησιν Ἑκαταῖος
15(1 fg 34 J.). 955—61a Τρικκαίοιο: ἡνίκα ὁ Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Ἀμαζόνας, σύμμαχοι ὄντες οἱ περὶ τὸν Αὐτόλυκον ἐπλανήθησαν καὶ περὶ τὴν νῦν καλουμένην Σινώπην ᾤκησαν. ἄλλοι δέ φασιν ἑκουσίως κατα‐ λειφθῆναι αὐτούς, ἵνα τοὺς περὶ Σινώπην καταπολεμήσωσι τόπους.
20b Δηιλέων τε καί: οὗτοι καταλειφθέντες ὑπὸ Ἡρακλέους ἐπὶ τὸν τῆς Ἀμαζόνος ζωστῆρα κεχωρηκότος, φήμης 〈δια〉δοθείσης ὡς ἀπόλωλεν Ἡρακλῆς, τῶν Σινωπέων λεγόντων, παραπλεόντων τῶν Ἀργοναυτῶν παρεκάλεσαν ἀναλαβεῖν αὐτοὺς τῇ νηί. τινὲς δέ φασιν, ὅτι ἐπλανήθησαν ἀπὸ Ἡρακλέους καὶ περὶ τὴν νῦν καλουμένην Σινώπην ᾤκησαν. L
25c ἀργέσταο: τοῦ ζεφύρου· ἢ οὕτως λεγομένου, ὃς ἄρχεται
πνεῖν ἀπὸ θερινῶν δύσεων.197

198

d τὸ δὲ παρεπιπνείειν τὸ ἐπ’ ὀλίγον πνεῖν σημαίνει. τὸ δὲ ἆσσον σημαίνει τὸ τῆς νεὼς ἐγγὺς ἤδη πνέειν. P 963—65a Ἅλυς καὶ Ἶρις ποταμοὶ τῆς Λευκοσυρικῆς. τῆς δὲ περὶ Θεμίσκυραν ἄκρας καὶ ἐπάνω μέμνηται, εἰπὼν περὶ τοῦ Θερμώ‐
5δοντος (v. 371 sq.)· ‘Θεμισκύρειον ἐπ’ ἄκρην μύρεται‘. ἔχεται δὲ ἐν ταύτῃ, ὡς προεῖπον, ἡ καλουμένη Ἡράκλειος ἄκρα, ἧς μέμνηνται καὶ ἄλλοι τε καὶ Ἀρτεμίδωρος (fg 135 Stiehle Phil. 11, 1856, 236), ἐφ’ ἧς τὸ τοῦ Ἡρακλέους ἱερὸν ἵδρυται. b ἠδὲ καὶ Ἀσσυρίης 〈πρόχυσιν: πρόχυσιν ἔφη τῆς
10Ἀσσυρίας, τουτέστι τῆς Λευκοσυρίας, τὴν ἐκκειμένην χώραν αὐτῆς εἰς θάλασσαν, ὡς καὶ ἐν τοῖς ἐπάνω·
‘λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ’ ἁλιμυρέα χώραν
Ἀσσυρίης ἀνέχουσαν ἀπὸ χθονός.‘ τοῦτο δὲ εἶπεν ὡς ποταμοχώστου τῆς γῆς οὔσης διὰ τὸ μεγάλους εἰς
15αὐτὴν καταφέρεσθαι ποταμούς, Ἅλυν καὶ Ἶριν. καὶ οὕτως ἔχει ταῖς ἀληθείαις, καὶ πρὸς τὰς ἄρκτους ἡ χώρα ἔκκειται. διὸ ποταμόχωστον λέγει εἶναι Ἀπολλωνίδης (M. IV 309)· τοὺς γὰρ προειρημένους ποταμοὺς ἀμφοτέρους, μάλιστα τὸν Ἶριν, μακροῖς αὐτὴν προσχώμασιν εἰς μέσον ἐκτείνειν τὸ πέλαγος· διὸ δὴ σύμπασαν εἶναι ποταμόχωστον τὴν γῆν.
20καὶ ἄλλοτε κατ’ ἄλλους ἐκδιδόναι τόπους εἰς τὴν θάλασσαν τὸν Ἶριν·
βίαιον γὰρ καὶ πολὺν αὐτὸν ἀπὸ τῆς Ἀρμενίας διὰ χειμερίου καὶ μακρᾶς198

199

φερόμενον παρασύρειν τὴν γῆν. τοῦ δὲ κύματος παλίσσυτον ἐλαύνοντος ἐπὶ τὴν γῆν τὴν ἰλύν, συμβαίνειν τὴν χώραν ἐπιπολὺ παραύξεσθαι καὶ τὴν θάλασσαν γίνεσθαι τεναγώδη. c γνάμψαν Ἀμαζονίδ〈ων ἕκαθεν λιμενήοχον ἄκρην:
5εἰκότως εἶπεν, ἐπειδὴ ἀπὸ Σινώπης μέχρι Τραπεζοῦντος τῆς Κολχικῆς ἐπὶ τρισχιλίων σταδίων λιμὴν ἄλλος οὐχ ὑπόκειται πλὴν τοῦ κατὰ τὸ Ἡράκλειον [τόπον]. τῆς δὲ Θεμισκυρείου ἄκρας καὶ ἄνω (V. 371) μέ‐ μνηται. Ἔφορος δὲ ἐν θʹ (70 fg 60a J.) φησὶ τὰς Ἀμαζόνας ὑβρι‐ ζομένας ὑπὸ τῶν ἀνδρῶν, ἐξελθόντων αὐτῶν ἐπί τινα πόλεμον τοὺς
10μὲν καταλειφθέντας ἀναιρεῖν, τοὺς δὲ ἀπὸ τῆς ξένης προσιόντας μὴ δέχεσθαι. Διονύσιος δὲ ἐν βʹ (32 fg 4 J.) κατὰ Λιβύην αὐτὰς ᾠκηκέναι φησί, ῥώμῃ δὲ διενεγκούσας καὶ τρεψαμένας τοὺς ὁμόρους ἐλθεῖν καὶ ἐπὶ τὴν Εὐρώπην καὶ πολλὰς αὐτόθι πόλεις κτίσαι, ὑποτάξαι τε αὑταῖς τὸ Ἀτλαντικὸν ἔθνος, ὃ ἦν δυνατώτατον τῶν τῆς Λιβύης. Ζηνόθεμις
15δὲ αὐτάς φησιν ᾠκηκέναι ἐν Αἰθιοπίᾳ καὶ διερχομένας ἐπὶ τὸ ἀντιπέραν συγγίνεσθαι τοῖς αὐτόθι ἀνδράσιν, καὶ εἰ μὲν θῆλυ ἀποκυήσειαν, προσ‐ εθίζειν τῇ αὐτῇ ἀγωγῇ, εἰ δὲ ἄρρεν, τοῖς ἀνδράσι διδόναι. d λιμενήοχον ἄκρην: ἐὰν μὲν τὴν συνεχομένην, προπαροξυ‐ τόνως· ἐὰν δὲ τὴν συνέχουσαν τὸν λιμένα, παροξυτόνως.
20970 〈τῆς οἵγ’ ἐν κόλπῳ:〉 τῆς προειρημένης ἄκρας ἐν τῷ κόλπῳ ὥρμισαν. Lm(P)
972—75a τῷ δ’ οὔτις ποτ〈αμῶν: ὅτι ὁ Θερμώδων ἐν τῇ199

200

Λευκοσυριακῇ ἐστιν, ἣν πρότερον Ἀμαζόνες ᾤκουν, οὐκ ἀγνοεῖται. φησὶ δὲ αὐτὸν ὁ μὲν Ἀπολλώνιος τεσσάρων δεούσας καταχεῖν ἑκατὸν ἀπορ‐ ρύσεις εἰς ἄλλα καὶ ἄλλα μέρη ῥεούσας ἀπὸ μιᾶς πηγῆς· ἄλλοι δέ, ὅτι πόρους 〈...〉 δέχεται εἰς αὑτόν. ὁ αὐτὸς δὲ οὗτος Ἀράξης ἐκαλεῖτο
5τὸ πρότερον, ὁμωνύμως τῷ ἐκ τῆς Ἀρμενίας ῥέοντι. b παρὲξ ἕθεν ἄνδιχα: περισσή ἐστιν ἡ παρά, ἔστι γάρ· ἐξ αὐτοῦ χωρὶς βάλλων τοσαῦτα ῥεύματα ἀπὸ μιᾶς πηγῆς ἄλλος οὐκ ἔστι ποταμός. c πεμπάζοι: μετροῖ, ψηφίζοι. Lg(P)
10978—79 ἔνθεν δ’ αἰπυτέρην: ἐκ τῆς ἀνωτάτω φησὶ πηγῆς καταντίον φερόμενον τὸν Θερμώδοντα ὑψηλὴ ὑποδέχεται γῆ, ὅθεν πολλὰς ἔχει ἀπορρύσεις καὶ ἐπιστροφὰς διὰ τὸ τὸ ὕδωρ ἐκτρέπεσθαι. 980—82 αἰεὶ δ’ ἄλλυδις ἄλλη: ἀεὶ δὲ ταπεινῆς οὔσης τῆς χώρας τοὺς μὲν τῶν πόρων εἰς μακρὰν ἔχει πεμπομένους, τοὺς δὲ ἐγγύς.
15983—84 δ’ ἀμφαδὸν ἄμμιγα παύροις: ὁ δὲ ὑπὸ τὴν κυρτὴν ἄκραν συμμεμιγμένος τοῖς ἄλλοις εἰς τὸν Εὔξεινον πόντον ῥεῖ. κυρτὴν δὲ τὴν ἄκραν φησὶν εἶναι διὰ τὸ ἐπικαμπῆ εἶναι. 987 ἐπητέες: λόγιαι, παρὰ τὸ ἔπος. ἤ· οὐκ εὐγνώμονες καὶ προμηθεῖς, ἀλλὰ θρασεῖαι καὶ ἀπερίσκεπτοι.
20988 πεδίον περὶ τὸν Θερμώδοντα Δοιάντιον, ἀπὸ Δοίαντος οὕτω κληθέν. Lm(P) 990 γενεὴν ἔσαν Ἄρεος: Ἁρμονία νύμφη Ναΐς, ἧς καὶ Ἄρεως Ἀμαζόνας εἶναί φησι Φερεκύδης (3 fg 15 c J.)· ᾧ ἕπεται Ἀπολλώνιος.
992 ἄλσεος Ἀκμονίοιο: οὐδέποτε Ἀκμόνιον ἄλσος ἐδήλωσεν200

201

ὁ Εἰρηναῖος (fg 20 Haupt Opusc. II 440). ἔστι δὲ περὶ τὸν Θερμώ‐ δοντα· μέμνηται αὐτοῦ καὶ Φερεκύδης ἐν βʹ (3 fg 15a J.). 994—95 ἔνθα Θεμισκύρειαι: αἱ ἐκ τῆς Θεμισκύρας, φησίν, Ἀμαζόνες ἐπὶ τῆς ἄκρας, ἔνθα κατέπλευσαν, ὡπλίζοντο· ἔφθασαν δὲ
5ἀναχθέντες οἱ ἥρωες. 998—1000 Λυκάστιαι: Λύκαστος χωρίον τῆς Λευκοσυρίας, ἀφ’ οὗ Λυκαστίας εἶπε τὰς Ἀμαζόνας. Χαδησίας δὲ αὐτὰς εἶπεν 〈ὡσ〉 Ἑκαταῖος (1 fg 7b J.) ἀπὸ τοῦ Χαδησίου. 1005—06a στυφελήν: τραχεῖαν καὶ σκληράν· οὕτως Κλειτόριοι
10λέγουσιν, ὥς φησι Ζηνόδοτος ἐν Γλώσσαις, Κυρηναῖοι δὲ τὴν χέρσον. οἱ δὲ Χάλυβες μεταλλεύοντες σίδηρον πωλοῦσι καὶ οὕτω τὰ ἐπιτήδεια πορίζονται, τραχεῖαν ἔχοντες πρὸς καρποὺς τὴν γῆν. προείρηται δὲ ἤδη περὶ αὐτῶν (sch. 373/76a). b στυφελὴν δὲ τὴν σκληράν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ
15χαλεποῦ, ὡς τὸ ‘ἀπὸ στυφελοῦ Ἀφροδίτησ‘. c ὦνον 〈βιοτήσιον: τίμημα τροφῆς. Lg(P) 1007—08a κελαινῇ λιγνύι: τῇ αἰθάλῃ. Lg(P) b ὀτλεύουσιν: ὑπομένουσι. διὰ τὸ χαλκεύειν αὐτοὺς τὸν σί‐ δηρον περὶ τῷ καπνῷ ταλαιπωρεῖν φησι.
201010—14 Τιβαρηνίδα γαῖαν: Τιβαρηνοὶ ἔθνος Σκυθίας. οὗτοι δικαιότατοι λέγονται καὶ οὐδέποτε μάχην τινὶ συνέβαλον, εἰ μὴ
πρότερον καταγγείλειαν ἡμέραν, τόπον, ὥραν τῆς μάχης. ἐν δὲ τῇ τῶν201

202

Τιβαρηνῶν γῇ αἱ γυναῖκες ὅταν τέκωσι, τημελοῦσι τοὺς ἄνδρας, ὡς Νυμφόδωρος ἐν τοῖς Νομίμοις (fg 15 M. II 379). 1015a Ἱερὸν αὖτ’ ἐπὶ το〈ῖσιν: ὄρος οὕτω καλούμενον τὸ καθῆκον εἰς τὸν Εὔξεινον πόντον.
5b 〈Ἱερόν:〉 τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον πόντον· μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῷ αʹ Περιόδου (fg 93 M. Herod. rec. Dind. 1844, App. 106) καὶ Σουίδας ἐν βʹ (fg 3 M. II 464) περὶ τοὺς λεγομένους Μάκρωνας. ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῷ τοῦ Πόντου Περίπλῳ (fg 3 M. IV 291) ἑκατὸν ἀπέχειν σταδίους αὐτό φησι τῆς
10Τραπεζοῦντος. ὁ δὲ Εἰρηναῖος (fg 21 Haupt Opusc. II 440) Μνησί‐ μαχόν φησι περὶ αὐτοῦ ἱστορεῖν ἐν τῷ αʹ Περὶ Σκυθῶν (fg 1 M. IV 453), ἀγνοῶν· ὁ γὰρ Μνησίμαχος ἐν τῇ Εὐρώπῃ μέμνηται κειμένης τῆς Σκυθικῆς, ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι ἐν τῇ Ἀσίᾳ κατα‐ λέγονται. τρίτον ἐστὶν Ἱερὸν ὄρος τῆς Θρᾴκης.
151025 ξυνῇ φιλότητι γυ〈ναικῶν: οὐχ ὡς αὐτῶν συνερχο‐ μένων ταῖς ἀλλήλων γυναιξὶ τοῦτο λέγει, ἀλλὰ ἕκαστος τῇ ἑαυτοῦ φανερῶς. 1026 〈ἐν ὑψίστῳ:〉 ἐν ὑψηλῷ μοσσύνῳ. Lg 1029 λιμῷ μιν κεῖν’ ἦμαρ: ἱστορεῖ Ἔφορος (70 fg 161 a J.)
20καὶ Νυμφόδωρος (fg 16 M. II 379) περὶ τούτων, ὅτι τὸν βασιλέα αὐτῶν ἄδικόν τι κρίναντα ἐγκλείουσι καὶ λιμαγχονοῦσιν. 1031a νήσου Ἀρητιάδος: φασὶν ὑπὸ Ὀτρήρας τῆς Ἄρεως
κατοικισθῆναι τὴν νῆσον. Lm (P)202

203

b περὶ τῆς Ἄρεως νήσου καὶ τῶν ἐν αὐτῇ ὀρνέων μέμνηται Τιμά‐ γητος (fg 4 M. IV 520). εἰσὶ δὲ σιδηρόπτεροι, αἳ λέγονται Στυμ‐ φαλίδες. 1032 〈λιαρή:〉 γράφεται διερή. Lg
51052—57a οὐδὲ γὰρ Ἡρακλέης: τὰς Στυμφαλίδας ὄρνιθας, φησίν, οὐκ ἠδύνατο ἀπώσασθαι, εἰ μὴ κρόταλον χαλκοῦν 〈...〉 καὶ ψόφον ποιῶν ἐξεφόβησεν. πλωίδες δὲ ὄρνιθες καλοῦνται διὰ τὸ ἐν τῇ λίμνῃ αὐτὰς νήχεσθαι τῆς Ἀρκαδίας, ἃς Ἡρακλῆς ἀπεδίωξεν. Στύμφηλος δὲ πόλις Ἀρκαδίας καὶ Στυμφηλὶς δὲ λίμνη. καὶ
10Ὅμηρος (Β 608)· ‘Στύμφηλόν τ’ εἶχον‘. Στυμφηλίδες δὲ λέγονται παρ’ αὐτῆς ὄρνιθες, ἃς πλωίδας εἶπεν Ἀπολλώνιος. οὕτω δὲ αὐτὰς ὀνο‐ μάζει καὶ Σέλευκος ἐν Συμμίκτοις (fg 77 Max. Mueller) καὶ Χάρης αὐτοῦ τοῦ Ἀπολλωνίου γνώριμος ἐν τῷ Περὶ ἱστοριῶν τοῦ Ἀπολλωνίου. ἰδίως δὲ Μνασέας (fg 8 M. III 151) φησὶ Στυμφάλου τινὸς ἥρωος καὶ
15Ὄρνιθος γυναικὸς γενέσθαι Στυμφαλίδας θυγατέρας, ἃς ἀνελεῖν τὸν Ἡρακλέα, ὅτι οὐ προσεδέξαντο αὐτὸν καὶ ἐξένισαν τοὺς Μολίονας. Φερε‐ κύδης (3 fg 72 J.) δέ φησιν οὐ γυναῖκας, ἀλλ’ ὄρνιθας εἶναι καὶ ἀναι‐ ρεθῆναι πρὸς Ἡρακλέους, πλαταγῆς δοθείσης αὐτῷ πρὸς τὸ κτυπεῖν καὶ ἐκφοβεῖν αὐτάς. ὁμοίως καὶ Ἑλλάνικός (4 fg 104a J.) φησιν. τὴν
20δὲ Στυμφαλίδα λίμνην φασὶ διὰ βερέθρων ἐκδοθεῖσαν ξηρανθῆναι.203

204

b πλαταγήν: ὀξυτόνως, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ ιβʹ τῆς Καθόλου (I 310, 14 L.). σημαίνει δὲ τὸν κρόταλον. φασὶ δὲ αὐτὴν ἡφαιστότευκτον οὖσαν Ἡρακλεῖ παρὰ τῆς Ἀθηνᾶς δοθῆναι. ὁ δὲ Ἑλλά‐ νικός (4 fg 104b J.) φησιν ἑαυτῷ κατασκευάσαι.
5c ἀτυζηλῷ: ἐκπληκτικῷ. περισπαστέον δὲ τὸ ἀτυζηλῷ· ἔστι γὰρ ἀπὸ ὀξυτόνου τοῦ ἀτυζηλός, ὡς Ἡρωδιανὸς ἐν τῷ ϛʹ τῆς Καθόλου (I 162, 8 L.). 1060 ἀνθέμενοι κεφ〈α〉λ〈ῇσιν〉 ἀερσιλόφους: ὧν οἱ λόφοι ἐπηρμένοι εἰσὶ καὶ μετέωροι.
101061 ἀμοιβαδίς: ἐκ διαδοχῆς. Lg(P) 1062 〈ἄρσετε:〉 εὐτρεπίσατε, σκεπάσατε. GgSm 1065 ἐπήορα: ἐπηρμένα. LgP 1068 ἐπίρροθος: ὠφέλιμος. LgGgP 1073 ὡς δ’ ὅτε τις κερά〈μῳ: ταῖς κεραμίσι καταστεγάζει.
151075a ἄλλῳ δ’ ἔμπεδον ἄλλος: ἄλλος δὲ ἄλλῳ, φησί, κέραμος ἀνθίσταται ἀσφαλῶς καὶ συνήρμοσται. ἐπημοιβοὶ γὰρ οὐχ οἱ ἀμεί‐ βοντες, ἀλλ’ ἐπηλλαγμένοι τὴν σύνθεσιν. b 〈ἐπαμοιβός:〉 ἐπικείμενος καὶ ἐ〈π〉ηλλαγμένος. Pap. Berol. 13413
201076 συναρτύναντες: συναρμόσαντες. LgGgP 1077—78 οἵη δὲ κλαγγή: ὁποία δὲ βοὴ γίνεται ἐν πολέμῳ, ὁπόταν ἀλαλάξαντες ξυνέρχωνται. L 1085a ἐνναέται: κατ’ ἐξαίρεσιν τοῦ ι, ἵν’ ᾖ ἐνναιέται. Κλει‐ νίας δέ φησι καὶ τὸν ναόν ποτε οὕτως εἰρῆσθαι ναιόν, διὰ τὸ ἐνναίειν
25ἐν αὐτῷ τοὺς θεούς, ὅ ἐστιν οἰκεῖν.204

205

b τεγέων: τῆς ὀροφῆς. Lg(P) 1086—87a ἧνται ἀκήν: κάθηνται ἐν οἴκῳ, μὴ ἐπιστρεφόμενοι τοῦ χειμῶνος ἢ τῆς χαλάζης διὰ τὸ ἐξηρτυμένους αὐτοὺς εἶναι. b μέλαθρον: τὴν ὀροφήν. Κράτης (ad χ 239, Wachsmuth
5De Cr. Mallota 1860, 54) δὲ τὴν δοκὸν ἐξεδέξατο, ὡς καὶ παρὰ τῷ ποιητῇ (χ 239) ‘αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον‘. 1088—89 ὣς πυκινὰ πτερά: χαλάζης πυκνότερα ἐφίεσαν αὐτοῖς πτερά, φεύγοντες διὰ τῆς θαλάσσης. πιθανῶς δὲ ὁ Πείσανδρος (16 fg 6 J.) τοὺς ὄρνιθάς φησιν εἰς Σκυθίαν ἀποπτῆναι, ὅθεν καὶ
10ἐληλύθεσαν. 1090—94a τίς γὰρ δὴ Φινῆος: τοῦτο ἐρώτησίς ἐστιν ὡς ἀπὸ τοῦ ποιητοῦ πρὸς τὰς Μούσας, τὸ δὲ υἷες Φρίξου ἀπόκρισις ὡς ἀπὸ τῶν Μουσῶν. P b τίς γὰρ δὴ Φινῆος: τί φρονῶν, φησίν, ὁ Φινεὺς ἐκέλευσεν
15αὐτοὺς προσορμισθῆναι τῇ τοῦ Ἄρεως νήσῳ καὶ τίνα ὠφέλειαν αὐτοῖς προορώμενος τοῦτο προσέταξεν; εἶτα ὥσπερ ἐμπνευσθεὶς ἐπιφέρει· υἱῆες Φρίξοιο. κατὰ δὲ τὴν Ἀρητιάδα νῆσον οἱ τοῦ Φρίξου υἱοὶ ἐναυάγησαν, ἔνθα ἦν καὶ τὰ σιδηρόπτερα ὄρνεα. L c υἱῆες Φρίξοιο: οἱ παῖδες Φρίξου ἔπλεον εἰς Ὀρχομενὸν ἐκ
20Κόλχων, ἵνα τὰ πατρῷα κληρονομήσωσι. ναυαγήσαντες δὲ ἐξεβράσθησαν πρὸς τὴν Ἀρητιάδα νῆσον, ὅθεν ἀναλαβόντες αὐτοὺς οἱ Ἀργοναῦται ἔσχον καθηγεμόνας, καὶ πάλιν αὐτοὺς ἀπήγαγον εἰς Ὀρχομενόν. L 1098—99a Ζεὺς δ’ ἀνέμου βο〈ρέαο: δεικνὺς τὴν ἑῴαν ἐπιτολὴν τοῦ ἀρκτούρου βορέαν ἐποίησε πνεῖν, ὅπως ῥᾳδίως ὄμβρος
25καὶ ταραχὴ γένηται. τοῦτο δὲ ἔφη, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου σφοδροὶ καταχέονται ὄμβροι, ὥς φησι Δημόκριτος ἐν τῷ Περὶ ἀστρο‐ νομίας (68 B 14, 5 Diels—Kranz). καὶ Ἄρατος (Phaen. 745)·
‘φράζεσθαι δ’ αἰνοῦ μεμνημένος ἀρκτούροιο.‘205

206

ἔστι δὲ ὁ ἀρκτοῦρος ἀστὴρ ἐπὶ τῆς ζώνης τοῦ ἀρκτοφύλακος. εἴωθε δὲ καὶ ὁ βορέας ὄμβρους καταρρήσσειν. b ὕδασ〈ι ση〉μαίνων διερὴν ὁδ〈ὸν〉 ἀ〈ρ〉κτούροιο: ἡ τοῦ ἀρκτούρου δύσις χειμῶνα ποιεῖ. Pap. Berol. 13413
51100—01a. 〈γ’:〉 ὁ βορέας. Lg b ἠμάτιος δὲ λέγεται ὁ ἡμερινός. κατὰ τὴν ἡμέραν οὖν, φησίν, ὁ βορέας ἐτίνασσε τὰ φύλλα. ἀήσυρος δὲ ὁ ἐλαφρῶς πνέων, ἀπὸ τοῦ ἄω τὸ πνέω. P 1103 κεκληγός: καχλάζον. Pap. Berol. 13413
101106 μυδαλέοι: διάβροχοι. Lg (P) 1109 ῥοθίοισιν: κύμασιν. Lg (P) 1111—12a ὠρέξαντο: ἐλάβοντο. Lg P b οἷά τε πολλά: οἷα πολλὰ ἦν πρότερον μὲν συνηρμοσμένα τοῖς γόμφοις, τότε δὲ διαφθαρείσης τῆς νεὼς διεσκορπίσθη τὰ ξύλα.
15c 〈θοοῖς:〉 ὀξέσι. Lg 1113 παρὲξ ὀλίγον: παρ’ ὀλίγον ἐκ τοῦ θανάτου. Lg P 1120 νύχθ’ ὕπο λυγαίην: τὴν σκοτεινήν, παρὰ τὸ λύγος τὸ φυτόν· καὶ γὰρ ἐκεῖνο μέλαν. καὶ τὸν ἐνιαυτὸν λυκάβαντα, οἱονεὶ λυγά‐ βαντα, ἐπεὶ μετὰ λύγης βαίνει. Σοφοκλῆς Πολυξένῃ (fg 525 Pearson)·
20
‘ἀπ’ αἰθέρος δὲ κἀπὸ λυγαίου νέφους.‘ 1122a Ἄργος δὲ παροίτατος: εἷς τῶν Φρίξου παίδων οὗτος. τούτους δὲ Ἡρόδωρός (31 fg 39 J.) φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος (2 fg 38 J.) δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις (fg 152 Rz.2) φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος
25(v. 1155 sq.) μέν φησιν αὐτοὺς δʹ, Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον, Ἐπιμενίδης (3 B 12 Diels—Kranz) δὲ πέμπτον προστίθησι Πρέσβωνα.
b παροίτατος: πρῶτος. LgP206

207

1123 ἐποψίου: τοῦ ἐπόπτου. Lg (P) 1127 ᾗ ἔνι πείρομεν οἶδμα: ἀπὸ τοῦ ... Pap. Berol. 13413 1129 δοῦναι ὅσον τ’ εἴλυμα: εὐτελὲς καὶ βραχύτατον περί‐ βλημα.
51133 〈ἐπόψιος:〉 ἐπόπτης. Lg 1144—45a κριοῦ ἐπεμβεβαώς: Διονύσιος ἐν τοῖς Ἀργο‐ ναύταις (32 fg 2 c J.) φησὶ Κριὸν γεγονέναι τροφέα Φρίξου, ὃν αἰσθό‐ μενον τῆς ἐπιβουλῆς Ἰνοῦς ὑποθέσθαι τῷ Φρίξῳ τὴν φυγὴν ποιήσασθαι, ὅθεν καὶ μεμυθεῦσθαι ὡς ὑπὸ κριοῦ διασωθείη. Ἡρόδωρος (31 fg 38 J.)
10δέ φησιν ἐξ Ἀθάμαντος καὶ Θεμιστοῦς γενέσθαι παῖδας Σχοινέα, Ἐρύ‐ θρην, Λεύκωνα, Πτοῖον, νεωτάτους δὲ Φρίξον καὶ Ἕλλην, οὓς διὰ τὴν Ἰνοῦς ἐπιβουλὴν ἐκχωρῆσαι. τελευτῆσαι δὲ τὴν Ἕλλην κατὰ Πακτύην φησὶν Ἑλλάνικος (4 fg 127 J.). Ἰνοῦς δὲ καὶ Ἀθάμαντος Λέαρχος καὶ Μελικέρτης.
15b τόν ῥα χρύσειον: λέγεται γὰρ τῇ τοῦ Ἑρμοῦ ἐπαφῇ τὸ δέρος τοῦ κριοῦ χρυσοῦν γενέσθαι. 1146 ἑῇς ὑποθημοσύ〈νῃσι: τὸν κριόν, φησίν, ἔθυσε ταῖς ἑαυτοῦ ὑποθήκαις, τουτέστι κατὰ συμβουλὴν αὐτοῦ τοῦ κριοῦ· αὐτὸς γὰρ ὁ κριὸς ἀνθρωπίνῃ χρησάμενος φωνῇ τοῦτο ποιεῖν προσέταξε.
201147 Φυξίῳ ἐκ πάντων: Φύξιος Ζεὺς παρὰ Θεσσαλοῖς, ἤτοι ἐπειδὴ τὸν ἐπὶ Δευκαλίωνος κατέφυγον κατακλυσμόν, ἢ διὰ τὸ φυγεῖν τὸν Φρίξον αὐτόν. 1149 Χαλκιόπην: Φερεκύδης ἐν ϛʹ (3 fg 25 a J.) Εὐηνίαν αὐτήν φησι καλεῖσθαι, παρώνυμον δὲ αὐτῇ Χαλκιόπην καὶ Ἰοφῶσσαν.
251157 συνηβολίῃ: συμβόλῳ. Lg(P)
1159 κατὰ μοῖραν: κατὰ τὸ πρέπον. LgP207

208

1160 γνωτοί: ἀντὶ τοῦ συγγενεῖς. LgP 1162 [Start of a diagram]Αἴολος Κρηθεύς Ἀθάμας Αἴσων Φρίξος
5Ἰάσων Ἄργος.[End of a diagram] Lm(P) 1172 στιάων: στῖαι αἱ ψῆφοι παρὰ Σικυωνίοις καλοῦνται· ἡ ἐσχάρα οὖν καὶ ὁ βωμὸς ἐκ ψήφων κατεσκεύαστο. ἢ στῖαι αἱ ψῆφοι 〈αἱ ποτάμιοι, οἱ νῦν κόχλακες λεγόμενοι〉. Καλλίμαχος (Hymn. I 26)· ‘πολύστιόν τε Μετώπην‘.
101176 ἐπηετανὸν κομέουσαι: ἐπιμελῶς καὶ ἐκ πολλοῦ τρέ‐ φουσαι. LmP 1177 ἐπαρτέα: ἑτοίμην. LgP 1179 πρὸς τὸν Φρίξου υἱὸν τὸν Ἄργον ὁ λόγος, καί φησι· συν‐ εργήσατε ἡμῖν τὸ κῶας εἰς τὴν Ἑλλάδα κομίσαι. Lm(P)
151186 εἴτε μετὰ Φθίην: οἱ μὲν τὴν Φθίαν Ὀρχομενοῦ πόλιν φασὶν εἰρῆσθαι—Φθίην πόλιν Ὀρχομενοῖο—, παρόσον οἱ Ὀρχο‐ μένιοι ἄποικοί εἰσι Θεσσαλῶν. δύναται δὲ καὶ Ὀρχομενοῦ μνημονεύειν τοῦ μεθορίου Μακεδονίας καὶ Θεσσαλίας. ἔστι γὰρ Ὀρχομενὸς καὶ ὄρος καὶ πόλις Θεσσαλίας καὶ Βοιωτίας καὶ Ἀρκαδίας καὶ Πόντου.
201189 κείνην: ἐν ᾗ οἱ Φρίξου ἦσαν υἱοί. LgSm(P) 1193 ἐπίρροθοι ἄμμι πέλ〈εσθε: ἐπιρροθεῖν κυρίως τὸ τοῖς κυσὶν [καὶ] κελεύειν. σημαίνει δὲ καὶ τὸ τῇ νηὶ συνεργεῖν, παρὰ τὸ ῥόθιον, ὅ ἐστι τὸ κῦμα. 1194—95 Ζηνὸς χόλ〈ον: διὰ τὸ μηνῖσαι τὸ δαιμόνιον τοῖς
25ἀπὸ τοῦ Αἰόλου, Φρίξου κινδυνεύσαντος. τοῦτο δὲ ἔφη ὁ Ἰάσων, παρ‐
όσον καὶ ὁ Πελίας τοιαύτῃ προφάσει ἐχρήσατο ἐκπέμπων αὐτόν.208

209

1196 ἔστυγον: ἐστύγνασαν, ηὐλαβήθησαν. LgGgSmP 1197—98a τεύξεσθαι ἐνηέος Αἰήταο: οὐ γὰρ ὑπελάμ‐ βανον ἡδέως καὶ προσηνῶς προσδεχθήσεσθαι αὐτοὺς ὑπὸ τοῦ Αἰήτου, διότι συνῆσαν τῷ Ἰάσονι. L
5b τεύξασθαι: ἐντυχεῖν. LgP c ἐνηέος: προσηνοῦς, ἀγαθοῦ. LgP 1199 Ἄργος ἀτεμβόμενος: οὐχ Ὁμηρικῶς ἀντὶ τοῦ στερι‐ σκόμενος· κεῖται γὰρ νῦν ἐπὶ τοῦ δυσχεραίνων καὶ μεμφόμενος ἐπὶ τοιοῦτον αὐτοὺς στόλον στέλλεσθαι.
101204 στεῦται: διαβεβαιοῦται. LgP 1209—15a Καυκάσου ἐν κνη〈μοῖσι: περὶ τὸν Καύκασον, φησίν, ἐν τῇ Τυφαονίᾳ πέτρᾳ κεραυνωθεὶς ὁ Τυφὼς ἰχῶράς τινας ἀφῆκεν, ἐξ ὧν ἐγένετο ὁ τὸ δέρος φυλάσσων ὄφις. ὅτι δὲ ἐπὶ τὸν Καύκασον κατέφυγεν ὁ Τυφὼς διωκόμενος, καὶ ὅτι καιομένου τοῦ ὄρους
15ἔφυγεν ἐκεῖθεν εἰς τὴν Ἰταλίαν, ὅπου τὴν Πιθηκοῦσσαν αὐτῷ περιρρι‐ φῆναι νῆσον, Φερεκύδης ἐν τῇ Θεογονίᾳ (3 fg 54 J.) ἱστορεῖ, οὐ μέντοι, ὅτι καὶ εἰς τοὺς περὶ Συρίαν τόπους ἠλάθη, ὥς φησιν Ἀπολλώνιος. b ἔνθα Τυφάονα: οὗτος, φησί, πληγεὶς ὑπὸ Διὸς ὡς εἶχεν
〈εἰς τοὺσ〉 περὶ Συρίαν τόπους καὶ Πηλούσιον παρεγένετο διωκόμενος209

210

[ὑπὸ Διός], ὅπου βυθισθεὶς κεῖται ἐν τῇ Σερβωνίδι λίμνῃ. διήκει δὲ αὕτη ἀπὸ Συρίας μέχρι Πηλουσίου. περὶ δὲ τοῦ τὸν Τυφῶνα ἐν αὐτῇ κεῖσθαι καὶ Ἡρόδωρος (31 fg 61 J.) ἱστορεῖ. c 〈...〉 ἐν ᾧ καὶ τὴν Νύσαν ἱστορεῖ (Hom. H. in Bacch. 8 sq.)·
5
‘ἔστι δέ τις Νύση, ὕπατον κέρας, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.‘ ὁ δὲ Καύκασος διήκει ἀπὸ τῆς Ἀρμενίων χώρας ἕως Κόλχων. ἡ δὲ Σερβωνὶς λίμνη διάκειται περὶ τὸ Πηλούσιον τῆς Αἰγύπτου. 1219—21a μηδ’ οὕτως ἠθεῖε: πρὸς τό τῷ καὶ περι‐
10δείδια ναυτίλλεσθαι (v. 1203) ἀπήντησεν ὁ Πηλεύς, κελεύων μὴ δεδιέναι. διὸ θυμῷ γραπτέον. γράφεται δὲ καὶ μύθῳ, ἵνα ᾖ· μὴ ἐκφόβει ἡμᾶς τῷ περὶ Αἰήτου λόγῳ. [οὐ φέρεται δὲ οὕτως, ἀλλ’ ἐν πᾶσι δειδίσσεο θυμῷ.] κατ’ οὐδὲν γάρ, φησί, τοῦ Αἰήτου ἐσμὲν χείρους. τὸ δὲ ἠθεῖε οἶμαι κατ’ ἐπένθεσιν τοῦ η γεγονέναι, ὥσπερ
15καὶ τὸ βαιὸς ἠβαιός, μύω ἠμύω. σημαίνει δὲ κατὰ τὸ πρόχειρον τὸ θεῖε, συγγενές, ἢ τὸ θαυμάσιε—μηδαμῶς ὦ θαυμάσιε—ἢ τὸ καλέ. b 〈μύθῳ:〉 γράφεται θυμῷ. Lg 1231—41a Φιλυρ〈η〉ίδα νῆ〈σον: τὴν τῶν Φιλύρων φησί. λέγει δὲ Ἀπολλώνιος ἀπὸ Φιλύρας τῆς Ὠκεανοῦ κατοικούσης περὶ τοὺς
20τόπους τούτους· Κρόνου δὲ μιγνυμένου αὐτῇ, ὅτε ἐβασίλευε Τιτάνων, τὴν Ῥέαν αὐτοὺς ἐπ’ αὐτοφώρῳ καταλαβεῖν, ὅθεν τὸν μὲν Κρόνον αἰδε‐ σθέντα εἰς ἵππον μεταβληθῆναι, τὴν δὲ φυγεῖν εἰς Θεσσαλίαν. Φερεκύδης (3 fg 50 J.) φησίν, ὅτι Κρόνος ἀπεικασθεὶς ἵππῳ ἐμίγη τῇ Φιλύρᾳ τῇ
Ὠκεανοῦ, καὶ διὰ τοῦτο διφυὴς ὁ Χείρων. Σουίδας δὲ ἐν αʹ Θεσσαλικῶν210

211

(fg 1 M. II 464) τὸν Χείρωνα Ἰξίονος εἶναι παῖδά φησιν, ἀδελφὸν δὲ Πειρίθου. b Κρηταῖον: τὸ τῆς Κρήτης. 〈Καλλίμαχος (Hymn. III 41)·〉 ‘Κρηταῖον ὄροσ‘, ὥσπερ Σιναῖον. Lg(P)
5c χαιτήεντι: χαίτην ἔχοντι. Lg(P) d 〈ἐς οὔρεα μακρὰ Πελασγῶν:〉 παρεγένετο. Sm 1242—44 περὶ Μακρώνων καὶ Βεχείρων καὶ Σαπείρων καὶ Βυζήρων προείρηται (sch. 392/94 a. d. 395. 396a). Lm 1246 μυχὸς διεφαίνετο Πόντου: οἱ γὰρ Κόλχοι ἐν τῷ
10μυχῷ τοῦ Πόντου κατοικοῦσι. Lm (P) 1247a καὶ δὴ Καυκασίων: τὰ προσαγορευόμενα Καυκάσια Ἐρατοσθένης (fg III B 72 Berger) πλησίον εἶναί φησι τῆς προσαγο‐ ρευομένης Κασπιανῆς θαλάσσης. b ἐρίπναι: τῶν Καυκασίων ὀρῶν αἱ ἀπορρῶγες καὶ ἐξοχαί.
15τινὲς δὲ ἐρίπνας τὰς τραχείας καὶ εἰς ὕψος ἀνεχούσας πέτρας φασί. 1248—50a τόθι γυῖα περὶ στυφ〈ε〉λ〈οῖσι: ὁ Προμη‐ θεὺς ἐδέδετο ἐν τῷ Καυκάσῳ, καὶ ὁ ἀετὸς τὸ ἧπαρ αὐτοῦ κατήσθιεν. Ἀγροίτας δὲ ἐν τῇ ιγʹ τῶν Λιβυκῶν (fg 6 M. IV 295) δειπνεῖσθαί φησι τὸ ἧπαρ Προμηθέως δόξαι ὑπὸ τοῦ ἀετοῦ διὰ τὸ τὴν κρατίστην
20τοῦ Προμηθέως χώραν τὸν ποταμὸν τὸν καλούμενον Ἀετὸν φθείρειν,211

212

ἧπαρ δὲ παρὰ πολλοῖς τὴν εὔκαρπον λέγεσθαι γῆν· Ἡρακλέους δὲ ἐξ‐ οχετεύσαντος διώρυξι τὸν ποταμόν, τόν τε ἀετὸν δόξαι ὑπ’ αὐτοῦ κε‐ χωρίσθαι καὶ τὸν Προμηθέα λελύσθαι τῶν δεσμῶν. Θεόφραστος (fg 50 Wimmer) δὲ τὸν Προμηθέα φησὶ σοφὸν γενόμενον μεταδοῦναι πρῶτον
5τοῖς ἀνθρώποις φιλοσοφίας, ὅθεν καὶ διαδοθῆναι τὸν μῦθον, ὡς ἄρα πυρὸς μεταδοίη. καὶ Ἡρόδωρος (31 fg 30 J.) ξένως περὶ τῶν δεσμῶν τοῦ Προμηθέως ταῦτα· εἶναι γὰρ αὐτὸν Σκυθῶν βασιλέα φησί, καὶ μὴ δυνάμενον παρέχειν τοῖς ὑπηκόοις τὰ ἐπιτήδεια διὰ τὸ τὸν καλούμενον Ἀετὸν ποταμὸν ἐπικλύζειν τὰ πεδία, δεθῆναι ὑπὸ τῶν Σκυθῶν, ἐπι‐
10φανέντα δὲ Ἡρακλέα τὸν μὲν ποταμὸν ἀποστρέψαι εἰς τὴν θάλασσαν —καὶ διὰ τοῦτο μεμυθεῦσθαι ἀνῃρηκέναι τὸν ἀετὸν Ἡρακλέα—, τὸν δὲ Προμηθέα λῦσαι τῶν δεσμῶν. Φερεκύδης δὲ ἐν βʹ (3 fg 7 J.) Τυφῶνος καὶ Ἐχίδνης τῆς Φόρκυνός φησι τὸν ἀετὸν τὸν ἐπιπεμφθέντα Προμηθεῖ. ὅ, τι δὲ ὁ ἀετὸς ἤσθιεν τῆς ἡμέρας τοῦ ἥπατος, τὸ λειπό‐
15μενον ηὔξετο τῆς νυκτός, καὶ ἐγίνετο ἴσον. b ἰλλόμενος χαλκῇ〈σιν: δεθῆναι τὸν Προμηθέα φησὶν Ἡσίοδος (Theog. 521 sqq.) καὶ τὸν ἀετὸν ἐπιπεμφθῆναι αὐτῷ διὰ τὴν τοῦ πυρὸς κλοπήν· Δοῦρις (76 fg 47 J.) δέ φησι διὰ τὸ τῆς Ἀθηνᾶς ἐρασθῆναι, ὅθεν τοὺς περὶ τὸ Καυκάσιον οἰκοῦντας μόνῳ Διὶ καὶ Ἀθηνᾷ
20μὴ θύειν διὰ τὸ κολάσεως αἰτίους Προμηθεῖ γενέσθαι, καθ’ ὑπερβολὴν δὲ σέβειν Ἡρακλέα τῆς τοῦ ἀετοῦ τοξείας χάριν. εἰκότως οὖν ὁ Ἀπολλώ‐ νιος περὶ Καύκασον γενόμενος καὶ τούτων ἐμνήσθη. 1251—53 τὸν μὲν ἐπ’ ἀκροτ〈άτησ: παρὰ τὴν ἑσπέραν, φησίν, εἶδον οἱ ἀριστεῖς τὸν ἀετὸν ἐπὶ τὸν Προμηθέα 〈...〉. παρ‐
25αιθύξας δέ, παραπνεύσας, τουτέστι πνοὴν ποιήσας, τῇ βίᾳ τῶν πτε‐ ρύγων ἐτίναξε τὰ ἱστία.
1254 〈αἰθερίοιο:〉 ἀντὶ τοῦ ἀεροπόρου. Lm212

213

1255 ἶσα δ’ ἐυξέστοις: τὰ ἐν ταῖς πτέρυξι πτερὰ ἴσα εἶχεν ἐρετμοῖς, ὅ ἐστι κώπαις. 1256 δηρὸν δ’ οὐ μετέπειτα: ἀναστρεπτέον· ἔπειτα δὲ οὐ μετὰ δηρόν. LmP
51260a 〈Ἄργοιο:〉 τοῦ υἱοῦ Φρίξου. Lm b δαημοσύνῃσιν: τῇ ἐμπειρίᾳ τῶν τόπων. Lm(P) 1269 〈τοῖο θεοῦ:〉 Ἄρεως. Sm 1270 〈πεπτάμενον:〉 Ἡρωδιανὸς (I 471, 10 L.) παροξυ‐ τόνως. Lg
101272 μελισταγέας: γλυκείας, ἡδείας. Lg(P) 1273 ἐνναέταις τε θεοῖς: τοῖς ἐγχωρίοις θεοῖς· τοὺς γὰρ ἐπιδημοῦντας ἔθος ἦν ἐν τῇ ἀλλοδαπῇ θύειν θεοῖς ἐπιχωρίοις καὶ ἥρωσι. τοῦτό φασι καὶ Ἀλέξανδρον ποιῆσαι τὸν Μακεδόνα ἐν Ἰλίῳ. 1275 καὶ νηὸς ἐναίσιμα: τὰ καθήκοντα, οἷον ἐπ’ ἀγαθοῖς
15καὶ εὐπρόσδεκτα. 1279—80 εἴτ’ οὖν μειλιχίῃ: εἴτε πράως προσφερόμενοι τῷ Αἰήτῃ ἀποπειραθείημεν αὐτοῦ εἴτε ἄλλως πως. ἐπήβολος δὲ ἀσφα‐ λής· οὕτω καὶ Ἀμερίας ἀπέδωκεν ἐν ταῖς Γλώσσαις. 1281 παρηγορίῃσιν: προτροπαῖς καὶ ξυμβουλαῖς. Lg(P)
201282a ὑψόθι ν’ ἐκέλ〈ευσεν: ἐν τῷ βάθει τοῦ ποταμοῦ, μὴ προσορμισθέντες τῇ γῇ. Ὅμηρος (Ξ 77)· ‘ὕψι δ’ ἐπ’ εὐνάων ὁρ‐ μίσομεν‘. b π’ εὐναίῃσιν ἐρύσσαι: ἐπὶ τῶν ἀγκυρῶν ἑλκύσαι, ταῖς ἀγκύραις ὁρμίσαι.
251283 δάσκιον: κατὰ συγκοπὴν τὸ δασύσκιον. LgP213

214

(1t)

Γ
2[Εἰ δ’ ἄγε νῦν, Ἐρατώ:] Τοῦ τρίτου λόγου τῶν Ἀργοναυ‐ τικῶν τὰ κεφάλαιά ἐστι ταῦτα. Ἥρα καὶ Ἀθηνᾶ βουλευσάμεναι πείθουσι τὴν Ἀφροδίτην, τῇ Μηδείᾳ
5ἐπιπέμψαι Ἔρωτα. Ἰάσων δὲ μετὰ τῶν Φρίξου υἱῶν παραγενόμενος πρὸς Αἰήτην ἀξιοῖ λαβεῖν τὸ δέρος. ἀγανακτήσας δὲ ὁ Αἰήτης ἄθλους αὐτῷ προστάττει μεγάλους, ὥστε τοὺς πυρίπνους ταύρους ζεῦξαι καὶ σπεῖραι τοὺς τοῦ δράκοντος ὀδόντας, ὑφ’ ὧν ἀνεδίδοντο γίγαντες· οὐ μόνον δὲ σπεῖραι, ἀλλὰ καὶ τὸν τῶν γηγενῶν στάχυν θερίσαι. Μήδεια
10δὲ διὰ τὸν ἐπὶ τὸν Ἰάσονα ἔρωτα ὑπάγεται Χαλκιόπην, ὡς αὐτῆς τοῖς υἱοῖς βοηθήσουσα. καὶ δὴ συνθεμένη, συντυχοῦσα τῷ Ἰάσονι κατὰ τὸ τῆς Ἑκάτης ἱερόν, δίδωσί τε τὰ φάρμακα καὶ ὑποτίθεται, ὃν τρόπον δεῖ πρὸς τὸ θέρος τῶν γιγάντων ἁρμόσασθαι. τοῖς δὲ φαρμάκοις χρησάμενος ὁ Ἰάσων, ἤνυσε παρὰ πᾶσαν ἐλπίδα τοῦ Αἰήτου τοὺς προ‐
15βληθέντας ἄθλους. 1—5a Εἰ δ’ ἄγε νῦν, Ἐρα〈τώ: τὴν Ἐρατώ φασιν ὄρχησιν εὑρηκέναι. εὐλόγως οὖν Ἀπολλώνιος μεμοιρᾶσθαι τὴν Ἐρατώ φησι τῶν τῆς Ἀφροδίτης ὀργίων, λέγω δὴ τῶν γαμικῶν· γάμοις δὲ ἄρα καὶ ὄρ‐ χησις ἕπεται. ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀναφερομένοις (2 B 15 Diels‐
20Kranz) δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν κατὰ Κρόνον, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης.
b Εἰ δ’ ἄγε νῦν, 〈Ἐρατώ: λέγεται τῶν Μουσῶν ἡ μὲν214

215

Κλειὼ εὑρηκέναι τὴν ἱστορίαν, Θάλεια δὲ γεωργίαν καὶ τὴν περὶ τὰ φυτὰ πραγματείαν, Εὐτέρπη δὲ μαθήματα, Τερψιχόρη δὲ παιδιάν, Ἐρατὼ δὲ ὄρχησιν, Πολυμνία δὲ λύραν, Μελπομένη δὲ ᾠδήν, Οὐρανία δὲ ἀστρο‐ λογίαν, Καλλιόπη δὲ ποίησιν.
5c ζητεῖται δὲ μάλιστα, πῶς ἐπικέκληται τὴν Μοῦσαν, ἐν τῷ αʹ (I) Ἀπόλλωνα ἐπικαλεσάμενος. τινὲς μὲν οὖν, ὅτι εὑρέτις ὀρχήσεως ἐν τοῖς Ὀρφικοῖς (fg 39 Kern) παραδέδοται ἡ Ἐρατώ· ἐπεὶ οὖν μέλλει διη‐ γεῖσθαι τὸν τῆς Μηδείας γάμον, διὰ τοῦτο ἐπικέκληται τὴν εὑρέτιν τῆς ἐπιβαλλούσης τῷ γάμῳ ὀρχήσεως Μοῦσαν. οἱ δέ, ὅτι θαλιῶν εἰσι προ‐
10στάτιδες αἱ Μοῦσαι· οὐκ ἀλλοτρία οὖν τοῦ γάμου ἔσται ἡ Μοῦσα. ὅτι δὲ θαλιῶν εἰσι προστάτιδες αἱ Μοῦσαι, ἐν τοῖς Ὀρφικοῖς δεδήλωται (fg 38 Kern)·
‘οὐδέ τι λήθονται Μουσέων βροτοί· αἳ γὰρ ἔασι
κοίρανοι, αἷσι μέμηλε χορὸς θαλίαι τ’ ἐρατειναί.‘
15Ῥιανὸς δὲ ἐν αʹ Ἠλιακῶν φησι μηδὲν διαφέρειν, εἰ μίαν ἐπικαλεῖται τῶν Μουσῶν τις· πάσας γὰρ σημαίνει διὰ μιᾶς. λέγει δὲ οὕτως (fg III 3 Meineke Anal. Alex. 1843, 202
‘πᾶσαι δ’ εἰσαΐουσι, μιῆς ὅτε τ’ οὔνομα λέξεις.‘ d Ἐρατώ: ἀντὶ τοῦ Ἐρατοῖ· Ἀττικῶς, ὡς τό· ‘Ἠέλιος, ὃς πάντ’
20ἐφορᾷσ‘ (Γ 277). τὸ δὲ ἑξῆς· παρίστασο καὶ εἰπέ. Lg(P) e Ἐρατώ: τὸ κοινὸν πασῶν ἐνέργημα τῇ Ἐρατοῖ διὰ τὸ ὄνομα περιέθηκεν. Lm (P) 6 ἀνωίστως: ἀνυπονοήτως. Lg P 13 μεθ’ Ἑλλάδα: ἀντὶ τοῦ εἰς Ἑλλάδα. Lg P
2516 ἀποτρωπᾶσθαι ἔοικεν: ἀποτρέπεσθαι. ὁ δὲ νοῦς· ὅμως
οὐδεμίαν πεῖραν παριέναι δεῖ.215

216

17 τὴν δὲ παρᾶσσον: παραχρῆμα, εὐθέως. ἢ λείπει τὸ καθημένη. 19 ἀπηλεγέως: σημαίνει μὲν καὶ τὸ ἀληθῶς καὶ 〈τὸ〉 ἁπλῶς, ἔτι δὲ καὶ τὸ σαφῶς. νῦν δὲ ἀντὶ τοῦ ἀποτόμως· ἐπιφέρει γάρ· ἀλλά
5τοι οὔπω φράσσασθαι νοέω. 21 〈ἐπεδοίασα:〉 ἐστοχασάμην. GgSm 23 ἄνδιχα πορφύρουσαι: χωρὶς μεριμνῶσαι. Lg(P) 25a μετά: ἀντὶ τῆς πρός. Lg(P) b ἐπιπλόμεναι: παραγενόμεναι, ἐπελθοῦσαι. LgP
1026a παιδὶ ἑῷ: τῷ Ἔρωτι. Lg(P) b παιδὶ ἑῷ εἰπεῖν: Ἀπολλώνιος μὲν Ἀφροδίτης τὸν Ἔρωτα γενεαλογεῖ, Σαπφὼ (fg inc. lib. 82 Lobel = 132 B. III 131) δὲ Γῆς καὶ Οὐρανοῦ, Σιμωνίδης δὲ Ἀφροδίτης καὶ Ἄρεως (fg 43 B. III 408)·
‘σχέτλιε παῖ δολόμηδες Ἀφροδίτας,
15
τὸν Ἄρῃ †δολο†μηχάνῳ τέκεν.‘ Ἴβυκος (fg 31 B. III 247) 〈δὲ Ἀφροδίτης καὶ Ἡφαίστου〉, ὁ δὲ Ἡσίοδος (Theog. 116 sqq.) ἐκ Χάους λέγει τὸν Ἔρωτα, ἐν δὲ τοῖς εἰς Ὀρφέα Χρόνου (fg 37 Kern)·
‘αὐτὰρ Ἔρωτα Χρόνος καὶ πνεύματα πάντ’ ἐτέκνωσε.‘
2028 θέλξαι ὀιστεύσας: νῦν ἀντὶ τοῦ ἀπατῆσαι, εἰς τὸ μὴ κρατῆσαι ἑαυτῆς διὰ τὸν ἔρωτα. 30 πυκινὴ δὲ συνεύαδεν: ἄνευ τοῦ ἄρθρου 〈οὐ〉 καλῶς,
ἀντὶ τοῦ· πυκνὴ δὲ καὶ συνετὴ ἤρεσεν αὐτῇ εἶναι ἡ βουλή.216

217

37 ὅρρα τέ οἱ δεῖμεν πό〈σισ: ὅρρα τέ οἱ διὰ δύο ρρ. αἱ δὲ Ἀριστάρχειοι (I 404, 10 Ludwich) δι’ ἑνὸς ρ τὰ τοιαῦτα γρά‐ φουσιν, ὡς καὶ παρὰ τῷ ποιητῇ (Π 228) ‘τό ῥα τότ’ ἐκ χηλοῖο λαβών‘ φησιν Ἡρακλέων (fg 11 Berndt Progr. gymn. Insterb. 1914, 21).
539 αἰθούσῃ: νῦν τῇ παραστάδι. Lg(P) 41—43a ἀλλ’ ὁ μὲν ἐς χαλκε〈ῶνα: τῶν Αἰόλου νήσων ἐστὶν ἡ Ἱέρα καλουμένη, ἐν ᾗ φασι τὸν Ἥφαιστον χαλκεύειν. πλαγ‐ κτὴν δὲ αὐτὴν εἴρηκεν ἀκολουθήσας τοῖς περὶ Ἰταλίαν καὶ Σικελίαν μυθολογοῦσι τὴν Ὀδυσσέως πλάνην· ἢ ὅτι τὸ παλαιὸν αἱ νῆσοι πᾶσαι
10ἐπλανῶντο καὶ βάσεις οὐκ εἶχον. Καλλίμαχος δὲ οὐ τὴν Ἱέραν φησὶν ἀνακεῖσθαι Ἡφαίστῳ, ἀλλὰ τὴν Λιπάραν (Hymn. III 47)· ‘νήσῳ ἐνὶ Λιπάρῃ‘. εἰσὶ δὲ αἱ τοῦ Αἰόλου νῆσοι ἑπτὰ αὗται· Στρογγύλη, Εὐώνυμος, Ἱέρα, Λιπάρα, Διδύμη, Ἐρικώδης, Φοινικώδης. 〈...〉 περὶ Σικελίαν. b ἱστορεῖ Καλλίας ἐν ιʹ τῶν Περὶ Ἀγαθοκλέα (fg 4 M. II 383),
15λέγων εἶναι ἐκεῖσε λόφον ὑψηλόν, ἐφ’ οὗ κρατῆρές εἰσι δύο, ὧν ὁ ἕτερός ἐστι τὴν περίμετρον τριστάδιος, ἐξ οὗ πολὺ φέρεται φέγγος, ὥστε ἐπιπολὺ τὸν πόντον παραυγάζειν. ἔπειτα ἐκ τοῦ χάσματος ἀνα‐ φέρονται διάπυροι λίθοι ἀπλετομεγέθεις. καὶ τηλικοῦτος βρόμος γίνεται καθ’ ὃν καιρὸν συμβαίνει ἐργάζεσθαι τὸν Ἥφαιστον, ὥστε ἐπὶ φʹ στάδια
20ἀκούεσθαι τὸν ἦχον. οἱ δὲ ἐκ τοῦ ἐκφυσήματος ἀναρριπτούμενοι μύδροι διὰ τὴν ἐκπύρωσιν πάντοτε ἰώδεις εἰσί, καὶ περικεκαυμένων τὴν ὄψιν
καὶ τὴν δύναμιν [καθ’ ἥλιον] ἔχουσιν. νύκτωρ μὲν οὖν πάντα τὰ περὶ217

218

τὴν ἐργασίαν τοῦ θεοῦ γινόμενα καλῶς δηλοῦται, μεθ’ ἡμέραν δὲ [ἐκ] τῆς κορυφῆς, ὅθεν ἡ φλὸξ ἄνεισιν, ὥσπερ νέφος ὑπερκείμενον ὁρᾶται. διὰ δὲ τοῦ λέγειν δαίδαλα χάλκευεν ῥιπῇ πυρὸς ἐμφαίνει περὶ τῆς λεγομένης ὑπὸ τοῦ Καλλίου ἀναφυσήσεως τοῦ πυρὸς ἐκ τοῦ
5χάσματος. c ἦρι: ἕωθεν. LgP 48 ἔσχεθεν: ἐπαύσατο τοῦ κτενίζεσθαι. LmP 50 ἀψήκτους: ἀκτενίστους. LgP 52 ἠθεῖαι: προσφώνησις παρ’ Ὁμήρῳ νεωτέρων πρὸς πρεσβυ‐
10τέρους. Ἀπολλώνιος δὲ συλληπτικῇ τῇ φράσει κέχρηται· τὸ γὰρ τῇ Ἥρᾳ προσὸν καὶ κατὰ τῆς Ἀθηνᾶς ἔταξεν. ταῦτα δὲ ἁρμόσει λέγεσθαι κατὰ τὴν Ὁμήρου ποίησιν. κατὰ δὲ τοὺς νεωτέρους οὐ μόνον Ἀθηνᾶς καὶ Ἥρας, ἀλλὰ καὶ Διός ἐστι πρεσβυτέρα· Ἡσίοδος (Theog. 188 sqq.) γὰρ αὐτὴν ἐκ τῶν αἰδοίων τοῦ Οὐρανοῦ φησι γενέσθαι.
1553—54a δηναιάς: διὰ πολλοῦ χρόνου ὀφθείσας. Lg (P) b οὔτι πάρος γε: παραγράφει τὸ Ὁμηρικόν (Σ 386)· ‘πάρος γε μὲν οὔ τι θαμίζεισ‘. Lm(P) 56a κερτομέεις: οἷον εἰρωνεύῃ. LgGg(P) b συνορίνεται: ταράσσεται, θορυβεῖται. Lg(P)
2062 λυσόμενος χαλκέων: τὸν Ἰξίονα παρείληφεν, ὅτι δοκεῖ ἐπικεχειρηκέναι τῇ Ἥρᾳ. Φλεγύου δὲ υἱὸς Ἰξίων, ὡς καὶ Εὐριπίδης (fg 424 N.2)· ‘Φλεγύαντος υἱέ, δέσποτ’ Ἰξίων‘. Φερεκύδης (3 fg 51 b J.)
δὲ 〈...〉 Ἀντίονος. φασὶ δέ, ὅτι γαμήσας Δῖαν τὴν Ἠϊονέως θυγατέρα218

219

πολλὰ ὑπέσχετο δώσειν δῶρα. ἐλθόντος δὲ ἐπὶ ταῦτα τοῦ Ἠϊονέως, βέρεθρον ποιήσας καὶ πυρακτώσας σκεπάζει αὐτὸ λεπτοῖς ξύλοις καὶ κόνει λεπτῇ· ἐμπεσὼν δὲ ὁ Ἠϊονεὺς ἀπόλλυται. λύσσα δὲ τῷ Ἰξίονι ἐνέπεσε διὰ τοῦτο, καὶ οὐδεὶς αὐτὸν ἤθελεν ἁγνίσαι, οὔτε θεῶν οὔτε
5ἀνθρώπων· πρῶτος γὰρ ἐμφύλιον ἄνδρα ἀπέκτεινεν. ἐλεήσας δὲ αὐτὸν ὁ Ζεὺς ἁγνίζει. καὶ ἁγνισθεὶς ἠράσθη τῆς Ἥρας· ὁ δὲ Ζεὺς νεφέλην ὁμοιώσας Ἥρᾳ παρακοιμίζει αὐτῷ, καὶ ὕστερον ποιήσας τετράκνημον τροχὸν καὶ δεσμεύσας αὐτὸν τιμωρεῖται. 68a εὐνομία ἡ δικαιοσύνη καὶ ἡ καλοπραγία. LmP
10b 〈ἀντεβόλησα:〉 τῷ Ἰάσονι. Sm 69 νιφετῷ 〈δ’ ἐ〉παλύνετο: τῇ χιόνι ἐσκέπαστο. LgP 72 ὀλοφύρατο: ὅτι τὸ ὀλοφύρατο εἴληπται καὶ ἐπὶ τοῦ ἠλέ‐ ησεν· ‘ὀλοφυρόμενοσ‘ (Hom.) συμπαθῶν, πάσχων. Lm(P) 73 διεκπροαλές: κατώφορον, κατωφερὲς καὶ ἐπὶ τὴν ἅλα
15προϊόν, ῥοῶδες. 76a 〈Κύπριν:〉 λείπει τὸ ἀκούσασαν. Lg b νεοστασίη: ἀντὶ τοῦ· ἐν ἐπιστάσει ἐγένετο νέων μύθων, ἢ μύθων ἐπίστασις εἷλεν αὐτὴν καὶ νεωστὶ προσπεπτωκότος λόγου σύννοια. 77a ὁ δὲ νοῦς· ἐσέβετο δὲ τιμωμένην ὑπὸ τῆς Ἥρας ἑαυτὴν βλέ‐
20πουσα. b ἀντομένην: ἱκετεύουσαν, λισσομένην. Lm(P) 86 παρθένον Αἰήτεω: ἀντὶ τοῦ θυγατέρα. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· τῶν Αἰήτου θυγατρῶν τὴν οὖσαν παρθένον. 89a δολόεσσα: ἀντὶ τοῦ φρονίμη· ἔστι γάρ ποτε ὁ δόλος καὶ
25ἐπὶ τῆς φρονήσεως. b δολόεσσα: πανοῦργος. LgP 95a μενέηνα: ἀντὶ τοῦ ὠργίσθην. LgP b περισχομένη: ἀντὶ τοῦ ὑπεραλγήσασα. LgP 97—99a 〈χαλεφθείς:〉 ὁ νοῦς· χαλεπῶς γάρ μοι χαλεπαίνων
30ἠπείλησεν· εἰ μὴ ἀποσχοίμην τὰς χεῖρας, ἕως ἔτι τοῦ θυμοῦ κρατεῖ, στερηθήσεσθαί με αὐτοῦ. τὸ δὲ ἑοῖ οὐκ εὖ κεῖται. Lm(P)
b 〈θυμόν:〉 γράφεται μῦθον. Lg219

220

c ἀτεμβοίμην: ἀντὶ τοῦ μεμφοίμην. LgGg(P) 106 ῥαδινῆς: τρυφερᾶς. Ἀνακρέων δὲ ἐπὶ τάχους ἔταξε τὸ ῥαδινόν (fg 165 B. III 294) ‘ῥαδινοὺς πώλουσ‘· Ἴβυκος (fg 58 B. III 251) δὲ ἐπὶ τῶν τὸν οὐρανὸν βασταζόντων κιόνων, εὐμεγέθεις λέγων·
5Στησίχορος ἐπὶ τοῦ εὐτόνου (fg 53 B. III 224) ‘ῥαδινοὺς δ’ ἐπέπεμπον ἄκοντασ‘. 107 παραβλήδην: ἀντὶ τοῦ παραβάλλουσα τοῖς εἰρημένοις· οὐ γὰρ ἀκουστέον ἐπὶ τοῦ ἀπατᾶν. Παλαμήδης δὲ ἐξ ἀντιβολῆς ἢ παρα‐ λογιστικῶς, νῦν δὲ ἐξ ἀποκρίσεως.
10110 〈μεταλλήξει:〉 μεταστρέψει. GgSm 112 παλίσσυτοι: ὀπισθόρμητοι. LgP 114—17a ἀπάνευθε Διός: ἀμφίβολος ἡ φράσις. τὸ μὲν γὰρ δηλοῖ ἀπάνευθε Διὸς χωρὶς τοῦ Διός, ὃ καὶ μᾶλλον· ἢ λείπει τὸ ἄλλων, ἵν’ ᾖ· χωρὶς τῶν ἄλλων ἐν τῇ Διὸς ἀλωῇ. τὸν δὲ Γανυ‐
15μήδην Ὅμηρος (Υ 234) οὐχ ὑπὸ Διὸς ἡρπάσθαι, ἀλλ’ ὑπὸ θεῶν φησιν —‘τὸν καὶ ἀνηρείψαντο θεοί‘—, οὐδὲ δι’ ἔρωτα καὶ πόθον, ἀλλ’ ὥστε ‘Διὶ οἰνοχοεύειν‘. b [βῆ δὲ διὲκ μεγάροιο:] διὰ τούτων τῶν στίχων παρα‐ γράφει τὰ εἰρημένα ὑπὸ Ἰβύκου ἐν οἷς περὶ τῆς Γανυμήδους ἁρπαγῆς
20εἶπεν ἐν τῇ Εἰς Γοργίαν ᾠδῇ (fg 30 B. III 247)· καὶ ἐπιφέρει περὶ τῆς Ἠοῦς, ὡς ἥρπασε Τιθωνόν. LmP 118 ἐψιόωντο: ἀντὶ τοῦ ἔπαιζον. Φιλόξενος δὲ ἀντὶ τοῦ
ὡμίλουν, παρὰ τὸ ἔπος220

221

120 μάργος Ἔρως: κατὰ μετωνυμίαν ὁ μαργαίνειν ποιῶν, ὡς καὶ (Ζ 132) ‘μαινομένου Διονύσοιο‘ καὶ Ἀνακρέων (fg 169 B. III 294) ‘τακερὸς δ’ ἔρωσ‘ καὶ Ὅμηρος ‘χλωρὸν δέοσ‘. ἡ δὲ λαιὰ ἐσχημάτισται ἀπὸ τοῦ λῴου, ὅ ἐστι βελτίονος· ὅθεν καὶ εὐώνυμος.
5122 ὀκλαδόν: ἀντὶ τοῦ ὀκλάσας. LgP 123a 〈κατηφιόων:〉 νῦν ταρασσόμενος, ὠξυμμένος Lg b δοιὼ δ’ ἔχεν: λείπει τὸ ἀστραγάλους. Lg(P) 125—26 ἐπὶ προτέροισιν ὀλέ〈σσασ: καὶ τούτους ἐπ‐ απολέσας τοῖς προτέροις, κεναῖς χερσὶν ἀμηχανῶν ἐν ἀπορίᾳ ἔκειτο, οὐ
10δυνάμενος ἔτι νικῆσαι τὸν Ἔρωτα. συμπαίζει γὰρ ὁ Γανυμήδης τῷ Ἔρωτι. 129—30 τίπτ’ ἐπιμειδιάᾳς ἄφατον: τί γελᾷς, κακὸν μέγα καὶ ἄρρητον; ἦ αὐτὸν ματαίως ἐξηπάτησας καὶ παρελογίσω, οὐδὲ δικαίως αὐτοῦ περιεγένου, ἀλλὰ παρελογίσω ἄπειρον αὐτὸν ὄντα;
15133 Ἀδρήστεια: Καλλίμαχος (Hymn. I 47)· ‘σὲ δὲ κοίμισεν Ἀδρήστεια‘. ἀδελφὴ Κουρήτων. 134 ἄντρ, ἐν Ἰδαίῳ: ἢ τῷ τῆς Κρήτης ἢ τῷ τῆς Τροίας· ἀντιποιοῦνται γὰρ καὶ Τρῶες τῆς τοῦ Διὸς γενέσεως, καθά φησι Δη‐ μήτριος ὁ Σκήψιος (fg 53 Gaede).
20137—38 κύκλα: κύκλα λέγει τοὺς ῥόμβους, τὰ κυκλώματα. Ἰωνικῶς δὲ τὰ κύκλα ἀντὶ τοῦ κύκλους, ὡς λύχνα καὶ δίφρα. ἁψῖδες δὲ αἱ συναφαί, περιηγέες δὲ περιφερεῖς, περίδρομοι. 140 ἑαῖς: ἔδει τεαῖς εἰπεῖν. Lg(P) 141 ὁλκόν: νῦν τὴν διαδρομὴν τοῦ ἀστέρος λέγει.
25143 θέλξον: ἀντὶ τοῦ λῦσον τὴν ψυχήν. LgP 144a ἀμβολίη: βραδυτής. Lg(P)
b ἀφαυροτέρη: ἐλάσσων. LgP221

222

146 μείλια: τὰ παίγνια, δι’ ὧν οἱ παῖδες μειλίσσονται. Ὅμηρος ἐπὶ τῶν ξενίων (Ι 147 sq.)· ‘ἐγὼ δ’ ἐπὶ μείλια δώσω πολλὰ μάλα‘. 148—50a δ’ ἀγανοῖσιν: οὕτω τὸ ἑξῆς· ἡ δὲ ἐπειρύσασα παρειὰς κύσε ποτισχομένη, καὶ ἀντομένη ἀγανοῖς
5μύθοις ἀμείβετο μειδιόωσα. b ποτισχομένη: περιλαβοῦσα. LgP 153 εἴ κεν ἐνισκίμψῃς: ἐὰν ἐνερείσῃς, ἐπιβάλῃς. 166 ν’ αἰθέρι: ἀντὶ τοῦ ἀν’ αἰθέρα, δοτικὴ ἀντὶ αἰτι‐ ατικῆς. LmP
10167 ἑῆς: ἔδει εἰπεῖν σφῆς, ἵν’ ᾖ τῆς ἑαυτῶν· τὸ δὲ ἑῆς ἐστι τῆς ἑαυτοῦ. Lm(P) 173 〈ξυνὴ γὰρ χρειώ:〉 κοινὴ γὰρ ἡ χρεία καὶ οἱ λόγοι. Lm 174—75 ὁ δὲ σῖγα νόον: ὁ δὲ κατὰ σιγὴν πράττων καὶ ἐν ἑαυτῷ κρύπτων τὸ συμφέρον, οὗτος τὴν σωτηρίαν ἡμῶν παραιρεῖται. L
15186 σφέτερον κτέρας: οὐκ ὀρθῶς τὸ σφέτερον: ἔστι γὰρ τρίτον πρόσωπον πληθυντικόν. καὶ ἁμαρτάνει· ἔδει γὰρ ἑνικὸν καὶ οὐ πληθυντικόν· ἀποχωρίσαι ἑὸν κτέρας. 187 λωίτερον: αὐτὸ τὸ λῷον συγκριτικόν· τὸ δὲ λωίτερον παρῆκται διὰ τὸ μέτρον.
20190—91 ὅδε καί ποτ’ ἀμύμο〈να: διὰ ὀξείας τὴν πρώτην συλλαβήν· κατὰ ἀναφορὰν γὰρ λέγεται ἐπὶ τοῦ Αἰήτου. τὸ δὲ ἑξῆς· ὅδε καί ποτε Φρίξον ἔδεκτο πατρὸς φεύγοντα θυηλάς. 199 ἐπὶ θρωσμοῦ πεδ〈ίοιο: τοῦ ὑπερκειμένου τοῦ πο‐
25ταμοῦ τόπου, ὅπου ἔστι θορεῖν καὶ πηδῆσαι ἀπὸ τῆς νεώς. LGm(P)222

223

200a Κίρκαιον τό γε δή: τὴν Κίρκην τινὲς μὲν Αἰήτου ἀδελφήν, τινὲς δὲ θυγατέρα. ἱστορεῖ δὲ Διονύσιος (32 fg 1a J.), Ἡλίου ὅτι ἐγένοντο Περσεὺς καὶ Αἰήτης. Περσεὺς δὲ Ταύρων ἐβα‐ σίλευσεν καὶ συγγενόμενος νύμφῃ τινὶ Ἑκάτην ἔσχε θυγατέρα, ἣ περὶ
5τὰς ἐρημίας ἑκάστοτε διατρίβουσα ἐμπειροτάτη τῶν τε δηλητηρίων καὶ τῶν ἰᾶσθαι δυναμένων ἐγένετο· ἣν μεταπεμψάμενος ὁ Αἰήτης ἔγημεν καὶ ἔσχεν ἐξ αὐτῆς τὴν Κίρκην. b τὴν Κίρκην Διονύσιος ὁ Μιλήσιος ἐν αʹ τῶν Ἀργοναυτικῶν (v. sch. a) θυγατέρα Αἰήτου καὶ Ἑκάτης τῆς Πέρσεως θυγατρός,
10ἀδελφὴν δὲ Μηδείας. Ἡλίῳ γάρ φησιν υἱοὺς γενέσθαι δύω ἐν τοῖς τόποις ἐκείνοις, οἷς ὀνόματα ἦν Πέρσης καὶ Αἰήτης· τούτους διακατα‐ σχεῖν τὴν χώραν, καὶ Αἰήτην μὲν Κόλχων καὶ Μαιωτῶν, Πέρσεα δὲ τῆς Ταυρικῆς κυριεῦσαι· τὸν δὲ Πέρσεα πρεσβύτερον ὄντα γῆμαι γυναῖκα τῶν ἐγχωρίων τινά, καὶ γενέσθαι αὐτῷ θυγατέρα, ᾗ ὄνομα Ἑκάτη,
15ἥτις λέγεται ἀνδρικὴ γενέσθαι περὶ τὰ κυνηγετικὰ καὶ πρώτη θανασίμους ῥίζας εὑρεῖν καὶ τὸν ἑαυτῆς πατέρα φαρμάκοις ἀποκτεῖναι. ταύτην γήμασθαι πεμφθεῖσαν εἰς Κόλχους Αἰήτῃ τῷ πατραδέλφῳ, ἀφ’ ἧς γενέ‐ σθαι Κίρκην καὶ Μήδειαν· τὴν δὲ Κίρκην, πρεσβυτέραν οὖσαν τῆς Μηδείας, ὑπερβαλέσθαι τὴν ἑαυτῆς μητέρα, τὰ μὲν διακούσασαν, τὰ δὲ καὶ αὐτὴν
20ἐφευρηκυῖαν πολλὰ καὶ δεινά. Ἡσίοδος δέ φησι τὴν Κίρκην τοῦ Ἡλίου θυγατέρα εἶναι ἐν τοῖσδε τοῖς ἔπεσιν (Theog. 1011 sqq.)·
‘Κίρκη δ’ Ἠελίου θυγάτηρ Ὑπεριονίδαο
τίκτεν Ὀδυσσῆι ταλασίφρονι ἐν φιλότητι
Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε.‘223

224

202—09a τῶν καὶ ἐπ’ ἀκροτάτων: ὅτι τὰ μὲν ἄρσενα σώματα οὐ θέμις Κόλχοις οὔτε καίειν οὔτε θάπτειν, βύρσαις δὲ νεαραῖς εἱλοῦντες ἐκρέμων τῶν ἀρσένων τὰ σώματα, τὰ δὲ θήλεα τῇ γῇ ἐδίδοσαν, ὥς φησι Νυμφόδωρος (fg 17 M. II 380), ᾧ ἠκολούθησε.
5σέβονται δὲ μάλιστα Οὐρανὸν καὶ Γῆν. b ἡ γάρ κε δίκη: ἀντὶ τοῦ ὁ τρόπος. Lm(P) 215 τεθηπότες ἕρκε’ ἄν〈α〉κ〈τοσ: τὴν ὀχύρωσιν τῆς οἰκήσεως, τῶν οἰκημάτων τὴν ἀσφάλειαν. L 218 χαλκείαις ἐπὶ γλυ〈φίδεσσιν: ἐπὶ χαλκοῖς τορεύ‐
10μασιν ἢ χαλκοῖς κιονοκράνοις. 222 ἐλάχηνεν: ὤρυξεν, ἔσκαψεν. καταστρέφει δὲ εἰς τὸ κατ‐ εσκεύασεν. 224 θυώδεϊ νᾶεν: ἀρώμασι μεμιγμένον ὕδωρ ἔρρει ἢ εὐῶδες ἔλαιον.
15225—27a δ’ ἄρ’ ὕδωρ προρέεσκε: ὁ Ἀπολλώνιος κατὰ τὴν Πλειάδων δύσιν λέγων τὴν κρήνην θερμὸν ῥεῖν, κατὰ δὲ τὴν ἀνα‐ τολὴν ψυχρόν, οὐ παρέστησεν εἰλικρινῶς τὸν καιρόν. δύο γάρ εἰσιν ἀνα‐ τολαὶ τῶν ἀπλανῶν ἄστρων καὶ δύο δύσεις. ἑῴα μέν ἐστιν ἀνατολή, ὅταν ἔξω τῶν αὐγῶν τοῦ ἡλίου πρῶτον ἱστῆταί τι ἄστρον καὶ πρὸ
20αὐτοῦ ἀνατέλλον ὀφθῇ· ἑῴα δὲ δύσις, ὅταν ἡλίου πρὸς τὴν ἀνατολὴν ὄντος ὁραθῇ τι ἄστρον περὶ τὰς δύσεις ὕστατον τῶν ὅσα κατ’ ἐκείνην τὴν νύκτα δύνει. ἑσπερία δὲ ἀνατολή, ὅταν δύνοντος ἡλίου ὁραθῇ τι ἄστρον ἐπὶ τῆς ἀνατολῆς πρῶτον τῶν ὅσα κατ’ ἐκείνην τὴν νύκτα ἀνίσχει. ἑσπερία δὲ δύσις λέγεται, ὅταν ἡλίου δύνοντος ἄστρον ὁραθῇ
25τι πρὸ τῶν ἄλλων ἐπικαταδῦνον αὐτῷ, πρὶν ἂν ὑπὸ ταῖς αὐγαῖς τοῦ
ἡλίου γένηται. ὁ δὲ ὑπὸ ταῖς αὐγαῖς χρόνος πᾶς κρύψις ὀνομάζεται.224

225

αἱ δὲ Πληιάδες Πληιόνης τῆς Ὠκεανοῦ καὶ Ἄτλαντος, ὡς μέν τινες, ἀπὸ τῆς μητρὸς ἔσχον τὴν ἐπωνυμίαν· ἢ μᾶλλον παρὰ τὸν πλειῶνα, ὅς ἐστιν ἐνιαυτός, σημαντικαὶ γὰρ αὗται καὶ χειμῶνος καὶ θέρους. αὗται δὲ τὴν ἐναντίαν ἀεὶ πορείαν ποιοῦνται τῷ Ὠρίωνι. συναντῆσαι γὰρ
5λέγεται τῇ Πληιόνῃ μετὰ τῶν θυγατέρων κατὰ τὴν Βοιωτίαν, καὶ εἰς ἔρωτα ταύτης ἐμπεσὼν ἐδίωκεν, ἡ δὲ ἔφευγεν. γενέσθαι δὲ τὸν δρόμον αὐτῶν φασιν ἀδιάλειπτον, καὶ οὕτω καταστερισθῆναι τὰς Πληιάδας τὸν Ὠρίωνα φευγούσας. b τὸ δὲ θέρμετο ἀντὶ τοῦ ἐθερμαίνετο. P
10230 ὅτι χαλκόποδες οἱ ταῦροι καὶ πῦρ πνέοντες, καὶ Φερε‐ κύδης (3 fg 112 J.) φησίν. Lm(P) 232a πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ: δύο ἀρότρων
εἰσὶν εἴδη, τὸ μὲν πηκτόν, τὸ δὲ αὐτόγυον· πηκτὸν μὲν τὸ ἐκ συμβολῆς225

226

ἔχον τὸ ἔλυμα 〈...〉. ἔστι δὲ τὸ ἔλυμα, ἐν ᾧ ἡ ὕνις ἐντίθεται. τὸ δὲ ξύλον τὸ ἀπὸ τοῦ ἐλύματος τεῖνον ἐπὶ τοὺς βόας γύης καλεῖται, τὸ δὲ ἀπὸ τοῦ γύου ἱστοβοεύς. τοῦ δὲ ζυγοῦ τὰ ἐπὶ τοὺς αὐχένας τῶν βοῶν ἐπιτιθέμενα οἱ μὲν ζεύγλας, οἱ δὲ μέσσαβα λέγουσι. τὴν δὲ κατα‐
5σκευὴν τῶν ἀρότρων Ἐρατοσθένης ἐν τῷ Ἀρχιτεκτονικῷ (fg 17 Strecker) καταγράφει. b αὐτόγυον: πρὸς τὸ πηκτὸν ἄροτρον ἡ διαστολή. Lg(P) 233—34a ἤλασεν Ἠελίῳ: πέπλασται ὁ μῦθος διὰ τὴν τοῦ θεοῦ τῶν ποδῶν χωλότητα. οὐ μέντοι πιθανῶς· μείζονα γὰρ εἶχεν
10δύναμιν τῶν Γιγάντων, δι’ ἧς αὐτοὺς ἐτρέψατο ἄν. ὁ μέντοι Ἀπολ‐ λώνιος αἰτίαν ἀποδέδωκε, δι’ ἧς ὁ Ἥφαιστος κατεσκεύασε τῷ Αἰήτῃ τούς τε χαλκώνυχας ταύρους καὶ τὸ ἄροτρον. ὅτι δὲ δυνατὸς ἦν Ἥφαιστος, Ὅμηρος (Φ 342 sqq.) ἔδειξεν ἐπὶ Ξάνθου τοῦ ποταμοῦ. b Φλεγραίῃ: Φλέγρα πεδίον Θρᾴκης περὶ Παλλήνην, ἔνθα οἱ
15θεοὶ τοὺς Γίγαντας κατεπολέμησαν. 235 μέσαυλον τὸ μέσον τῆς αὐλῆς, ὅπου τῶν βοῶν αἱ στάσεις. μέσαυλον δὲ οἱ Ἀττικοὶ 〈τὴν μέσην θύραν〉 τὴν φέρουσαν εἴς τε τὴν ἀνδρωνῖτιν καὶ γυναικωνῖτιν. 237—38 δαιδαλέη δ’ αἴθουσα: στοὰ δὲ ποικίλη ἦν ἑκατέ‐
20ρωθεν τῆς οἰκίας. ἐκ πλαγίου δὲ τῆς αἰθούσης ὑψηλότεραι ἦσαν οἰκο‐
δομαί, ὅ ἐστι· πύργοι ἦσαν ἑκατέρωθεν.226

227

239 〈ὑπείροχος:〉 ὑψηλότερος. Lg 240 〈σὺν ἑῇ ναίεσκε δάμαρτι:〉 ὁ τὰ Ναυπακτικὰ πεποιη‐ κὼς (fg 4 Kink.) Εὐρυλύτην αὐτὴν λέγει, Διονύσιος δὲ ὁ Μιλήσιος (32 fg 1 b J.) Ἑκάτην μητέρα Μηδείας καὶ Κίρκης, ὡς προείρηται (sch.
5200 a. b), Σοφοκλῆς (fg 344 Pearson) δὲ Νέαιραν μίαν τῶν Νηρηίδων, Ἡσίοδος δὲ Ἰδυῖαν (Theog. 958. 960)·
‘Αἰήτης δ’ υἱὸς φαεσιμβρότου Ἠελίοιο
γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.‘ Ἐπιμενίδης (3 B 13 Diels—Kranz) δέ φησι Κορίνθιον τῷ γένει τὸν
10Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί. Διοφάνης δὲ ἐν τῇ αʹ τῶν Ποντικῶν ἱστοριῶν (Diophanti fg 1 M. IV 397) Ἀντιόπην φησὶν Αἰήτου μητέρα. 242—44 τὸν μὲν Καυκασίη: προγενέστερόν φησι τὸν Ἄψυρ‐ τον Μηδείας γεγενῆσθαι ἐξ Ἀστεροδείας τῆς Ὠκεανοῦ καὶ Τηθύος
15θυγατρός. 249 〈μετιοῦσαν: λείπει〉 εἶδον. Sm 255 ἔκτοθι πᾶσαι: ἀντὶ τοῦ ἐκτός, ἵνα τὸ εἰς τόπον σημαίνῃ. 257 ὑψοῦ χάρματι χεῖρας: ἔδει ὑψόσε· τὸ γὰρ ὑψοῦ τοῦ
20ἐν τόπῳ δηλωτικόν ἐστι, τὸ δὲ ὑψόσε τοῦ εἰς τόπον. Ὅμηρος (Α 486) ‘ὑψοῦ ἐπὶ ψαμάθοισ‘. 260—61a οὐκ ἄρ’ ἐμέλλετ’ ἀκηδείῃ με λιπόν〈τεσ: ἀφροντίστως με καταλιπόντες ὅμως οὐκ ἐμέλλετε μακρὰν πορεύεσθαι· ὑποστρέψαι οὖν ὑμᾶς ἡ μοῖρα πεποίηκεν.
25b τηλόθι: καὶ νῦν ἔδει εἰπεῖν τηλόσε. Lg(P) 262 ἔκποθεν ἄτης: ἔκ τινος βλάβης. LgP
264 〈στυγεράς:〉 μισητάς. Sm227

228

265 Ὀρχομενοῖο: καὶ Ἑλλάνικός (4 fg 126 J.) φησι τὸν Ἀθάμαντα Ὀρχομενὸν ᾠκηκέναι. L. 267 ἑήν: ἀντὶ τοῦ ὑμετέραν. Lg(P) 275 πολιοῖο: διαφανοῦς. Lg(P)
5276—77a τετρηχώς: τετραχυμμένος. LgP b διαφέρει οἶστρος μύωπος. ὁ μὲν γὰρ μύωψ ἀπογεννᾶται 〈ἐκ〉 τῶν ξύλων, ὁ δὲ οἶστρος ἐκ τῶν ἐν τοῖς ποταμοῖς ἐπιπλεόντων ζῳαρίων. τὸ δὲ τέλλεται κατὰ ἀφαίρεσίν ἐστι τοῦ ς, ἀντὶ τοῦ στέλλεται.
10281a ὀξέα δενδίλλων: ὀξέως παρεπιστρεφόμενος καὶ τοῖς ὀφθαλμοῖς ἐπινεύων. Ὅμηρος (Ι 180) δὲ ἐπὶ τοῦ 〈δια〉στρέφειν 〈τοὺς ὀφθαλμοὺσ〉 τέθεικε τὴν λέξιν, οἱ δὲ ἐν ἐπιστροφῇ τοῦ προσώπου παρεγκλίνοντα τοῖς ὀφθαλμοῖς ἐπινεύειν, καθάπερ καὶ Ἀπολλόδωρος (244 fg 242 J.)· Σοφοκλῆς (fg 1039 Pearson) δὲ ἐπὶ τοῦ περιβλέπειν
15τέθεικε τὴν λέξιν. b 〈βαιὸς ἐλυσθείς:〉 ἀντὶ τοῦ συστρέψας ἑαυτὸν καὶ ὑπο‐ καλύψας. 286 〈ἐνεδαίετο:〉 ἐξήπτετο. Gg 288a ἀμαρύγματα: τὰς λαμπάδας τῶν ὀφθαλμῶν. LmP
20b 〈ἀμαρύγματα:〉 βλέμματα. Gg c καί οἱ ἄηντο: πνοὴν ἔπεμπον ἢ μετεωρίζοντο. 290 〈κατείβετο:〉 ἐτήκετο. Sm 291a ὡς δὲ γυνὴ μαλερῷ πυρί: καὶ Ὅμηρος (ε 488)·
‘ὡς δ’ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ.‘
25b 〈κάρφεα:〉 ξηρὰ ξύλα. Sm228

229

294 ἄγχι μάλ’ ἐγρομέ〈νη: ἀντὶ τοῦ ἐγγύς. τίθεται δὲ καὶ ἐπὶ χρόνου, ἀντὶ τοῦ νῦν ἢ ἀντὶ τοῦ ταχέως. Μένανδρος (fg 600 K. III 181) ‘ἔγημ’ ἔναγχοσ‘. 296 εἰλυμένος: κεκαλυμμένος οἷον κεκρυμμένος· εἰς γὰρ τοῦτο
5καταστρέφει. 298 ἀκηδείῃσι: ταῖς πολυκηδείαις, τουτέστι ταῖς λύπαις. Lg(P) 302a κακὸν τὸ σφετέρης. Lg b τὸ δὲ σφετέρης θυγατρὸς ἀντὶ τοῦ ἰδίας. P 306—07 ἠέ τις ἄτη: οἷον κακόν τι ὑμᾶς ἐνεπόδισε κατὰ τὸν
10πλοῦν; τὸ γὰρ ἐνέκλασε κατὰ μεταφοράν, ἐνεπόδισεν. 309—13a Κίρκην ἑσπερίης: ἠκολούθησεν Ἀπολλώνιος τοῖς κατὰ τὸ Τυρσηνικὸν πέλαγος ὑποτιθεμένοις τὴν Ὀδυσσέως πλάνην, ὧν ἀρχηγὸς Ἡσίοδος (Theog. 1015 sq.), κατῳκηκέναι λέγων Κίρκην ἐν τῷ προειρημένῳ πελάγει.
15b ἑσπερίης εἴσω χθονός: περὶ τὴν Ἰταλίαν ᾤκησεν ἡ Κίρκη, ὅθεν ὄρος Κίρκαιον, ἀπ’ αὐτῆς πολυφάρμακον. φησὶ δὲ Ἀπολ‐ λώνιος, Ἡσιόδῳ (v. sch. a) ἑπόμενος, ἐπὶ τοῦ ἅρματος τοῦ Ἡλίου εἰς τὴν κατὰ Τυρρηνίαν κειμένην νῆσον τὴν Κίρκην ἐλθεῖν. ἑσπερίαν δὲ αὐτὴν εἶπεν, ἐπεὶ πρὸς δυσμὰς κεῖται.
20319 〈μειλιχίως:〉 ἐπιεικῶς, πραέως. Lg 320 〈κείνην:〉 λείπει τὴν ναῦν. Lg 321 〈αὐτούς:〉 ἡμᾶς. Sm 322 ποτὶ ξερόν: ἐπὶ τὸ ξηρὸν ἀπὸ τοῦ ὑγροῦ τῆς θαλάσσης. ἡ δὲ ποτὶ πρόθεσίς ἐστι παρὰ μὲν Δωριεῦσι πρός, παρ’ ἡμῖν δὲ καὶ
25Ἴωσιν εἴληπται ἀντὶ τῆς παρά· Ὅμηρος (Α 245) ‘ποτὶ δὲ σκῆπτρον229

230

βάλε γαίῃ‘, καὶ ἡ Δωρικὴ παροιμία ‘τὸν λίθον ποτὶ τὰν σπάρτον ἄγοντασ‘. 327 νηὸς ἑῆς προτέρῳ: κακῶς τὸ ἑῆς ἐπὶ πλήθους· ἔστι γὰρ ἑνικόν. ἔδει δὲ εἰπεῖν σφετέρης.
5331 〈μετά:〉 ἀντὶ τῆς εἰς. Lg 335 σφωιτέρῃ: κακῶς τὸ σφωιτέρῃ εἶπεν ἐπὶ ἑνικοῦ· ἔστι γὰρ δυϊκόν. ὁ δὲ Ἰάσων ἀπὸ Αἰόλου τὸ γένος κατάγει, ὡς Ἑλλά‐ νικος (4 fg 128 J.). 336—39a στεῦται ἀμειλίκτοιο: ὁ νοῦς· ὁρίζεται δὲ τοὺς
10ἀπ’ Αἰόλου οὐκ ἐκφεύξεσθαι τὸν ἀνεξίλαστον χόλον τοῦ Διὸς οὐδὲ τὸ μίασμα καὶ τὴν Φρίξου ποινήν, πρὶν τὸ κῶας εἰς τὴν Ἑλλάδα κομι‐ σθῆναι. τὸ δὲ ἑξῆς· στεῦται δ’ Αἰολιδῶν γενεὴν οὐχ ὑπα‐ λύξειν ἀμειλίκτοιο Διὸς μῆνιν καὶ χόλον, πρὶν ἐς Ἑλ‐ λάδα 〈κῶασ〉 ἱκέσθαι.
15b ποινάς: ἐκδικίας Lg(P) 342a τῶν Κολχικῶν κακίστης ἐτύχομεν νεώς. Lm(P) b ἤλιθα: ἀθρόως. LgP 349 〈εἰ:〉 ὅπως. Sm 350 〈αὐτῷ:〉 ἀντὶ τοῦ σοί. Lg
20354—55 παρέλκεται τὸ δῆθεν. εἰ δὲ προαιρῇ, φησίν, ἑκάστου γνῶναι τὴν γενεὰν καὶ τοὔνομα, πάντα ἐξείποιμι 〈ἄν〉. L 356 〈οἷό περ:〉 οὗτινος χάριν. Lg 359 〈γνωτός:〉 ἀντὶ τοῦ συγγενὴς ἢ ἀνεψιδοῦς, δισεξάδελφος. Κρηθεὺς καὶ Ἀθάμας ἀδελφοί, Αἰόλου παῖδες· Κρηθέως ὁ Αἴσων,
25Αἴσονος Ἰάσων, Ἀθάμαντος δὲ Φρίξος, οὗ Ἄργος. Lm 368a ἠερέθοντο: μετεωρίζοντο τῷ νῷ χολουμένῳ, ἀντὶ τοῦ οἰδαίνοντο. Lm(P) b 〈ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο:〉 ἐπρίσκετο,
ἐφυσιοῦτο. Lm230

231

375—76a 〈αὐτίκα:〉 ἀντὶ τοῦ νῦν. Lg b νέεσθαι: ἀπὸ κοινοῦ τὸ ἔολπα. Lg(P) 386 σχέο μοι: ὦ Αἰήτη, ἐπίσχες ἢ ἀνάσχου μοι περὶ τούτου τοῦ στόλου.
5388 τὸ δὲ οὐδὲ μὲν ἱέμενοι ἀντὶ τοῦ· οὐδὲ ἐφιέμενοι τῆς σῆς βασιλείας. P 395—96 κακῶς τὸ σφωιτέροισιν ἐχρήσατο ἐπὶ ἑνικοῦ· ἔδει γὰρ εἰπεῖν τεοῖσιν. τὸ δὲ ἴσκεν Ὁμηρικῶς. 399 τὸ δὲ πειρήσαιτο βίην ἀντὶ τοῦ· πεῖραν λάβοι τῆς ἰσχύος
10τῶν ἡρώων. P 400—01 κακῶς τὸ ὑποβλήδην· κεῖται γὰρ πρὶν ἢ καταλῆξαι τὸν ἕτερον λέγοντα. τὸ δέ διηνεκέως ἀγορεύεις ἀντὶ τοῦ μακρη‐ γορεῖς. 404—06a 〈δώσω:〉 πεῖραν λαβὼν τῆς σῆς ἀνδρείας παρέξω τὸ
15δέρος· οὐ γὰρ φίλον μοι τὸ φθονεῖν. L b 〈οὔτι μεγαίρω:〉 ἀντὶ τοῦ· οὐ φθονῶ ὑμῖν, ὡς ὁ Πελίας. 408a 〈τόν:〉 τὸν ἆθλον. Lg b ὀλοὸν δὲ τὸν μέγαν καὶ ἀνύποιστον. P 409—10 δοιώ μοι πεδίον τὸ Ἀρή〈ιον: ...〉 καὶ Ἀντί‐
20μαχος ἐν τῇ Λύδῃ (fg 9 B. II 290) ἡφαιστοτεύκτους τοὺς ταύρους ἀπεφήνατο. 411—12a στυφελήν: τραχεῖαν. b τετράγυον: πεντηκοντόγυόν φησι Φερεκύδης ἐν ϛʹ (3 fg 30 J.). 413a 〈σπόρον:〉 πυρόν. Lg
25b ὁλκοῖσι: ταῖς ἐγχαράξεσιν· ἑλκομένου γὰρ τοῦ ἀρότρου ἡ γῆ διαρρήγνυται. c 〈Δηοῦς:〉 τῆς Δήμητρος. Lg
414 〈μεταλδήσκοντας:〉 [καὶ] ἐξισουμένους. Lg231

232

416a 〈κείρω:〉 κτείνω. Lg b περισταδόν: κύκλῳ περιεστῶτας. LgP 422 νῦν ἐπὶ τόπου τὸ πάρος, κεῖται δὲ καὶ ἐπὶ χρόνου. 427—31a περιπολλὸν ἐέργεις: ὁ νοῦς· λίαν με τῷ δικαίῳ
5συνέχεις, διόπερ ἐγὼ καίπερ ὑπερφέροντα τῇ βίᾳ τὸν ἆθλον ἐποίσω μέχρι θανάτου. ἀρρενικῶς δὲ εἶπε τὴν μοῖραν μόρον. b ἐέργεις: συνέχεις, συγκλείεις. LgP c οὐ γὰρ ἔτ’ ἄλλο: οὐδὲν γὰρ ἀνθρώποις χεῖρον ἀνάγκης, καθ’ ἣν ἀφίγμεθα πρὸς σέ, βιασθέντες ὑπὸ τοῦ βασιλέως. L
10438 μετελθεῖν: ἡ μετὰ ἀντὶ τῆς πρός· πρὸς ἀμείνονα φῶτα ἐλθεῖν. Lm(P) 439 〈ἀπηλεγέως:〉 ἀποτόμως. Lg 441—42a τὸ δὲ ἐπεὶ μεσσηγὺς αἰτίας ἀποδοτικόν ἐστι, διὰ τί κατόπιν ἐκείνων ἐπορεύετο ὁ Ἄργος· διότι, φησίν, ἔνευσε τοῖς ἀδελ‐
15φοῖς αὑτοῦ ἔτι λιπέσθαι καὶ μεῖναι ἐν τῇ οἰκίᾳ. οἱ δ’ ᾔεσαν καὶ ἐξῆλθον, οἱ περὶ Ἰάσονα δηλαδή. P b 〈λιπέσθαι:〉 ἐμμένειν. Lm 444—45a π’ αὐτῷ δ’ ὄμματα: ἐπ’ αὐτῷ δὲ ἡ Μήδεια λοξὰ τὰ ὄμματα ἔχουσα θηεῖτο, παραθεμένη τὴν καλύπτραν.
20b 〈π’ αὐτῷ δ’ ὄμματα:〉 λείπει τὸ ἔχουσα. Lg 446—47a κῆρ ἄχεϊ σμύχ〈ουσα: τῇ λύπῃ τὴν ψυχὴν και‐ ομένη καὶ ἀναλίσκουσα. L b νόος δέ οἱ ἠύτ’ ὄνειρος: ὁ νοῦς· τῷ δὲ νῷ ἀνεθεώρει τὸν Ἰάσονα, οἷον καθάπερ ἐν ὀνείρῳ μετέωρος ἐπορεύετο κατὰ τὰ
25ἴχνη τοῦ Ἰάσονος. L 453 προπρὸ δ’ ἄρ’ ὀφθαλμῶν: ἐμφατικῶς αἱ προθέσεις. τὴν συνεχῶς ἀνειδωλοποιοῦσαν τῷ νῷ ἐμφαίνει, ὡς παρ’ Ὁμήρῳ ‘προπροκυλινδόμενος.‘
455 οἷά τ’ ἔειφ’: θαυμαστικῶς τὸ οἷα εἶπεν. Lm(P)232

233

460—60 ὀδύρετο δ’ ἠύτε πάμπαν: ἐθρήνει δὲ αὐτὸν ὡς ἤδη τεθνηκότα, ἐλέῳ δὲ συνεχομένη ἔκλαιεν ἐπ’ αὐτῷ λυπουμένη. L 466a ἐρρέτω: φθειρέσθω. L b 〈ἦ μὲν ὄφελλεν:〉 ἦ ὤφελεν χωρισθῆναι ἀπαθής, μηδὲν
5παθών. 467 πότνα θεὰ Περσηί: τινὲς αὐτήν φασι Διὸς εἶναι παῖδα, ἐν δὲ τοῖς Ὀρφικοῖς Δήμητρος γενεαλογεῖται (fg 41 Kern)·
‘καὶ τότε δὴ Ἑκάτην Δηὼ τέκεν εὐπατέρειαν.‘ Βακχυλίδης δὲ Νυκτός φησιν αὐτὴν θυγατέρα (fg 40 B. III 583
10= 31 Blass—Snell)· ‘Ἑκάτα δᾳδοφόρε, Νυκτὸς μεγαλοκόλπου θύγατερ‘· Μουσαῖος (cf. 2 B 16 Diels—Kranz) δὲ Ἀστερίας καὶ Διός, Φερεκύδης (3 fg 44 J.) δὲ Ἀρισταίου τοῦ Παιῶνος. 470 〈οὕνεκεν:〉 ὅτι οὐκ ἐπιχαίρω ἐγὼ κακοῖς. ὁ δὲ λόγος ἐρωτικός. Lm(P)
15471 ἐόλητο: ἐτετάρακτο καὶ ἐν ἀγωνίᾳ ἦν. LmP 474 〈δὴ τότ’ Ἰήσονα:〉 ὑπέρβατόν ἐστι· τὸν γὰρ Ἰάσονα Ἄργος προσεῖπεν. Lm 478 εἰς τὴν Ἑκάτην αἱ φαρμακίδες ἀναφέρονται. L 482 ἀντιβολήσων: συναντήσων· καταστρέφει δὲ εἰς τὸ κοινο‐
20λογήσομαι, συντάξομαι. Lm(P) 485 ὦ πέπον: ὦ γλυκύτατε, ἡδύτατε, προσφιλέστατε, ἐπεὶ καὶ ὁ πέπων μελιχρός. LmP 486 〈βάσκετε:〉 γράφεται καὶ βάσκ’ ἴθι. Lm 490 〈παρεόντας:〉 τὸν Ἰάσονα καὶ τοὺς σὺν αὐτῷ. Lg
25492—94a 〈ἀντικρύ:〉 φανερώτατα καὶ ἐναντιώτατα. Lg b διειρομένοισι: διερευνῶσιν ἢ λέγουσιν. ὁ γὰρ νοῦς· ἐναν‐ τίως ἡμῖν ἔχει· οὐ γάρ ἐστι τελεσθησόμενον οὔτε ἐμοὶ 〈...〉 τῶν
ἐπιτασσομένων τι.233

234

497 ἐφίετο: ἐνετέλλετο. LgP 500—01 ὃ δή νύ οἱ: τὸ ἑξῆς· ὅπερ αὐτῷ συντόμως ὑπεσχόμην· οὐκ ἦν γὰρ ἄλλο τι σκέψασθαι βέλτιον. L 502 〈ἀνήνυτος:〉 δυσκατόρθωτος. Lg
5510 πεφυλαγμένος ἐντύναιο: φυλάττων τὴν ὑπόσχεσιν παρασκευάζου· ἐντύνω γὰρ τὸ παρασκευάζω. 511 κακῶς τὸ ἑῇ· τρίτου γάρ ἐστι προσώπου. ἔδει δὲ σῇ. Lm(P) 513—14 οὐ γὰρ ἔγωγε σχήσομαι: ἀντὶ τοῦ· ἐγὼ οὐκ ἀνέ‐ ξομαι. τί γὰρ πλέον ἢ θάνατός με περιμένει; L
10515—21 ὁ μὲν Ἀπολλώνιος τούτους φησὶ προαιρεῖσθαι ζεῦξαι τοὺς βόας, ὁ δὲ τὰ Ναυπακτικὰ (fg 5 Kink.) πάντας ἀριθμεῖ τοὺς ὑπ’ αὐτοῦ φερομένους ἀριστεῖς. 523—24 ἀλλά τιν’ οἴω μητρὸς ἐμῆς: δύναται, φησίν, ἡ μήτηρ ἡ ἐμὴ πεῖσαι τὴν Μήδειαν συνεργῆσαι τὸν ἆθλον. ἐν δὲ τοῖς
15Ναυπακτικοῖς (fg 6 Kink.) Ἴδμων ἀναστὰς Ἰάσονι κελεύει ὑποστῆναι τὸν ἆθλον. 529 δάε: ἐδίδαξεν. LgP 530 νήχυτον ὕδωρ: τὸ πολύχυτον. τὸ γὰρ νη καὶ στέρησιν σημαίνει καὶ ἐπίτασιν. καὶ ‘ἀχύνετον ὕδωρ‘ (Nic. Al. 174) τὸ πολὺ
20κατὰ Ἴωνας καὶ Σικελιώτας. Διονύσιος·
‘πλαζομέναις ἵνα λύσσαν ἀχύνετον ἧκα βαλοῦσα.‘ 533a ἄστρα τε καὶ μήνης: τὸν παραδεδομένον μῦθον λέγει, ὡς αἱ φαρμακίδες κατάγουσι τὴν σελήνην. τινὲς δὲ καὶ τὰς ἐκλείψεις
ἡλίου καὶ σελήνης καθαιρέσεις ἐκάλουν τῶν θεῶν. L234

235

b τὸ παλαιὸν ᾤοντο τὰς φαρμακίδας τὴν σελήνην καὶ τὸν ἥλιον καθαιρεῖν. διὸ καὶ μέχρι τῶν Δημοκρίτου (68 B 161 Diels—Kranz) χρόνων πολλοὶ τὰς ἐκλείψεις καθαιρέσεις ἐκάλουν. Σωσιφάνης ἐν Με‐ λεάγρῳ (fg 1 N.2
5
‘μάγοις ἐπῳδαῖς πᾶσα Θεσσαλὶς κόρη
ψευδὴς σελήνης αἰθέρος καταιβάτις.‘ 539a τὸ τάχα ἐπὶ δισταγμῷ κεῖται· τινὲς δὲ καὶ ἀντὶ τοῦ ταχέως. L b 〈σὺν δαίμονι:〉 σὺν ἀγαθῷ δαίμονι. Lg
10550 〈κείνης δ’ ὅγε μείλιχος ὄρνις:〉 Ἀπολλόδωρός φησιν ἐν τῷ Περὶ θεῶν (244 fg 114 J.), ὅτι ἡ περιστερὰ ἱερὰ Ἀφροδίτης διὰ τὸ λάγνον· παρὰ γὰρ τὸ περισσῶς ἐρᾶν λέγεται. 551—52 κέαρ δέ μοι: ὡς δὲ ἡ ψυχή μου προορᾶται, οὕτως γένοιτο. L
15561 〈βλέποντες:〉 γράφεται λεύσσοντες. Gg 564 〈μεμαώς:〉 ἀντὶ τοῦ ὀργιζόμενος νῦν· οὐ γὰρ ἐπὶ κακοῖς τις πρόθυμός ἐστιν. Lm 578 〈Μινύαισι:〉 τοῖς Ἀργοναύταις. Lg 581 〈λασίης:〉 πυκνῆς. Lg
20583a ἀποφλύξωσιν: ἀντὶ τοῦ ἐκφυσήσωσιν, καταστρέφει δὲ εἰς τὸ ἐκπνεύσωσιν. ἔνθεν καὶ ὁ φλύαρος. b 〈ἀποφλύξωσιν:〉 ἀποδώσουσι. Sm 584 〈οὐδὲ γάρ:〉 λείπει τὸ ὑπέμεινεν. Lm 587—88a εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ’ οὐρα〈νοῦ: ἄγγελόν
25φησιν Ἑρμῆν ὑπὸ Διὸς πεμφθῆναι κελεύοντα δέξασθαι τὸν Φρίξον,
ἵνα τὴν Αἰήτου θυγατέρα γήμῃ. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας (Hes.235

236

fg 184 Rz.2) διὰ 〈τὸ〉 δέρας αὐτὸν αὐθαιρέτως φησὶ προσδεχθῆναι. λέγει δέ, ὅτι μετὰ τὴν θυσίαν ἁγνίσας τὸ δέρας οὕτως ἔστειχεν εἰς τοὺς Αἰήτου δόμους, τὸ κῶας ἔχων. b ὥς κε προσκηδέος: ὅπως ἂν εὐμενοῦς ἀντιάσειεν ὁ Φρίξος
5τοῦ Αἰήτου. c ἀντιᾶν δὲ τὸ ἀπολαύειν. P 589 〈μὴ καί:〉 ἀπὸ κοινοῦ τὸ στεῦτο. Lm 594—98a νόσφιν δ’ οἷ αὐτῷ: χωρὶς δὲ αὐτῷ δώσειν τιμωρίαν ἔλεγεν τοὺς Φρίξου παῖδας· τούτους γὰρ αὐτῷ κακοὺς ἄνδρας ἐπάγειν,
10ὅπως αὐτοῦ τῆς βασιλείας ἐγκρατεῖς γένωνται, ὡς καὶ παρὰ τοῦ ἰδίου πατρὸς Ἡλίου ἠκηκόει. ὅτι δὲ χρησμὸς ἦν Αἰήτῃ δεδομένος, ὑπὸ τῶν αὐτοῦ ἐγγόνων ἀπολέσθαι, καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις (31 fg 9 J.) ἱστορεῖ· τούτου ἕνεκα καὶ τὴν ζεῦξιν τῶν ταύρων λέγει αὐτὸν ἐπινοῆσαι.
15b ἀκηδέες: ἀφρόντιστοι ὄντες αὐτοῦ. Lm(P) 599 〈χρῆναί μιν:〉 γράφεται χρειώ μιν. Lg 600 κακῶς τὸ σφωιτέρης δυϊκὸν ἐπὶ ἑνικοῦ ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν ἑῆς, ἵν’ ᾖ τῆς ἑαυτοῦ. 601—02a τῷ κε καὶ ἐλδομένους 〈πέμπεν: παρατατικὸν
20εἴληφεν ἀντὶ συντελικοῦ, καὶ ἔστιν ὑπερβατὸς ἡ φράσις καὶ λείπει τὸ ὥς. τὸ γὰρ ἑξῆς ἐστι· διὸ καὶ ἐπιθυμοῦντας μακρὰν πλεῦσαι—προσεκδε‐ κτέον καὶ τοῦτο—ὡς πατρὸς ἐντολῇ πέπομφε [φράσαντος αὐτοῦ]. L b τὸ δὲ πατρὸς ἐφημοσύνῃ ἀντὶ τοῦ· κατὰ τὴν τοῦ Ἡλίου νουθέτησιν. P
25603 〈εἶναί οἱ τυτθόν γε δέος:〉 λείπει τὸ ὑπελάμβανεν. Lm 605 〈ἀλλ’ ἐνὶ Χαλκιόπης:〉 ἦν γὰρ αὐτῷ χρησμὸς δοθεὶς ὑπὸ συγγενῶν ἀπολέσθαι, ὡς καὶ Ἡρόδωρος (V. sch. 594—98a) ἱστορεῖ. Lm 610 παρηγορέεσκεν: παρεκάλει, ἐφιλοφρονεῖτο. Lm(P) 613 〈παρ’ αἶσαν:〉 παρὰ τὸ προσῆκον ποιοῦσα. Lm
30615 ἀμφαδά: ἀκουστά, φανερά. Lg(P)236

237

616 κατελώφεεν: ἐκ τῶν λυπῶν ὁ ὕπνος αὐτὴν κατ‐ έπαυεν. Lm(P) 622 καὶ νῦν κακῶς τὸ σφέτερον· πληθυντικὸν γάρ ἐστιν 〈ἐπὶ〉 ἑνικοῦ προσληπτικοῦ. ἔδει δὲ ἑὸν δόμον εἰπεῖν. L
5625 οὐχ ὑγιῶς οὐδὲ νῦν τὸ σφωιτέρους· δυϊκὸν γάρ ἐστιν ἐπὶ ἑνικοῦ. ἔδει οὖν εἰπεῖν ἑούς. L 628—29a ἄμφω: ἀμφότεροι δὲ ἐπέτρεψαν τῇ κόρῃ τὴν δίκην, ὁμολογήσαντες ἐμμένειν οἷς ἂν δικάσῃ. Lm(P) b 〈ὥς κεν—ἰθύσειεν:〉 ὡς ἂν ταῖς διανοίαις ἐπιβάλοι. Lm
10641 τὸ δὲ ἔμπα ἀντὶ τοῦ ἔμπης. P 643 〈σφετέροις:〉 ἀντὶ τοῦ ἑοῖς. Lg 646 〈οἰέανος:〉 μονείμων. Sm 649 〈ὀπίσσω:〉 εἰς τὸν ἑαυτῆς κοιτῶνα. Lg 651 〈φέρον: λείπει〉 ταύτην. Sm
15656—63a ὁ νοῦς· καθάπερ δὲ νύμφη, ἐκδοθεῖσα ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν εἰς γάμον, ἀπολόμενον κατά τινα μοῖραν τὸν γήμαντα πρὶν ἐπ’ ἀλλήλοις τερφθῆναι, διακαιομένη τὴν ψυχὴν ὑπὸ λύπης, ἐν τῷ θαλάμῳ κλαίει, αἰδουμένη καὶ τῶν θεραπαινίδων τῇ ἐντροπῇ, ἵνα μή τις αὐτὴν μωμήσηται προσιουσῶν γυναικῶν. L
20b 〈θαάσσει:〉 καθέζεται. Lg c 〈χῆρον:〉 ἔρημον. Lg d ἐπιστοβέωσι: χλευάζωσι, λοιδορήσωσι, μωμήσωνται. LmP 665 ἐπιπρομολοῦσα: περιττεύει ἡ ἐπὶ πρόθεσις. LmP 666 ἑπέτις: ἀκόλουθος ἦν νεάζουσα. LmP
25668 〈ἀρέσασθαι:〉 πεῖσαι. Lg 676 θευμορίη: ἐκ θεῶν μεμοιραμένη νόσος περιέδραμεν. Lm(P) 680 〈ἵνα:〉 ὅπου. Lg
687 ἐπεκλονέεσκον: ἐθορύβουν. LgP237

238

688—89a 〈περί μοι παίδων:〉 ὑπὲρ τῶν υἱῶν σου τετάρακται ἡ ψυχή μου, μὴ αὐτοὺς σὺν τοῖς ξένοις ὁ πατὴρ ἀποκτείνῃ. Lm(P) b μή σφε: μὴ αὐτούς· κατὰ ἀφαίρεσιν γὰρ ἐκ τοῦ σφέας. 690 〈νέον:〉 νεωστί. Lg
5694 ἀντιάσειε: παρακαλέσειε, δυσωπήσειε. Lm(P) 699—700 〈ὅττι τοι εἴπω:〉 ὅπερ σοι εἴπω φυλάξαι ἐν τῇ ψυχῇ καὶ συνεργὸς γενέσθαι. 714 〈Κόλχων ὅρκος:〉 ὅτι Κόλχων ὅρκος Οὐρανὸς καὶ Γῆ. 724—26 ἀνέπτατο χάρματι θυμός: ἄνεσιν ἔσχεν αὐτῆς
10ἡ ψυχὴ ἐν χαρᾷ γενομένης. πιθανῶς δὲ χαρακτηρίζει ἡμῖν τὸν ἔρωτα. 730—31 〈εἰ ἔτι σῆς:〉 εἴ τι σοῦ προκρίναιμι ἢ τῶν σῶν παίδων. Lm 732 〈κηδεμόνες:〉 οἱ ἀλλήλων φροντίζοντες. Lg 738a οἴσομαι εἰς Ἑκά〈τησ: ἔν τισι φέρεται μετὰ τὸν
15οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων καὶ ἕτερος στίχος οἰσομένη ξείν, οὗπερ τόδε νεῖκος ὄρωρε. ἔν τισι δὲ οὐ φέρεται, ὡς καὶ ἐνταῦθα. L b 〈θελκτήρια:〉 λυτήρια. Lg
20740—41 〈παῖσί τ’ ἀρωγήν:〉 τὰ ὁμολογηθέντα ὑπὸ τῆς Μη‐ δείας τοῖς παισὶν αὑτῆς ἡ Χαλκιόπη διεσάφησεν. Lm 742 στυγερὸν δέος κατὰ μετωνυμίαν εἶπεν τὸ φόβου ποιη‐ τικόν. 743 τοῖα παρὲξ οὗ πατρός: τοιαῦτα ἄνευ τῆς τοῦ πατρὸς
25γνώμης ἐπὶ τῷ Ἰάσονι βουλεύσασθαι. 745 Ἑλίκην: τὴν μεγάλην Ἄρκτον. LgP 748 ἀδινόν: ἀντὶ τοῦ ἀδινῶς. λείπει δὲ θρηνοῦσαν. LgP 750 μελαινομένην: ἀπεσκοτωμένην, ὅ ἐστιν ἀσέληνον. Lg(P) 751—53a ἀλλὰ μάλ’ οὐ Μήδ〈ειαν: παρέλκει τὸ μάλα.
30τὸ δὲ ἑξῆς· ἀλλὰ μάλ’ οὐ Μήδειαν ἐπέλαβε γλυκερὸς ὕπνος
δειδυῖαν ταύρων κρατερὸν μένος.238

239

b Αἰσονίδεω πόθῳ: οὐχ ὑγιῶς τέθεικεν τὸν πόθον ἀντὶ τοῦ ἔρωτος. πόθος γὰρ ἡ ἐπιζήτησις, ὁ δὲ ἔρως ἐπιτεταμένον ἐστὶ πάθος. c δειδυῖαν: τοῦ δείδω ῥήματος ὁ παρακείμενος δείδια, ἀφ’ οὗ μετοχὴ κατὰ συγκοπὴν δειδώς, τὸ θηλυκὸν δειδυῖα.
5754 νειὸν Ἄρηος: τὸ ἀρούμενον ὑπὸ τῶν ταύρων πεδίον. Lm(P) 755 ἔθυιεν: ὥρμα, ἐκινεῖτο. ἔνθεν καὶ θυιάδες αἱ Βάκχαι. Lm(P) 756—59a ἠελίου ὥς τίς τε δόμοις: καθάπερ τις αὐγὴ ἡλίου κατ’ οἶκον ἐξ ὕδατος ἀναφέρεται πρὸς τοῖχον, ὅπερ νεωστὶ κέχυται ἢ ἐν λέβητι ἢ ἐν κάδῳ, εἰς ἑκάτερα δὲ τὰ μέρη συνεχῶς κινεῖται στρεφο‐
10μένη. L b ἐν γαυλῷ: ἐν κάδῳ, ὃ καλεῖται βεδοῦριν. Lm(P) c ὠκείῃ στροφάλιγγι: ταχυτάτῃ στροφῇ. Lg(P) 762 〈τεῖρ’ ὀδύνη〉 σμύχουσα: κατεπόνει αὐτὴν ἡ ὀδύνη καίουσα. Ὅμηρος (Ι 653)· ‘κατασμῦξαι πυρὶ νῆασ‘. Lm(P)
15764—65a 〈ἔνθ’ ἀλεγεινότατον:〉 καθ’ ὃν τόπον ἄλγιστόν ἐστι μέρος τῆς ψυχῆς, ὅταν ἀδιαλείπτως τις τῷ ἔρωτι κατέχηται. ἐπι‐ μένει δὲ πιθανῶς τῷ χαρακτῆρι ἑλκομένης μὲν τῷ πάθει, λογισμῷ δὲ κρατουμένης. Lm(P) b ἐνισκίμψωσιν: ἐμπέσωσιν. LgP
20767 καταφθίσθαι: ἤγουν τῷ ἔρωτι. Lm(P) 769a ὀτλησέμεν: ὑποφέρειν τὴν ἄτην ἐσκέψατο. Lg(P) b τὸ δὲ εὔκηλον ἀντὶ τοῦ εὐκήλως ἤτοι ἡσύχως. P 772 〈ἀλκή:〉 ἀποφυγή. Lg 775a Ἀχαιίδα: ἀντὶ τοῦ Θεσσαλικήν. Ὅμηρος (Β 684)·
25
‘Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.‘ L b 〈πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι:〉 γράφεται πρὶν Ἀχαιίδα γαῖαν κομίσσαι. Lm 780 〈φάρμακα μησαμένη:〉 λείπει τὸ δοῦναι. περιττὴ δὲ ἡ
ἐπὶ πρόθεσις239

240

781 τίς μῆτις: τίς δέ μοι ἔσται παραλογιστικὴ βουλὴ τῆς βοη‐ θείας; Lm(P) 784 ἀντὶ ἑνικοῦ τοῦ ἐμοὶ κεῖται τὸ ἄμμι. 785 ἀπαμείρεται: στερηθήσεται. LgP
5787 〈ἵνα οἱ:〉 ὅπου αὐτῷ. Lg 789 〈μελάθρῳ:〉 τῇ δοκῷ. Lg 791 ἐπιλλίξουσιν: ἐπικαταμωκήσονται. κυρίως δὲ τὸ τοὺς ὀφθαλμοὺς ἐπικλίνειν καταμωκώμενον. Lm(P) 796 κακῶς τὸ οὕς—βέλτιον δὲ διὰ τοῦ ε ἑούς—〈τέθεικεν
10ἀντὶ τοῦ ἐμούς. ἢ ...〉, ἵνα ἐκ τῶν γυναικῶν ᾖ ὁ λόγος. L 802 ἦ καὶ φωριαμόν: νῦν τὴν κοιτίδα λέγει, σαφὲς δ’ ἐκ τοῦ ἐνθεμένη ἐπὶ γούνασιν. ἐτυμολογεῖ δὲ τὴν φωριαμὸν Ἐρατο‐ σθένης ἐν τῷ Ἑρμῇ (fg IV Hiller)·
‘φωριαμὸν δ’ ὀνόμηναν, ὅ μιν κύθε φώριον ἄγρην·
15
ἐκ τοῦ φωριαμὸς κικλήσκεται ἀνθρώποισιν.‘ 803 ῥαιστήρια: φθαρτικά. LgP 805 ἀσταγές: ἀντὶ τοῦ πολυσταγῶς. τὸ γὰρ α νῦν ἐπιτατικόν, ὡς ‘ἄξυλος ὕλη‘ (Λ 155). LmP 807 κακῶς τὸ τόφρα ἀνταποδοτικὸν ἀντὶ τοῦ ὄφρα, ὅπως·
20‘ὄφρα μὴ ἄσπερμος γενεή‘ (Υ 303). 〈κυρίως δὲ〉 ἰσοδυναμεῖ τῷ τέως, ὡς ἕως τέως. καλῶς δὲ Ὅμηρος σαφηνίζει (Θ 66 sq.)· ‘ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο—, τόφρα μάλ’ ἀμφοτέρων‘. τὸ δὲ πάσαιτο ὑγιῶς· οὐ γὰρ εἰς κόρον ἡ τούτου μετάληψις. 813 〈ἐνὶ ζῳοῖσι:〉 τὰ ἐν τῷ ζῆν ἀρεστὰ ἐλογίζετο. Lm
25817 〈σφετέρων:〉 ἀντὶ τοῦ ἑῶν. Lg240

241

836—37 λήθῃ ἀχέων: λήθην ποιουμένη τῶν τε παρουσῶν συμφορῶν καὶ τῶν ἐπαυξηθησομένων. Lm(P) 846—47a Δαῖραν μουνογέ〈νειαν: τὸ Δαῖραν κατ’ ἔλλειψίν ἐστι τοῦ ε διὰ τὸ μέτρον· Δάειραν γάρ ἐστι. λέγει δὲ τὴν
5Περσεφόνην, ὡς δηλοῖ [διὰ] τὸ μουνογένειαν. Νυχίαν δὲ εἶπεν ἤτοι διὰ τὸ χθονίων βασιλεύειν—νύκτα γὰρ τὸν ἀφώτιστον τόπον φασίν—ἢ ἣν νυκτὸς οὔσης ἱλάσκονται· εὔλογον γὰρ τὴν τῶν νυχίων τόπων κρατοῦσαν κατὰ τὴν τῆς νυκτὸς ὥραν ἱλάσκεσθαι. ὅτι δὲ Δαῖ‐ ραν τὴν Περσεφόνην καλοῦσι, Τιμοσθένης ἐν τῷ Ἐξηγητικῷ (fg 12
10Tresp Die Fragm. d. gr. Kultschr. 1914, 52) συγκατατίθεται, καὶ Αἰσχύλος ἐν Ψυχαγωγοῖς (fg 277 N.2) ἐμφαίνει, τὴν Περσεφόνην ἐκ‐ δεχόμενος Δαῖραν. b ἀρεσσάμενος: φιλοφρονησάμενος. LgP c ἰκμαίνοιτο: ὑγράνειεν. LgP
15851 ἀνέσχε: τὸ φάρμακον ἀνεδόθη. LgP 854—59a τῆς οἵην τ’ ἐν ὄρε〈σ〉σι: τὸν ἀποφερόμενον ὑγρὸν ὀπὸν εἶπε τῆς φηγοῦ. b Κασπίῃ ἐν κόχλῳ: Κάσπιον πέλαγος ἐν τῷ ὠκεανῷ, παρ’ ᾧ καὶ ἔθνος Κάσπιον, ὅμορον Πέρσαις. ἔχει δὲ ὁ ὠκεανὸς μεγίστους
20κόχλους· ἐφ’ ὧν, φησί, 〈...〉 τὸ φάρμακον τὸ Προμήθειον. ἰδίως δὲ
ὁ ποιητὴς τερατεύεται τὰ περὶ τὴν ῥίζαν: παρ’ οὐδενὶ γὰρ τῶν ῥιζο‐241

242

τόμων εἴρηται. τὸ δὲ ἄνθος αὐτοῦ φησι παραπλήσιον Κωρυκίῳ κρόκῳ· τὸ δὲ Κωρύκιον χωρίον τῆς Κιλικίας, ἐν ᾧ διάφορος γίνεται κρόκος. c περὶ τῆς Κασπίας θαλάσσης ἱστορεῖ Ἀρτεμίδωρος ἐν τῇ Ἐπι‐
5τομῇ τῶν Γεωγραφουμένων (fg 18 Stiehle Phil. 11, 1856, 242). ἔστι δὲ πλησίον τοῦ ὠκεανοῦ, ᾗ παράκειται ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ Πέρσαις. 860 ἑπτὰ μὲν ἀενάοις: ἐφ’ ἑπτὰ ποταμῶν λουσαμένη ὕδασι. τερατεύεται δέ.
10861 ἑπτάκι δὲ Βριμώ: ἑπτάκις δέ, φησί, καὶ τὴν Ἑκάτην ἐπικαλέσασα· δοκοῦσι γὰρ αἱ φαρμακίδες τὴν Ἑκάτην ἐπάγεσθαι. Βριμὼ δὲ αὐτὴν προσηγόρευσε διὰ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῆς δαί‐ μονος καὶ φάσματα ἐπιπέμπειν τὰ καλούμενα Ἑκαταῖα καὶ πολλάκις αὑτῆς μεταβάλλειν τὸ εἶδος, διὸ καὶ Ἔμπουσαν καλεῖσθαι. ἢ παρὰ τὸν
15βρόμον τοῦ πυρός—‘τόσσος γὰρ πέλεται βρόμοσ‘ (Ξ 396)—, ἡ γὰρ θεὸς λαμπαδοῦχος. τὸ δὲ βρι ἐπιτάσεώς ἐστιν, ὡς τὸ ‘βριήπυος ὄβριμος Ἄρησ‘ (Ν 521)· ἴσως οὖν Βριμὼ ἡ μεγάλην ἔχουσα μῆνιν, βρίμηνίς τις οὖσα. 864—66 Τιτηνίδος: ἐπεὶ τῶν Τιτάνων ἦν ὁ Προμηθεύς. διὸ
20τὴν ῥίζαν ἔφη Τιτηνίδα, διὰ τὸ ἐκ Προμηθέως βεβλαστηκέναι, ὃς εἷς ἦν τῶν Τιτάνων. διὰ τοῦτο δὲ τερατεύεται τὰ περὶ τὴν τομὴν τῆς ῥίζης καὶ τὸ συμπάσχειν τὸν Προμηθέα ἐπὶ τῇ ταύτης τομῇ.
876 λιαροῖσι: λαμπροῖς ἢ καθαροῖς, Ὅμηρος δὲ ἀντὶ τοῦ θερ‐242

243

μοῖς. Παρθένιος δὲ ποταμὸς Παφλαγονίας. παραγράφει δὲ τὰ ἐν Ὀδυσσείᾳ (ζ 102)·
‘οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα.‘ 881 ἀμορβάδες: αἱ ἀκόλουθοι. LgGgSm(P)
5890 ἱεμένη: ἀντὶ τοῦ ἱεμένως, προθύμως. ἡ δὲ μετὰ ἀντὶ τῆς πρός· πρὸς δμωάς. Lm(P) 891 οὐδ’ ἐνόησα: ὁ δὲ ἀντὶ τοῦ γάρ. LmP 899 λεξάμεναι: ἀντὶ τοῦ ἀνακλιθεῖσαι, ὡς καὶ Ὅμηρος (δ 413) ‘λέξεται ἐν μέσσῃσι νομεύσ‘. Lm(P)
10902 παρατρέπει: προτρέπεται. LgP 903—04 〈σῖγα νόῳ ἔχετ’:〉 σιωπῇ κατέχετε μαθοῦσαι ἐξ ἐμοῦ. Lm 905 περὶ βουσὶν ὑπέστη: κατεδέξατο [ὑπὸ] τοῖς βουσὶν ἀγωνί‐ σασθαι. Lm(P)
15908 εἰς ὠπήν: ἀντὶ τοῦ εἰς ὄψιν μου. Lg(P) 914 〈κασιγνήτων:〉 λείπει ἡ παρά, ἵν’ ᾖ παρὰ κασιγνή‐ των. Lm 915 εἰσήκουσε τὴν Μήδειαν ἠερίαν, ἤγουν κατὰ τὸν ὄρθρον, ἀφικέσθαι εἰς τὸν τῆς Ἑκάτης ναόν. P
20917—18 ἐσθλὸς μέν: ὁ νοῦς· ἀγαθὸς μὲν καὶ ἐπιφανέντας καὶ ἀπιόντας εὖ σημειώσασθαι. Lg(P) 929a λακέρυζαι: αἱ φλύαροι. Lg(P) b ἐπηυλίζοντο: διέτριβον καὶ ἔμενον. Lg(P) 932 ἀκλειής: ἄδοξος. LgP
25935 ἐπήλυδες: ἀκόλουθοι. LgP 938 ἴσκεν ἀτεμβομένη: ἔλεγε μεμφομένη τῷ Μόψῳ ἡ κορώνη. 939a ὀμφήν: φωνήν. Lg(P) b θεήλατον: τὴν ὑπὸ τῆς θεᾶς—Ἥρας—ἐλασθεῖσαν καὶ λεχθεῖσαν.
30941 δήεις: εὑρήσεις. LgP243

244

942—43 ἥ τοι συνέριθος: ἥτις—Κύπρις—συνεργὸς καὶ συμπράκτρια τῶν σῶν κινδύνων γενήσεται. 946a λίσσεό μιν πυκ〈ινοῖσι:〉 εἶπε γὰρ ὁ Φινεύς (II 424)· ἐν γὰρ τῇ κλυτὰ πείρατα κεῖται ἀέθλου. L
5b παρατροπέων: παρατρέπων, παραπείθων. LgP 949 〈ἀθύροι:〉 παίζοι. Lg 955 δοάσσαι: ἔδοξεν ἀκούειν παραδραμόντα. Lg(P) 963 θερμὸν δέ: καὶ τὸ ἐρύθημα δὲ τὸ θερμὸν τὰς παρειὰς κατέλαβεν, οἷον ἐρυθρὰ ἐγένετο. Lg(P)
10968 〈ἐειδόμενοι:〉 ἀντὶ τοῦ ὅμοιοι. Lg 971 ὁμάδησαν: κατεχρήσατο· ὅμαδος γὰρ κυρίως ἐπὶ ἀνδρῶν, ὁμόαυδός τις ὤν. 974 θευμορίῃ: τῇ ἐκ θεῶν αὐτῇ μεμοιραμένῃ. 976 οἷοί τε δυσαυχέες: οἱ καυχώμενοι ἀλαζονικῶς ἐν ἑτέ‐
15ρων διαβολαῖς. 981 〈ἵνα τ’ οὐ θέμις ἔστ’ ἀλιτέσθαι:〉 ὅπου οὐ καθήκει ἁμαρτεῖν. Lm 982 τερπνοῖς: παραλογιστικοῖς. LgP 983 φηλώσῃς: ἀπατήσῃς· ἀπὸ τοῦ φήληκος, τοῦ ἀώρου σύκου.
20993 ἐς Ἑλλάδα νοστή〈σαντες:〉 Ἑλλάδα νῦν τὴν Φθιωτι‐ κὴν ὅλην χώραν, ὁμωνύμως τῇ πόλει, ὃν τρόπον Ἄργος καὶ ἡ πόλις καὶ ἡ χώρα. 997—1004a δή ποτε καὶ Θησῆα: διὰ τούτων ἠθικῶς προκα‐ λεῖται τὴν Μήδειαν εἰς τὸ ἀποπλεῦσαι σὺν αὐτῷ, παράδειγμα φέρων
25τὴν Ἀριάδνην, ὅτι συναπῆρε τῷ Θησεῖ εἰς Ἀθήνας 〈καὶ〉 διὰ τὴν244

245

Θησέως σωτηρίαν στέφανος αὐτῆς κατηστερίσθη. ὧν οὐδέτερον ἀληθές. καταλέλειπται γὰρ ὑπὸ Θησέως ἐν Νάξῳ· 〈δια〉πεπαρθένευται δὲ ὑπὸ Διονύσου κατά τινας, ἐξ ἧς παιδοποιεῖ Οἰνοπίωνα, Θόαντα, Στάφυλον, Λάτραμυν, Εὐάνθη, Ταυρόπολιν. ὅτι δὲ οὔτε Μίνως συνεχώρησεν τὸν
5γάμον Ἀριάδνης οὔτε ἤγαγεν αὐτὴν εἰς Ἀθήνας Θησεύς, Ὅμηρός φησι ῥητῶς, τελευτῆσαί 〈τε〉 αὐτὴν καταλειφθεῖσαν ὑπὸ Θησέως, δι’ ὧν ὁ Ὀδυσσεύς φησι (λ 321. 22. 24)·
‘Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ’ Ἀριάδνην,
κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεύς
10
γῆμεν οὐδ’ ἀπόνητο.‘ ὅτι δὲ ὁ στέφανος ὑπὸ Διονύσου κατηστέρικται, Ἄρατός φησιν (Phaen. 71 sq.)·
‘αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγαυὸν ἔθηκεν
σῆμ’ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης.‘
15b 〈ὑπελύσατ’:〉 ὑπέσωσεν. Lg 1007 ἐπητείῃσιν: ἐπιστήμαις, φρονήσεσιν. καὶ Ὅμηρος (c 128) ‘ἐπητῇ δ’ ἀνδρὶ ἔοικασ‘. Lg(P) 1009 νεκτάρεον: ἀντὶ τοῦ προσηνές [ἐγὼ δέ φημι λαρόν], παρὰ τὸ νέκταρ.
201013—14a προπρὸ δ’ ἀφειδήσασα: γράφεται προπρὸ δὲ μειδήσασα. ἐρωτικὴ δὲ ἡ ἐπαναδίπλωσις τῆς προθέσεως· ἐμ‐ φαίνει γὰρ μᾶλλον τὸ μετὰ σπουδῆς καὶ προχείρως γεγενῆσθαι τὴν δόσιν. b ἀφειδήσασα: ἀφροντιστήσασα τοῦ προσειπεῖν. ἀντὶ τοῦ· μηκέτι ἀκριβωσαμένη ἢ πολυπραγμονήσασα ἀφεῖλεν ἐκ τῆς στηθοδεσμίδος
25τὸ φάρμακον. διὰ δὲ τούτου φαίνεται ἡ ἐπίτασις τοῦ ἔρωτος. 1015 ἀρύσασα: ἀντὶ τοῦ ἀφελομένη, ἀπαντλήσασα ἢ ἐκκενώ‐
σασα.245

246

1018 ἀμαρυγάς: τὰς οἷον συνεχεῖς κινήσεις. καὶ ἐπὶ τοῦ πυρὸς λέγεται ἀμαρύσσειν ἀπὸ τοῦ τὴν φλόγα συνεχῶς ἀίσσειν. Ὅμηρος (θ 265) ‘μαρμαρυγὰς θηεῖτο ποδῶν‘, τὴν ἀκατάληπτον κίνησιν. 1019—21 τηκομένη οἷόν τε: τὸ Ὁμηρικὸν παρέφρασεν
5(Ψ 598 sq.)·
‘ἰάνθη δ’ ὡσεί τε περὶ σταχύεσσιν ἐέρση
ληίου ἀλδήσκοντος.‘ τὸ μὲν οὖν τηκόμενον πάντως καὶ ἰαίνεται (μ 175 sq.)·
‘αἶψα δ’ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἴς
10
ἠελίοιο.‘ οὐ πάντως δέ, εἴ τι ἰαίνεται, τοῦτο καὶ τήκεται. ὅθεν Ὅμηρος εἰπὼν ‘ἰάνθη‘ ἐπήνεγκεν ‘ὡσεί τε‘ μεταφορικῶς λέγων, ὥστε εἶναι τὸ νοού‐ μενον ἐμφατικὸν τῆς τῶν σταχύων ἡδονῆς καθάπερ ἐμψύχων, τῆς δρόσου ἀντεχομένης τῶν καρπῶν, ὅτε ὀρθὸν ἔχουσι τὸν στάχυν οἷον
15μετεωριζόμενοι· οὕτω καὶ τὴν ψυχὴν τοῦ Μενελάου εἰς τέρψιν μετῆχθαι τοῖς λόγοις τοῦ Ἀντιλόχου. τὸ δὲ τήξει παραβάλλειν τὴν τερπομένην ψυχὴν οὐ πιθανόν. δύναται οὖν ἀναγινώσκεσθαι καὶ τὸ τηκομένη ἐπὶ τέρψεως. τὸ γὰρ τηκόμενον πάντως, ὅτε λύεται, καὶ μαλάσσεται. ἔστιν οὖν εἰπεῖν,
20ὅτι πᾶσα διελύθη, ἐφηπλώθη ἡ Μήδεια. 1029 διαμμοιρηδὰ φυλάξας: τινὰ λέγεται τῶν ζῳδίων μεσ‐ ουρανοῦντα παραφυλάττεσθαι κατὰ τὸ μεσονύκτιον· 〈...〉 τῶν πρὸς τῷ ὁρίζοντι ἃ μὲν δύνοντα ἃ δὲ ἀνατέλλοντα 〈...〉 ἢ τοῦ τῆς Ἄρκτου
ὑψώματος.246

247

1032 περιηγέα: στρογγύλον, περιφερῆ. LgP 1033a ἀρνειὸν σφάζειν: ἀντὶ τοῦ· σφάξον καὶ ἀδιαμέριστον θὲς ἐπὶ τὸ πῦρ. ὠμοθετεῖν δὲ ἔστι τὸ τοῦ ἱερείου ὠμοῦ ἀπάρχεσθαι τῶν μελῶν.
5b ἀδαίετον: ἀδιαίρετον, ἀδιαμέριστον. LgGg(P) 1035 μουνογενῆ: Ἡσίοδος (Theog. 426)·
‘οὐδ’, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς.‘ Μουσαῖος (2 B 16 Diels—Kranz) ἱστορεῖ Δία ἐρασθέντα Ἀστερίας μι‐ γῆναι καὶ μιγέντα δοῦναι αὐτὴν τῷ Πέρσῃ· ἐξ ἧς τεχθῆναι αὐτῷ τὴν
10Ἑκάτην. LmP 1040a κολούσας: ἕκαστα τῶν ἐνεργουμένων ἄπρακτα ποιήσας. Lm(P) b 〈κολούσας:〉 κολοβώσας. Sm c 〈...〉 Σοφοκλῆς δὲ ἐν ταῖς Κολχίσιν (II p. 15 Pearson) εἰσ‐
15άγει τὴν Μήδειαν ὑποτιθεμένην τῷ Ἰάσονι περὶ τοῦ ἄθλου δι’ ἀμοι‐ βαίων. Lm(P) 1057 στιβαρώτερον: ἀντὶ ἁπλοῦ τὸ συγκριτικόν. Lm(P) 1065 ἑοῖο: ἡ κτητικὴ ἀντὶ τῆς πρωτοτύπου. ἐμεῖο γὰρ 〈καὶ〉 σεῖο, ἧς τὸ ἀκόλουθον εἷο ἀντὶ τοῦ αὐτῆς. Lm(P)
201073 〈Ὀρχομενοῖο:〉 τῆς Βοιωτίας. Lg 1074 ἠὲ καὶ Αἰαίης νήσου: ὅτι νῆσος ἐν τῷ Φάσιδί ἐστιν ἡ Αἰαία, ἐν ᾗ τὸ δέρας ἔκειτο. αὕτη δέ ἐστι Κόλχων μητρό‐ πολις. L 1085 ἔστι τις αἰπεινοῖσιν: ὅτι ἡ Θεσσαλία περιέχεται
25ὄρεσι κυκλόθεν, Ἡρόδοτος (VII 129) ἱστορεῖ. εἰς αὐτὴν δὲ καὶ ἄλλων247

248

ποταμῶν ἐσβαλλόντων, τεσσάρων δὲ μάλιστα τῶν δοκίμων Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Παμίσου καὶ Ἐνιπέως, τούτων συμμιγνυμένων ὁ Πηνειὸς τῷ ὀνόματι κατακρατῶν ἀνωνύμους τοὺς ἄλλους ποιεῖ. 1086—89a καὶ εὔβοτος: πρὸς 〈τὸ〉 βόσκειν ἐπιτηδεία ἢ καλὰ
5θρέμματα ἔχουσα. b ἔνθα Προμηθεύς· ὅτι Προμηθέως καὶ Πανδώρας υἱὸς Δευκαλίων, Ἡσίοδος ἐν αʹ Καταλόγων (fg 2 Rz.2) φησί, καὶ ὅτι Δευ‐ καλίωνος καὶ Πύρρας Ἕλλην, ἀφ’ οὗ Ἕλληνες καὶ Ἑλλάς. ὅτι δὲ Δευ‐ καλίων ἐβασίλευσε Θεσσαλίας, Ἑλλάνικος ἐν αʹ τῆς Δευκαλιωνείας (4 fg
106ab J.) φησίν. ὅτι δὲ καὶ ιβʹ θεῶν βωμὸν ὁ Δευκαλίων ἱδρύσατο, Ἑλλάνικος ἐν τῷ αὐτῷ φησι συγγράμματι. c Ἰαπετιονίδης: ἐκ τίνος γυναικὸς ὁ Δευκαλίων ἐγένετο Προμηθεῖ, σεσιώπηται. ἔστι δὲ καὶ ἕτερος Δευκαλίων, περὶ οὗ Ἑλλά‐ νικος (4 fg 114 J.) ἱστορεῖ, καὶ ἄλλος ὁ Μίνωος, περὶ οὗ Φερεκύδης
15(3 fg 85 J.), καὶ δʹ ὁ Ἄβαντος, οὗ μνημονεύει Ἀρίστιππος ἐν Ἀρκα‐ δικοῖς (fg 3 M. IV 327). 1090a Αἱμονίην δὴ τήνγε: Αἱμονία τὸ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. καὶ ἄλλας δὲ ἔσχεν ὀνομασίας· ἐλέγετο γὰρ καὶ Πυρραία ἀπὸ Πύρρας τῆς Δευκαλίωνος 〈γυναικόσ〉.
20b 〈Αἱμονίην:〉 ἡ Θεσσαλία ἐκαλεῖτο τὸ παλαιὸν Πυρραία, ὡς
Ῥιανός (fg II 3 Meineke Anal. Alex. 1843, 186248

249

‘Πυρραίην ποτὲ τήν γε παλαιότεροι καλέεσκον Πύρρης Δευκαλίωνος ἀπ’ ἀρχαίης ἀλόχοιο, Αἱμονίην δ’ ἐξαῦτις ἀφ’ Αἵμονος, ὅν ῥα Πελασγός γείνατο φέρτατον υἱόν· ὁ δ’ αὖ τέκε Θεσσαλὸν Αἵμων,
5
τοῦ δ’ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο.‘ οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Φειδίππου πατρός, τοῦ Ἡρακλείδου, μετὰ τὰ Τρωικὰ κληθῆναί φασι. διαιρεῖται δὲ εἰς μέρη δʹ, Πελασγιῶτιν, Θεσσα‐ λιῶτιν, Ἰωλκῖτιν, Φθιῶτιν. ταῦτα παρατίθεται Ἀπολλόδωρος ἐν Νεῶν καταλόγῳ (244 fg 164 J.).
101093 Αἰαίης νήσου: πλεονάζει ἡ αι συλλαβή· ἔστι γὰρ Αἴης νήσου, Αἶα δὲ μητρόπολις Κόλχων. νήσου δὲ μέμνηται ἐν τῷ Φάσιδι, ἐν ᾗ τὸ δέρας, ὥς φησι Φερεκύδης (3 fg 100 J.). 1094—95 Αἰολίδην Μινύην: οὐκ ἀπὸ Αἰόλου, ἀλλ’ ἀπὸ τῶν Αἰόλου. Σισύφου γὰρ παῖδες ἐγένοντο Ἄλμος καὶ Πορφυρίων, Χρυσο‐
15γόνης δὲ τῆς Ἄλμου καὶ Ποσειδῶνος Μινύας ὁ τὸν Ὀρχομενὸν κτίσας. καὶ κατὰ τοῦτο εἴρηται Αἰολίδης, ὅτι Σίσυφος Αἰόλου ἐγένετο· Μινύας δὲ κατὰ μητέρα Αἰολίδης, πατρὸς δὲ Ποσειδῶνος. τοῦτον οὖν Ἀπολ‐ λώνιός φησιν εἰς τὴν Βοιωτίαν εἰσβαλόντα ὅμορον Θηβαίοις Ὀρχομενὸν κτίσαι.
201100—01 αἴθε γὰρ ὡς Θησῆι: πιθανῶς ἄγαν προτρέπεται αὐτὴν εἰς τὸ ὁμολογήσασθαι τῷ Ἰάσονι τὴν προαίρεσιν, αὐτῆς κατ‐ εστοχασμένος τὸν ἔρωτα. 1102 καταψήχων: καταμαλάττων. LgP 1104 ἀδινῷ: νῦν οἰκτρῷ, λυπηρῷ. Lg(P)
251105 〈συνημοσύνας:〉 συγγενείας. Sm 1124—29a πορσανέουσι: νῦν ἀντὶ τοῦ τιμήσουσι καὶ ὡς θεὸν νομίσουσι σεπτήν. ὅταν δὲ λέγῃ ὁ Ἰάσων ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισι πορσανέεις, δηλοῖ ὅτι προστήσῃ
καὶ αὐξήσεις, δι’ οὗ τὴν συμβίωσιν σημαίνει. Lm(P)249

250

b 〈πορσανέουσι:〉 ἀντὶ τοῦ σεβασθήσονται, τιμήσουσιν. Lg 1131 κατείβετο: κατετήκετο τῶν Ἰάσονος ἀκούουσα ῥημά‐ των. Lm(P) 1138 ἐδεύετο: ἐδέετο, ἔχρῃζεν, ἀπῄτει. ἢ ὅτι ἐνελείπετο ὁ τῆς
5ἡμέρας καιρός. Lm(P) 1145 ἀβολήσομεν: συντευξόμεθα. LgP 1150 περιπλομένας: παριούσας, ἐπεὶ καὶ πλόος λέγεται ἡ ὁδός. Καλλίμαχος (fg 278 Schn. = 64, 14 Kapp)· ‘ἔγρει καί τιν’ ἔχοντα περίπλοον‘. LmP
101151 μεταχρονίη: οἷον οὐχ ἡνιοχοῦντος τοῦ νοῦ. Lm(P) 1156 περὶ παισίν: ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων. LgP 1157 παλιντροπίῃσιν: ἤτοι ταῖς παρεπιστροφαῖς ἢ διὰ τὸ ἔμπαλιν τετράφθαι αὐτῆς τὴν ψυχήν: ἡ δὲ τῇ ὑποστροφῇ ἐν ἀπόρῳ καταστᾶσα.
151159 σφέλαϊ: τῷ ὑποποδίῳ τοῦ θρόνου. LgGgSm(P) 1161 〈ὑγρά:〉 ἀντὶ τοῦ δακρύων μεστά. Lm 1169 οἰόθεν οἶος ἑταίρων: οὐχ ἁρμόζει νῦν τὸ οἰόθεν οἶος: μόνος γὰρ ἀπὸ πολλῶν. ἦν δ’ εἰπεῖν· οἶος ἀπ’ ἄλλων. 1171 κνέφας ἔργαθε νυκτός: περιφραστικῶς· ἡ νὺξ αὐτοὺς
20εἶργεν. Lg(P) 1172 εὔκηλοι μέλλοντο 〈περὶ σφίσιν: σολοικισμός. ὁ γὰρ λόγος· ἥσυχοι ἐμέλοντο ἑαυτῶν, ὡς 〈οὐκ〉 ἄλλων τινῶν μελόντων αὐτοῖς. ἔδει δὲ εἰπεῖν ἐμέλοντο σφέων, ὅ ἐστιν ἑαυτῶν. 1177—87a Ἀονίοιο δράκ〈οντοσ: ἀντὶ Βοιωτιακοῦ· Ἀονία
25γὰρ πρότερον ἡ Βοιωτία. Ὠγυγίας δὲ τὰς Θήβας ἀπὸ Ὠγύγου τοῦ250

251

βασιλεύσαντος αὐτῶν. Κόριννα (fg 31 B. III 551) δὲ τὸν Ὤγυγον Βοιωτοῦ υἱόν. ἀπὸ τούτου δὲ καὶ τῶν Θηβῶν πύλαι. περὶ δὲ Εὐρώπης καὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμαχος ἐν τῇ αʹ τῶν Θηβαϊκῶν παραδόξων (fg 4 M. III 336) συνείλεχε πολλὴν τὴν ὕλην διαφωνοῦσαν.
5b Κάδμος, ὅτ’ Εὐρώ〈πην: περὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμαχος ἐν τῇ συναγωγῇ τῶν Θηβαϊκῶν παραδόξων (v. sch. a) ἱστορεῖ καὶ Ἑλλάνικος ἐν αʹ Φορωνίδος (4 fg 1 a J.), ἱστορῶν, ὅτι καὶ τοὺς ὀδόντας ἔσπειρε τοῦ δράκοντος κατὰ Ἄρεως βούλησιν καὶ ἐγένοντο εʹ ἄνδρες ἔνοπλοι, Οὐδαῖος, Χθόνιος, Πέλωρ, Ὑπερήνωρ,
10Ἐχίων. ὁ δὲ Ἀπολλώνιος πολλοὺς οἴεται καὶ ἄλλους 〈καὶ〉 ἀλλήλοις πεπολεμηκέναι. ἐν δὲ τῇ γʹ †Μουσαῖος Τιτανογραφίᾳ† (2 B 1 Diels‐ Kranz) λέγεται, ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγου‐ μένης αὐτῷ τῆς βοός. Ἱππίας δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν ὀνομασίαις (6 fg 1 J.) φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτούς, καὶ ὁμοίως Ἀτρόμητος.
15Φερεκύδης δὲ ἐν τῇ εʹ οὕτω φησίν (3 fg 22a J.)· ‘ἐπεὶ δὲ Κάδμος κατῳκίσθη ἐν Θήβῃσιν, Ἄρης διδοῖ αὐτῷ καὶ Ἀθηναίη τοῦ ὄφιος τοὺς ἡμίσεις ὀδόντας, τοὺς δὲ ἡμίσεις Αἰήτῃ. καὶ ὁ Κάδμος αὐτίκα σπείρει αὐτοὺς εἰς τὴν ἄρουραν Ἄρεως κελεύσαντος, καὶ αὐτῷ ἀναφύονται πολλοὶ ἄνδρες ὡπλισμένοι. ὁ δὲ Κάδμος δείσας βάλλει αὐτοὺς λίθοισιν.
20οἱ δὲ δοκέοντες ὑφ’ ἑαυτῶν βάλλεσθαι, κρατέουσιν ἀλλήλους καὶ θνή‐251

252

σκουσιν πλὴν εʹ ἀνδρῶν, Οὐδαίου καὶ Χθονίου καὶ Ἐχίονος καὶ Πέλωρος καὶ Ὑπερήνορος, καὶ αὐτοὺς Κάδμος ποιεῖται πολίτασ‘. c 〈τούς:〉 τοὺς ὀδόντας. Lg d 〈αὐτῷ τε φονῆι:〉 τῷ Κάδμῳ. Lg(P)
5e Κάδμος Ἀγηνορίδης: τοὺς περιλειφθέντας ἐν τῇ μάχῃ σὺν Κάδμῳ κατοικῆσαι ἐν Θήβαις φησί. λέγει δὲ καὶ Ἑλλάνικος (4 fg 1 b J.), ὅτι Κάδμος ἐξελὼν τοῦ ὄφεως τοὺς ὀδόντας ἔσπειρεν, ἐκ δὲ αὐτῶν εʹ ἄνδρες ἔφυσαν, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, Ἐχίων, Πέλωρος. καὶ ὁ μὲν Ἑλλάνικος μόνους φησὶ 〈τούτουσ〉 βεβλαστηκέναι, ὁ δὲ Ἀπολλώνιος
10πολλοὺς 〈καὶ〉 ἄλλους—ἵδρυσεν ὄχλον γηγενῆ Ἄρεως ἀμώοντος ὑπὸ δουρὶ ὅσοι ἐλίποντο (v. 1186 sq.) —καὶ ἀλλήλους πεφονευκέναι. f οἱ μὲν Ἀγήνορος λέγουσι τὸν Κάδμον, οἱ δὲ Φοίνικος. Φερε‐ κύδης δὲ ἐν δʹ οὕτω φησίν (3 fg 21 J.)· ‘Ἀγήνωρ δὲ ὁ Ποσειδῶνος γαμεῖ Δαμνὼ τὴν Βήλου. τῶν δὲ γίνονται Φοῖνιξ καὶ Ἰσαίη, ἣν ἴσχει
15Αἴγυπτος, καὶ Μελία, ἣν ἴσχει Δαναός. ἔπειτεν ἴσχει Ἀγήνωρ Ἀργιόπην τὴν Νείλου τοῦ ποταμοῦ· τῶν δὲ γίνεται Κάδμος.‘ 1191—92 ἠέλιος μὲν ἄπωθ〈εν〉 ἐρεμνὴν 〈δύετο〉 γαῖαν: λέγει τὴν ὑπὸ τὸν ὁρίζοντα δύσιν· 〈ἐρεμνὴν〉 γὰρ εἴρηκε 〈διὰ〉 τὸ ὑπὸ τῶν ἀρχαίων παραδεδομένον ἔρεβος. Αἰθίοπας δὲ λέγει τοὺς
20πρὸς τῇ δύσει, ἐρεμνὴν δὲ γῆν τὸ ἀφανὲς ἡμισφαίριον τὸ περὶ τὸ ἔρεβος· τοιοῦτο δὲ ἀκουστέον τὸν ὑπὸ τὸν ὁρίζοντα τόπον ἐπὶ τοῦ Ἀπολλωνίου. ἑσπέριον δὲ τὸν ἥλιον εἴρηκε, τὴν ὥραν σημαίνων, καθ’ ἣν ὥραν παρέπεται αὐτῷ τὸ δύνειν. νεάτας δὲ ἄκριας εἴρηκεν τῶν Αἰθιόπων τὰς ἐσχατιὰς ὡς ὑπερκειμένας τῆς οἰκουμένης. οὐκ ὀρθῶς
25δὲ εἴρηκεν ὑπὲρ ἄκριας Αἰθιόπων τὸν ἥλιον δύνειν· ὁ γὰρ ὁρίζων κύκλος, οὐκ ὢν τῇ φύσει, τῇ ὄψει ἐπισημαίνεται. 1193 〈Νὺξ δ’ ἵπποισιν:〉 νεωτέρα τῶν Ὁμήρου χρόνων ἡ τοῦ
ἅρματος ὑπόζευξις. Lm252

253

1194—96 αὐτίκ’ ἐπεί ’ Ἑλίκ〈ησ: πρὸς τὸ κλίμα τῆς Ἑλίκης φησὶν ἀναβλέψαντα τὸν Ἰάσονα σημειώσασθαι τὸν καιρὸν τὸν εἰρημένον ὑπὸ τῆς Μηδείας αὐτῷ. 1202 ὑπεύδιος: ὑπ’ ἀνθρώπων εὔδιος, ἀντὶ τοῦ ἐν εὐδίᾳ καὶ
5ἡσυχίᾳ τυγχάνων ἀνθρώπων ὑγρὸς τόπος. 1206 ἀδινῆς εὐνῆς: νῦν οἰκτρᾶς, λυπηρᾶς, διὰ τὴν ἀπόλειψιν. 1210 ἐπὶ δὲ μιγάδας: τὰς μεμιγμένας ἢ τὰς συμμιγεῖς τισιν. 1213a κευθμῶν: τῶν κρυφῶν. Lg(P) b ὑπάτων: ὑψηλῶν. Lg(P)
101214—15 πέριξ δέ μιν ἐστεφά〈νωντο: ὅτι δράκουσι καὶ δρυΐνῳ κλάδῳ στέφεται ἡ Ἑκάτη, καὶ Σοφοκλῆς ἐν Ῥιζοτόμοις τὸν χορὸν πεποίηκε λέγοντα (fg 535 Pearson)·
‘Ἥλιε δέσποτα καὶ πῦρ ἱερόν,
τῆς εἰνοδίας Ἑκάτης ἔγχος,
15
τὸ δι’ Οὐλύμπου 〈προ〉πολοῦσα φέρει
καὶ γῆς ἀνιοῦς’ ἱερὰς τριόδους,
στεφανωσαμένη δρυῒ καὶ πλεκτοῖς
ὠμῶν σπείραισι δρακόντων.‘ 1219 ἑλειονόμοι: αἱ ἐν τοῖς ἕλεσιν ἀναστρεφόμεναι. LgP
201220 Ἀμαραντίου: Ἀμαράντιοι ἔθνος βάρβαρον ὑπὲρ Κόλχων ἐν τῇ ἠπείρῳ, ὅθεν αἱ τοῦ Φάσιδος πηγαὶ ἐξερεύγονται. ἢ ὄρος Κολ‐
χικὸν καλούμενον Ἀμαράντιον, ὅθεν ὁ Φᾶσις καταφέρεται.253

254

1226 θώρηκα στάδιον: ὅτι οὐκ ἦν ἀλυσιδωτός, ἀλλὰ στα‐ διαῖος· ἀπὸ τῆς στάσεως ἐσχημάτισται. τινὲς δὲ στάδιον τὸν εὐπαγῆ, ὃν καὶ ὁ Καλλίμαχος λέγει (fg 59 Schn. = 145 Kapp)· ‘στάδιον δ’ ὑφέεστο χιτῶνα‘.
51227a σφωιτέραις δὲ χερσί· ταῖς ἑαυτοῦ, ταῖς ἰδίαις. P b Φλεγραῖον: τὸν ἀπὸ τῆς Φλέγρας· Φλέγρα δὲ πεδίον Θρᾴκης περὶ Παλλήνην. Μίμας δὲ τὸ κύριον τοῦ Γίγαντος. 1231 πολύρρινον σάκος: πολύβυρσον. LgP 1236 Φαέθων: ὅτι ὁ Ἄψυρτος καὶ Φαέθων ἐκαλεῖτο, ὥς φησι
10Τιμῶναξ ἐν βʹ Σκυθικῶν (fg 3 M. IV 522). 1240 οἷος δ’ Ἴσθμιον: Ἴσθμια τὰ ἐν Ἰσθμῷ τελούμενα τῆς Κορίνθου πρότερον μὲν τῷ Ποσειδῶνι, ὕστερον δὲ Μελικέρτῃ κατὰ κέλευσιν τοῦ τότε βασιλεύοντος Σισύφου τοῦ Αἰόλου· ὅτε προσβρασθὲν τὸ τοῦ Μελικέρτου σῶμα ἰδὼν τῇ Κορίνθῳ ἐπέγνω ἀδελφιδοῦν ὄντα
15καὶ Ἀθάμαντος τοῦ Αἰόλου υἱόν, ἐτίμησεν, ὡς ἔδει, καὶ τῷ ἀγῶνι τῷ Ἰσθμικῷ, ἐν ᾧ οἱ νικῶντες πίτυϊ ἐστέφοντο πάλαι, ὕστερον δὲ ξηρῷ σελίνῳ. Μουσαῖος δὲ ἐν τῷ Περὶ Ἰσθμίων (M. IV 518) δύο φησὶ γί‐ νεσθαι ἀγῶνας ἐν Ἰσθμῷ, καὶ τὸν μὲν Ποσειδῶνος εἶναι, τὸν δὲ Μελι‐ κέρτου.
201241 ἢ Ταίναρον: Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς. Λέρνη δὲ κρήνη τοῦ Ἄργους ἱερὰ Ποσειδῶνος·
‘Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντησ‘
(Anth. Pal. IX 688. 4).254

255

1242—43a Ὑαντίου Ὀγχηστοῖο: τοῦ Βοιωτικοῦ· Ὕαντες γὰρ τὸ πρὶν ᾤκουν τὴν Βοιωτίαν. Ὀγχηστὸς δὲ πόλις τῆς Βοιωτίας ἱερὰ Ποσειδῶνος. Ὅμηρος (Β 506)·
‘Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήιον ἀγλαὸν ἄστυ.‘
5b Ὑάντιον δὲ ἀντὶ τοῦ Βοιώτιον· Ὕαντες γὰρ Βοιωτίας ἔθνος βάρβαρον, ὅθεν καὶ παροιμία ‘Βοιωτία ὗσ‘. καὶ ἡ Καλαύρεια δὲ ἱερά ἐστι Ποσειδῶνος, ὥς φησι Φιλοστέφανος (fg 18 M. III 31). ἦν δὲ πρότερον μὲν Ἀπόλλωνος, ἡ δὲ Πυθὼ Ποσειδῶνος, καὶ ἀντήμειψαν [οἱονεὶ κατήλλαξαν].
10c Καλαύρειαν: νῆσος πρὸς τῇ Τροιζῆνι. LmP 1244a Πέτρην θ’ Αἱμονίην: τὴν Θεσσαλίδα Πέτραν. χωρίον δέ ἐστιν, ἐν ᾧ Ποσειδῶνος ἄγεται ἀγών, ὡς ἀπὸ τοῦ τόπου Πετραῖον καλεῖσθαι. Πίνδαρος (Pyth. IV 246)· ‘παῖ Ποσειδῶνος Πετραίου‘. b Γεραιστόν: ἀκρωτήριον Εὐβοίας. LgP
151251 ἀαγές: ἀκαμπές. 1254 〈ῥαιστήρ:〉 σφύρα. Sm 1258 〈ἐπερρώσαντο〉 περὶ σθένεϊ σφριγόωσαι: ἀκμά‐ ζουσαι ῥωμαλεώτεραι τῇ δυνάμει ἐγένοντο, εὐτονοῦσαι ἐρρωμένως ἐκι‐ νοῦντο, τεταμέναι καὶ τῇ δυνάμει σφριγῶσαι· σφριγανὸν γάρ ἐστι τὸ
20ἰσχυρὸν καὶ στερεόν. 1260 σκαρθμῷ: σὺν τῷ ποδί. LgSm(P) 1262 ἐπαγαίετο: ἔχαιρεν, ἐγαυρία. LgGgSmP 1266a 〈μεταπαιφάσσουσαν:〉 λάμπουσαν. Lm b τὸ δὲ μεταπαιφάσσεσθαι γράφεται καὶ μεταπαιφάσ‐
25σουσαν. ἑκατέρως δὲ τὸ διαλάμπειν σημαίνει. P 1268—69a καὶ τότε οὐκ ἐπὶ πολὺν καιρὸν ἀφέξεσθαι τῶν ἄθλων
ἔμελλον. Lm(P)255

256

b κληῖδες τὰ ζυγά, ἐφ’ ὧν οἱ ἐρέται κάθηνται. 1270 Ἀρήιον: τὸ πλησίον τοῦ ἱεροῦ τοῦ Ἄρεως, ὅπου καὶ τὸ κῶας. 1271—72 βαλβίς ἐστιν, ᾗ ἐπιβάλλουσιν οἱ δρομεῖς γραμμῇ. σημαίνει δὲ καὶ τὴν ἐκκοπὴν τοῦ φρέατος. ὁ δὲ νοῦς· τοσοῦτον δὲ τῆς
5πόλεως ἀφεστήκει, ὅσον ἡ νύσσα ἀπὸ τῆς βαλβῖδος ἤτοι τῆς ἀφετηρίας. 1286 χρίμψε: πλησίον ἐγένετο. Lg(P) 1288 νήριτα: τὰ μεγάλα καὶ ἀναρίθμητα. Lg(P) 1290a κευθμῶνος: κοιλώματος. Lg(P) b 〈ἵνα τέ σφισιν ἔσκε〉 βόαυλα: ὅπου ἦν αὐτοῖς ἡ βοό‐
10στασις. Lg(P) 1291 κεκαπνίσθαι φησὶ τὴν βοόστασιν ἐκ τῆς τοῦ πυρὸς ἀπο‐ φορᾶς τοῦ στόματος τῶν ταύρων. 1299 ἐυρρίνοις: τοῖς εὐβύρσοις καὶ καλῶς ἐρρινωμένοις. ἢ εὐπνόοις· διὰ γὰρ τῆς ῥινὸς τὸ πνεῦμα πέμπεται.
151300 μαρμαίρουσι: κυρίως †καίουσι†, μετενήνοχε δὲ τὴν φωνήν. 1302—03 〈ἐξ αὐτοῦ πέλεται βρόμος:〉 ἀπὸ τῆς σφοδρο‐ τάτης φυσήσεως ἐνεργούσης ἔσωθεν. 1304 αἶθος: πῦρ, φλόξ. LgP 1310a σφῆλε γνύξ: σφαλῆναι ἐποίησε καὶ ἤνεγκεν ἐπὶ τὰ
20γόνατα. b βεβολημένον: βεβλημένον καὶ πληγέντα. LgP 1313a 〈γούνασιν:〉 τοῖς ἑαυτῶν. Lm b ἐλυσθείς: ἐκταθείς. L GgSmP 1317 〈ἐνέδησε:〉 τοῖς ἱμᾶσι. LgSm(P)
251318a θοῇ: διὰ τὸ εἰς ὀξὺ λήγειν. Lg(P) b κορώνῃ: τῷ τοῦ ζυγοῦ κρίκῳ συνήρμοσεν. LGmSm(P) 1319—20 οἱ Τυνδαρίδαι, φησίν, ἀπὸ τοῦ πυρὸς ἐχωρίσθησαν εἰς
τὴν ναῦν. Lm(P)256

257

1321a 〈γέντο:〉 ἔλαβε. Sm b θοῶν: ὀξέων. Lg(P) c 〈ἔμπλειον:〉 γέμουσαν. Lg 1323a ἐργατίνης: ἐργάτης, γεωργός. LgP
5b ἀκαίνῃ: ἀντὶ τοῦ κέντρῳ. ἄκαινα δέ ἐστι μέτρον δεκάπουν, Θεσσαλῶν εὕρεμα, ἢ ῥάβδος ποιμενικὴ παρὰ Πελασγοῖς ηὑρημένη· περὶ ἧς Καλλίμαχός φησιν (fg 214 Schn. = 7, 7 Pfeiffer)·
‘ἀμφότερον, κέντρον τε βοῶν καὶ μέτρον ἀρούρης.‘ 1331 ὀκριόεσσα: νῦν ἀντὶ τοῦ τραχεῖα· ἡ τραχεῖα διεσχίζετο
10γῆ. Lm(P) 1332 〈κρατερῷ:〉 μεγάλῳ. Sm 1335a 〈λαῖον:〉 γράφεται βαθμόν. Lg b 〈λαιόν:〉 βοῦν. Sm 1340 〈ἀνομένοιο:〉 λείπει τὸ υ, ἵν’ ἦ ἀνυομένοιο. ἢ ἑτέρως
15λείπει τὸ ο καὶ ἔστιν ἀνυμένοιο. Sm 1345 διεπτοίησεν: ἐθορύβησεν ὥστε φεύγειν. Lm(P)
1354—56a [τὸν δ’ ἕλεν ἀμφασίη:] οὗτος καὶ οἱ ἑξῆς στίχοι257

258

εἰλημμένοι εἰσὶ παρ’ Εὐμήλου (fg 9 Kink. 191), παρ’ ᾧ φησι Μήδεια πρὸς Ἴδμονα. Σοφοκλῆς δὲ ἐν ταῖς Κολχίσι (fg 341 Pearson) πεποίηκε τὸν ἄγγελον, τοῦ Αἰήτου πυθομένου περὶ τῶν προειρημένων
‘ἦ βλαστὸς οὐκ ἔβλαστεν οὑπιχώριος;‘
5λέγοντα·
‘καὶ κάρτα φρίξας τ’ εὐλόφῳ σφηκώματι
χαλκηλάτοις ὅπλοισι μητρὸς ἐξέδυ.‘ ταῦτα δὲ Ἀπολλώνιος παραγέγραφεν. b φρίξαν: ἐξωρθοῦντο, φοβεροὶ ἐφαίνοντο. Lm(P)
10c 〈φρίξεν:〉 ἔλαμψε. Sm d 〈ἀμφιγύοις:〉 διπλοῖς. Sm 1358 Ὄλυμπον εἶπεν ὁμοίως τοῖς νεωτέροις τὸν οὐρανόν. Lm(P) 1360 〈ἄελλαι:〉 γράφεται ἀῆται. Lg 1363 ἀναλδήσκοντες: ἀναδιδόμενοι, αὐξανόμενοι. Lg(P)
151365 περιηγέα: περιφερῆ. LgP 1366 σόλον: δίσκον. Lg(P) 1371 σπιλάδας ἤτοι τὰ κύματα, ἀλλαχοῦ δὲ τὰς πέτρας. Sm 1376a κατάικες: συστροφαί. Lg(P) b 〈κατάικες:〉 καταιγίδες. Sm
201377—79 οἷος δ’ οὐρανόθεν πυρόεις ἀναπάλλεται: γράφεται καὶ ἀπολάμπεται. περὶ τῶν διατρεχόντων ἀστέρων καὶ ῥᾳδίως ἀφανιζομένων τὸν λόγον ποιεῖται, οἳ τῇ τῆς φορᾶς ὀξύτητι παραπλήσιόν τι ἔχουσιν ἐπιβαλλομένῳ. ὁλκὸν δὲ λέγει τὸ ὑπὸ τῆς
ὀξύτητος παρασυρόμενον αὐτῷ φέγγος. τὰς δὲ τοιαύτας φαντασίας ὁ258

259

Μουσαῖος (2 B 17 Diels—Kranz) ἀναφερομένας φησὶν ἐκ τοῦ ὠκεανοῦ κατὰ τὸν αἰθέρα ἀποσβέννυσθαι. τοὺς δὲ ὑπὸ Μουσαίου ἀστέρας εἰρη‐ μένους Ἀπολλώνιος πιθανῶς μαρμαρυγὰς εἴρηκε· τὰς γὰρ γινομένας ἀκαταλήπτους διὰ τὴν ὀξύτητα ἀποστίλψεις ἀφ’ οὗτινος μαρμαρυγὰς
5καλοῦσιν. ἀπίθανον δὲ τῷ τοιούτῳ ἀστέρι παραβαλεῖν τὸν Ἰάσονα πρὸς ἐπικίνδυνον ἆθλον πορευόμενον, τῷ ἅμα τῷ φανῆναι εὐθέως σβεννυ‐ μένῳ. εἰ δέ τις λέγοι τῷ Πυρόεντι αὐτὸν ὡμοιωκέναι, περὶ οὗ Ἐπι‐ γένης ἐν τῷ Περὶ τῶν Χαλδαϊκῶν μαθηματικῶν προειπὼν περὶ τῶν πλανήτων, [λέγων] ὧν φησιν ἕνα εἶναι τὸν Πυρόεντα, προσαγορευόμενον
10[δὲ] ὑπὸ μὲν Ἑλλήνων Ἄρεως, ὑπὸ δὲ Χαλδαίων Ἡρακλέους 〈...〉. φησὶ γὰρ καὶ ἐπισυρομένου αὐτοῦ μαρμαρυγὰς καὶ σπινθῆρας γίνεσθαι, ὁ δὲ Πυρόεις δυσκίνητός ἐστιν. 1384 τελλομένους: φαινομένους. LgP 1386 〈ἀγχούροισιν:〉 γείτοσι. Sm
151389—90a οὐδὲ βολῇσι μίμνει ἐς ὡραίην: ὡραίην παρα‐ γωγῶς εἶπεν ἀντὶ τοῦ εἰς ὥραν καὶ τὸν δέοντα καιρόν, ὡς ‘ἀναγκαίη γὰρ ἐπείγει‘ (Hom.). τὸ δὲ ἑξῆς· οὐδὲ μίμνει ὥστε εἰς ὥραν τερσήμεναι βολαῖς ἠελίοιο. b 〈τερσήμεναι:〉 φρυγῆναι. Sg
201391 ὁλκοί: αὔλακες. Lg(P)
1394 〈ἀγοστῷ:〉 ἀγκῶνι. Sm259

260

1395 δομήν: τὴν τοῦ σώματος σύστασιν καὶ χρόαν. LgP 1397a προὔτυψαν: προῆλθον. LgSmP b ὅσον εἶχον ὑπὲρ γῆς, τοσοῦτον καὶ ὑπὸ γῆν. Lm(P) 1398 πλαδαροῖσι: διύγροις. LgSm(P)
51401 〈ἀλωήων:〉 κηπουρῶν. Sm
1403 σημαντῆρα: τὸν δεσπότην. LgP260

261

(1t)

Δ
2tΠεριοχὴ τοῦ δʹ τῶν Ἀργοναυτικῶν
3Τοῦ δʹ τῶν Ἀργοναυτικῶν τὰ κεφάλαιά ἐστι ταῦτα. οἱ Ἀργοναῦται διαπεράσαντες τὸν Πόντον ὡς ἐπὶ τὸν Ἴστρον, διὰ
5τοῦ ποταμοῦ κατηνέχθησαν καὶ ἐπεραιώθησαν εἰς τὸ πάλαι μὲν καλού‐ μενον Κρόνιον 〈πέλαγος, νῦν δὲ Ἀδρίαν〉· ἔνθα καὶ ἀναιροῦσι τὸν Ἄψυρτον δόλῳ. ἀγανακτοῦντος δὲ τοῦ Διὸς ἐπὶ τούτῳ καὶ δυσπνοίᾳ θέλοντος παρατρέψαι τοὺς Ἀργοναύτας, Ἥρα ἐπιπέμπει ἀνέμους, καὶ διὰ τοῦ Ἠριδανοῦ εἰς τὴν περὶ Σαρδὼ καταφέρονται θάλασσαν, καθαίρονται
10δὲ ὑπὸ Κίρκης· καὶ διαπλέουσι τὰς Πλαγκτὰς πέτρας, Θέτιδος μετὰ τῶν ἄλλων Νηρεΐδων προπεμπούσης, τὰς δὲ Σειρῆνας παραπλέουσι. διασω‐ θέντες δὲ εἰς τὴν πάλαι μὲν Δρεπάνην, αὖθις δὲ κληθεῖσαν Κέρκυραν, τοὺς διὰ τῶν Συμπληγάδων διώκοντας αὐτοὺς Κόλχους καταλαμβάνουσιν, οἵτινες τὸν Ἀλκίνουν ἐξῃτοῦντο τὴν Μήδειαν. ὁ δὲ ὑπερθέμενος εἰς
15τὴν αὔριον, ἔφη παρθένον μὲν οὖσαν τῷ πατρὶ ἀποστέλλεσθαι, εἰ δὲ γυνὴ εἴη, παραδίδοσθαι τῷ ἀνδρί. γίνεται οὖν ὁ γάμος ἐκείνῃ τῇ νυκτί, καὶ οὕτως ἄπρακτοι γενόμενοι οἱ Κόλχοι μένουσιν ἐν τῇ Σχερίᾳ, δεδοι‐ κότες ἐπανελθεῖν πρὸς Αἰήτην. ἀποπλεύσαντες δὲ οἱ Ἀργοναῦται κατα‐ σύρονται τῆς Λιβύης εἰς Σύρτιν. καὶ τελευτῶσι μὲν Κάνθος καὶ Μόψος,
20ἀποροῦσι δὲ περὶ σωτηρίας τοῖς Ἀργοναύταις ἐπιφαίνεται Τρίτων καὶ ὡς διασωθήσονται δηλοῖ. βαστάσαντες οὖν τὴν ναῦν ἐκόμισαν εἰς τὴν Τριτωνίδα λίμνην. εἶτα γίνονται ἐν Κρήτῃ, ᾗ εἴργοντο προσελθεῖν ὑπὸ Τάλω· ὃν ἐπῳδαῖς ἠφάνισε Μήδεια. μετὰ δὲ ταῦτα παραγίνονται εἰς
Αἴγιναν κἀκεῖθεν διασῴζονται εἰς Θεσσαλίαν.261

262

1—5a Αὐτὴ νῦν κάματ〈ον: ἐλλείπει τὸ ὦ μόριον, ἵνα ᾖ ὦ θεά. ὁ δὲ νοῦς· αὐτὴ νῦν ἐμοὶ εἰπέ, ὦ Μοῦσα, τόν τε μόχθον καὶ τὰς βουλὰς Μηδείας, ἀποροῦντός μου, ὥστε μὴ δύνασθαι εἰπεῖν, πότερον ἐρωτικῷ πάθει ἢ κακώσεως φυγὴν ποιουμένη κατέλιπε τὴν πατρίδα.
5b ἦ γὰρ ἔμοιγε ἀμφα〈σίῃ: ἀντὶ τοῦ ἀπορίᾳ, ἀφασίᾳ. 7 〈ἐπὶ σφίσι: δοτικὴ ἀντὶ αἰτιατικῆς·〉 οὐ γὰρ ἔστι παρ’ αὐτοῖς. Lg 8 στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ· στυγερὸν εἶπε τὸν ἆθλον, ἐφ’ ᾧ αὐτὸς κατεστύγναζε δυσφορῶν.
1011 ἀλεγεινότατον: ἤτοι κατὰ πρόσθεσιν τοῦ ε· ἔστι γὰρ ἀλγεινότατον, παρὰ τὸ ἀλγεῖν εἰρημένον. ἢ εἴρηται τὸ τὰς φροντίδας ἔχον, ὥστε τὴν λέξιν εἶναι παρὰ τὸ ἀλέγειν. 12 τρέσσε δ’ ἠύτε τις: κεμάς ἐστιν ἡ νέα ἔλαφος. δια‐ φορὰν δέ φασιν εἶναι κεμάδος καὶ νεβροῦ· κεμάδα γὰρ εἶναι τὴν ἔτι
15κοιμωμένην ἐν τῷ σπηλαίῳ, οἷον κοιμάδα τινὰ οὖσαν, νεβρὸν δὲ τὸν ἤδη μείζονα καὶ ἐπὶ βορὰν ἐξιόντα καὶ νεμόμενον. 13 τάρφεσιν: πυκνώμασιν. Lg(P) 14 ὀίσσατο: ἀπὸ τοῦ οἴω γέγονε ῥήματος κατὰ διαίρεσιν ὀίω 〈...〉. μήποτε δὲ καὶ τὸ ‘δοάσσατο‘ (Hom.) περισσῷ κέχρηται τῷ δ,
20ὡς καὶ τὸ ‘δνοφερὸν ὕδωρ‘ (Hom.)· παρὰ γὰρ τὸ νέφος πεποίηται.
καὶ παρὰ τὸ ἴψαι Σοφοκλῆς ἐν Ἰξίονι (fg 296 Pearson) δίψιόν φησι262

263

τὸν βεβλαμμένον, καὶ Ὅμηρος (Δ 171) ‘πολυδίψιον Ἄργος ἱκοίμην‘ πολλάκις βεβλαμμένον. 16 ἐπιίστορας: συνίστορας, συνειδυίας. LgP 17 περιβρομέεσκον ἀκουαί: ἐνήχουν αἱ ἀκοαί, ὥσπερ
5ἐρχομένων τινῶν ἀξόντων αὐτὴν πρὸς τὸν πατέρα. 18 πυκνὰ δὲ λαυκα〈νίησ: λαυκανίας, τῆς ἀρτηρίας, δι’ ἧς τὸ πνεῦμα ἑλκόμενον καταφέρεται. κουρὶξ δὲ κατὰ κόρρης, κατὰ κεφαλῆς· πολλάκις δὲ προσχρῶνται ἐπὶ τοῦ τίλλειν τὰς τρίχας. LGmSmP 23—24 πτερόεις δέ οἱ: οἷον κοῦφος· ἐκουφίσθη τοῦ προτέρου
10λογισμοῦ, ταχέως μετέπεσεν αὐτῆς ἡ ψυχή, εἰς ἱλαρότητα μετετράπη. 35 διειλυσθεῖσα: λάθρα διεξελθοῦσα τοῦ δόμου, ἀποδράσασα, φυγοῦσα. 36 ληιάς: αἰχμάλωτος, δοριάλωτος. 38 ἀηθέσσουσα: ἀηθὴς οὖσα. δύης δὲ κακοπαθείας.
1542 ἀοιδαῖς: ταῖς διὰ φαρμάκων ἐπῳδαῖς. Lm(P) 46 πέζαν: τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέγομεν· τὸ γὰρ πρότερον ὑπὲρ τοῦ μὴ τρίβεσθαι δέρμα προβάτου προσέρραπτο. 52 ἀμφί τε δυσπαλέας: χαλεπὰς καὶ κακάς. ἢ τὰς ἐπὶ κακῷ ἀναδιδομένας ἐκ τῆς γῆς· πλείονα γὰρ τῶν σωτηρίων τὰ φθοροποιά.
20ἢ τὰς δυσχερῶς σινομένας. 54 τὴν δὲ νέον Τιτηνίς: Ἥλιος καὶ Σελήνη Ὑπερίονος τοῦ Τιτᾶνος καὶ Θείας εἰσὶ παῖδες, ὡς Ἡσίοδός φησι (Theog. 371)·
‘Θεία δ’ Ἠέλιον τέκε λαμπράν τε Σελήνην.‘ 55 φοιταλέην: ἐμμανῆ, μανιωδῶς πορευομένην· φοῖτος γὰρ
25ἡ μανία λέγεται. καὶ Εὐφορίων (fg 108 Scheidw.)·263

264

‘φοιταλέος διὰ πᾶσαν ἄδην ἐπάτησε κοθόρνῳ.‘ μήποτε διὰ τοῦτο καὶ τὰς ἑταίρας φοιτάδας λέγομεν. 57—58 οὐκ ἄρ’ ἐγὼ μούνη μετὰ Λάτμιον: Λάτμος ὄρος Καρίας, ἔνθα ἔστιν ἄντρον, ἐν ᾧ διέτριβεν Ἐνδυμίων. ἔστι δὲ καὶ
5πόλις ἡ λεχθεῖσα Ἡράκλεια. λέγεται δὲ κατέρχεσθαι εἰς τοῦτο τὸ ἄντρον τὴν Σελήνην πρὸς Ἐνδυμίωνα. περὶ δὲ τοῦ τῆς Σελήνης ἔρωτος ἱστο‐ ροῦσι Σαπφὼ (fg inc. lib. 83 Lobel = 134 B. III 132) καὶ Νίκανδρος ἐν βʹ Εὐρωπείας (fg 24 Schn.). τὸν δὲ Ἐνδυμίωνα Ἡσίοδος (fg 11 Rz.2) μὲν Ἀεθλίου τοῦ
10Διὸς καὶ Καλύκης, παρὰ Διὸς εἰληφότα τὸ δῶρον ἳν αὐτῷ ταμίαν εἶναι θανάτου, ὅτε θέλοι ὀλέσθαι 〈...〉 καὶ Πείσανδρος (16 fg 7 J.) καὶ Ἀκουσίλαος (2 fg 36 J.) καὶ Φερεκύδης (3 fg 121 J.) καὶ Νίκανδρος ἐν βʹ Αἰτωλικῶν (fg 6 Schn.) καὶ Θεόπομπος ὁ ἐποποιός. φασὶ δὲ αὐτὸν οἱ μὲν †Σπαρτιάτην†, οἱ δὲ Ἠλεῖον· Ἴβυκος δὲ ἐν αʹ (fg 44
15B. III 249) Ἤλιδος αὐτὸν βασιλεῦσαί φησι. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις (Hes. fg 148 Rz.2) λέγεται τὸν Ἐν‐ δυμίωνα ἀνενεχθῆναι ὑπὸ τοῦ Διὸς εἰς οὐρανόν, ἐρασθέντα δὲ Ἥρας·
εἰδώλῳ παραλογισθῆναι [τὸν ἔρωτα] νεφέλης καὶ ἐκβληθέντα κατελθεῖν264

265

εἰς Ἅιδου. Ἐπιμενίδης (3 B 14 Diels—Kranz) δὲ αὐτὸν παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας, διόπερ Διὸς χαλεπήναντος αἰτή‐ σασθαι διὰ παντὸς καθεύδειν. τινὲς δὲ διὰ 〈τὴν〉 πολλὴν δικαιοσύνην ἀποθεωθῆναί φασιν αὐτὸν καὶ 〈...〉 αἰτήσασθαι παρὰ Διὸς ἀεὶ καθ‐
5εύδειν. ἔνιοι δὲ ἀναιροῦσι τὸν ἐπὶ τῷ Ἐνδυμίωνος ὕπνῳ μῦθον. φιλο‐ κύνηγον γὰρ αὐτὸν γενόμενον, νύκτωρ πρὸς τῇ σελήνῃ κυνηγεῖν διὰ τὸ ἐξιέναι τὰ θηρία κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ τὰς νομάς, τὰς δὲ ἡμέρας ἐν σπηλαίῳ αὐτὸν ἀναπαύεσθαι, ὥς τινας οἴεσθαι πάντοτε αὐτὸν κοι‐
10μᾶσθαι. οἱ δὲ ἀλληγοροῦσι τὸν μῦθον, λέγοντες ὡς ἄρα Ἐνδυμίων πρῶτος ἐπεχείρησε τῇ περὶ τὰ μετέωρα φιλοσοφίᾳ, παρασχεῖν δὲ αὐτῷ τὰς ἀφορμὰς τὴν σελήνην ἔν τε φωτισμοῖς καὶ κινήσεσιν, δι’ ὃ καὶ νύκτωρ σχολάζοντα τούτοις ὕπνῳ μὴ χρῆσθαι, κοιμᾶσθαι δὲ μεθ’ ἡμέραν. τινὲς δὲ τῷ ὄντι φίλυπνόν τινα γεγονέναι τὸν Ἐνδυμίωνα, ἀφ’ οὗ καὶ παρ‐
15οιμία ‘Ἐνδυμίωνος ὕπνοσ‘ ἐπὶ τῶν πολὺ κοιμωμένων ἢ ἀμελῶς τι πραττόντων ὡς δοκεῖν κοιμᾶσθαι. καὶ Θεόκριτος μέμνηται (III 49 sq.)·
‘ζαλωτὸς μὲν ἔην ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
Ἐνδυμίων.‘
2059—61a ἦ θαμὰ δὴ καὶ σεῖο: μεμύθευται, ὡς ἄρα αἱ φαρ‐ μακίδες τὴν σελήνην ταῖς ἐπῳδαῖς κατασπῶσι. τοῦτο δὲ ποιεῖν δοκοῦσιν αἱ Θεσσαλαὶ σφαλεῖσαι τῆς ὑπολήψεως· καθὸ Ἀγλαονίκη, Ἡγέμονος θυγάτηρ, ἔμπειρος οὖσα τῆς ἀστρολογίας καὶ εἰδυῖα τὰς ἐκλείψεις τῆς
σελήνης, ὁπότε μέλλοι αὐταῖς ἐγγενήσεσθαι, ἔφασκε τὴν θεὸν κατασπᾶν,265

266

καὶ παραχρῆμα περιέπιπτε συμφοραῖς, τῶν οἰκείων τινὰ ἀποβαλοῦσα. ὅθεν κατὰ τὸν βίον λέγεται παροιμία ἐπὶ 〈...〉 ‘τὴν σελήνην κατασπᾷ‘. b μνησαμένη φιλό〈τητοσ: τῆς τοῦ Ἐνδυμίωνος διὰ τῶν σῶν ἐπῳδῶν. σκοτίῃ δὲ ἐν ἀσελήνῳ, διὰ τὴν ἐμὴν περὶ τὸν ἐρώμενον
5ἀσχολίαν. διαλαμβάνουσι δὲ ἔνιοι τὴν τῆς σελήνης ἔκλειψιν ὑπὸ φαρμα‐ κίδων γίνεσθαι καθαιρουμένης, οἱ δὲ παλαιοὶ καθαιρέσεις ἐκάλουν τὰς ἐκλείψεις. 63 ἀνιηρόν: ἀθεράπευτον. LgP 66a 〈τὴν δ’ αἶψα πόδες φέρον:〉 παρὰ [δὲ] τῷ τὰ Ναυ‐
10πακτικὰ πεποιηκότι (fg 7 Kink.) οὐκ ἔστι κατὰ τὴν ἰδίαν προαίρεσιν ἐξιοῦσα ἡ Μήδεια, ἀλλ’ ἐφ’ ἑστίασιν καλουμένων τῶν Ἀργοναυτῶν κατ’ ἐπιβουλήν, ἐνστάντος τοῦ τῆς ἀναιρέσεως αὐτῶν καιροῦ, προτραπομένου δὲ τοῦ Αἰήτου ἐπὶ τὴν Εὐρυλύτης τῆς γυναικὸς συνουσίαν, Ἴδμονος ὑποθεμένου τοῖς Ἀργοναύταις ἀποδιδράσκειν, καὶ Μήδεια συνεκπλεῖ. L
15b 〈ἐγκονέουσαν:〉 ἀποσπεύδουσαν. Lg 69 ἔδαιον: ἔκαιον, ἀνῆπτον. LgP 70 ὄρθια: ἀντὶ τοῦ ἐπιτεταμένως, μεγάλως. Lm(P) 71 περαιόθεν: γέγονε μὲν ἀπὸ τοῦ πέρας καὶ περαία καὶ τὸ περαιόθεν. ὅθεν καὶ ἤπειρος λέγεται πᾶσα ἡ γῆ καταχρηστικῶς, κυρίως
20δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς φανερὸν Εὐριπίδης πεποίηκεν (fg 1010 N.2
‘ἤπειρον εἰς ἄπειρον ἐκβάλλων χθόνα.‘ 86 φεύγωμεν, πρὶν τόνδε θοῶν: ὁ μὲν Ἀπολλώνιός φησι
νυκτὸς πεφευγέναι τὴν Μήδειαν ἐπὶ τὴν ναῦν, Αἰήτου συνέδριον ἔχοντος266

267

Κόλχων περὶ διαφθορᾶς τῶν ἡρώων· ὁ δὲ τὰ Ναυπακτικὰ πεποιηκὼς (fg 8 Kink.) ὑπὸ Ἀφροδίτης φησὶ τὸν Αἰήτην κατακοιμηθῆναι, ἐπι‐ θυμήσαντα τῇ αὐτοῦ γυναικὶ συγγενέσθαι, δεδειπνηκότων παρ’ αὐτῷ τῶν Ἀργοναυτῶν καὶ κοιμωμένων, διὰ τὸ βούλεσθαι αὐτὸν τὴν ναῦν
5ἐμπρῆσαι·
‘δὴ τότ’ ἄρ’ Αἰήτῃ πόθον ἔμβαλε δῖ’ Ἀφροδίτη
Εὐρυλύτης φιλότητι μιγήμεναι, ἧς ἀλόχοιο,
κηδομένη φρεσὶν ᾗσιν, ὅπως μετ’ ἄεθλον Ἰήσων
νοστήσῃ οἶκόνδε σὺν ἀγχεμάχοις ἑτάροισιν‘.
10ὁ δὲ Ἴδμων συνῆκε τὸ γεγονὸς καί φησι·
‘φευγέμεναι μεγάροιο θοὴν διὰ νύκτα μέλαιναν.‘ τὴν δὲ Μήδειαν τὴν ποδοψοφίαν ἀκούσασαν ἀναστᾶσαν συνεξορμῆσαι. λέγει δὲ καὶ Ἡρόδωρος (31 fg 53 J.) ταῦτα. 87 δώσω δὲ χρύσειον: ὁ μὲν Ἀπολλώνιος μετὰ τὸ φυγεῖν
15τὴν Μήδειαν ἐκ τοῦ Αἰήτου οἴκου πεποίηται ὑπισχνουμένην τὸ κῶας τῷ Ἰάσονι· ὁ δὲ τὰ Ναυπακτικὰ γράψας (fg 9 Kink.) συνεκφέρουσαν αὐτὴν τὸ κῶας κατὰ τὴν φυγήν, κατὰ τὸν αὐτοῦ οἶκον κείμενον [τοῦ Αἰήτου]· ὁ δὲ Ἡρόδωρος (31 fg 52 J.) μετὰ τὴν ἀνάζευξιν τῶν ἀγρίων ταύρων ἀποσταλῆναι τὸν Ἰάσονα ὑπὸ τοῦ Αἰήτου ἐπὶ τὸ κῶας, τὸν δὲ
20πορευθέντα φονεῦσαί τε τὸν δράκοντα καὶ τὸ κῶας ἀπενεγκεῖν πρὸς Αἰήτην, τὸν δὲ δόλῳ καλέσαι αὐτοὺς ἐπὶ δεῖπνον. 89 ἐπιίστορας: μάρτυρας. LgP 91 ὀνοτήν: μεμπτήν. LgP 94 προσπτύξατο: περιέλαβε. LgP
25102 παρὲκ νόον Αἰήταο: μὴ βουλομένου τοῦ Αἰήτου. Lg(P) 104 〈ἔωσαν:〉 ἤλασαν. Lg 106 ἔμπαλιν ἀίσσουσα: εἰς τοὐπίσω ὁρμῶσα. LgP
111a ἄγχαυρον: τὸν καιρὸν τὸν πλησίον καὶ ἐγγὺς τῆς ἡμέρας267

268

ὥσπερ λυκόφως· περὶ γὰρ τὸν τοιοῦτον καιρὸν αἱ αὖραι πνέουσι. τοῦτο δὲ ἐκ τοῦ ποιητοῦ (ε 469)·
‘αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πέλει ἠῶθι πρό.‘ b κνώσσουσιν: ὑπνώττουσιν. Lg(P)
5115—17a 〈ἵνα〉 Κριοῦ: ἐν Κόλχοις, ὅπου πρῶτον τὸν Φρίξον κομίσας ὁ κριὸς ἀνεπαύσατο. LmP b [ὅν ῥά ποτ’ Αἰολίδ〈ησ〉:] Διονύσιος ἐν τοῖς Ἀργοναυτικοῖς (32 fg 2 c J.) λέγει Κριὸν γεγονέναι Φρίξῳ παιδαγωγόν, ὃν πρῶτον αἰσθόμενον τὴν ἐκ τῆς μητρυιᾶς ἐπιβουλὴν ὑποθέσθαι φυγεῖν, ὑφ’ οὗ
10καὶ σωθέντος τοῦ νεανίου διαδεδόσθαι, ὡς ἄρα ἐπὶ κριοῦ μέχρι Κόλχων διασωθείη ὁ Φρίξος. L 125 ἀνιόντος: ἀνατέλλοντος. LgP 131—35a ἔκλυον, οἳ καὶ πολλόν: ὑπερβολῇ κέχρηται περὶ ποσότητα, εἴ γέ φησι τὴν τοῦ δράκοντος φωνὴν τοῖς μὲν μακρὰν οὖσι
15τῶν Κόλχων ἀκούεσθαι, αὐτοῖς δὲ μή. b ἑκὰς Τιτηνίδος Αἴης: τοῦ Τιτῆνος ποταμοῦ, ἀφ’ οὗ καὶ ἡ χώρα Τιτηνὶς κέκληται, μνημονεύει Ἐρατοσθένης ἐν Γεωγραφίᾳ (fg III B 76 Berger). ὁ δὲ Λύκος ποταμὸς ἀπὸ Ἀράξου φερόμενος συγκίρναται Φάσιδι, καὶ οὕτως ἀπολέσας τὸ ἴδιον ὄνομα ἐκδίδωσιν εἰς
20θάλασσαν. τὸ δὲ αὐτὸ τοῦτο γίνεται ἐπί τε Ὀνοχώνου τοῦ κατὰ Θεσσα‐ λίαν καὶ Πηνειοῦ καὶ Παμίσου· ὅταν γὰρ εἰς ταὐτὸ συρρεύσωσιν, Πη‐ νειὸς καλοῦνται. ὁ δὲ Ἀράξης ποταμὸς Σκυθίας. Μητρόδωρος δὲ ἐν αʹ τῶν Περὶ Τιγράνην (184 fg 1 J.) τὸν Θερμώδοντα Ἀράξην φησὶ λέγεσθαι. Καυκασίαν δὲ θάλασσαν τὴν Κασπίαν φησὶ διὰ τὸ συν‐
25άπτειν τῷ Καυκάσῳ. c. βέλτιον δὲ Καυκασίαν θάλασσαν νῦν268

269

τὸν Εὔξεινον νοεῖν τὸν πλησιάζοντα τῷ Καυκάσῳ· οὐ γὰρ εἰς τὴν Κασπίαν, ἀλλ’ εἰς τὸν Εὔξεινον ἐκδίδωσιν ὁ Φᾶσις. P 140—42a καπνοῖο στροφ〈ά〉λ〈ιγγεσ: αἱ τοῦ καπνοῦ τοῦ σφοδροῦ εἱλήσεις.
5b 〈εἱλίσσονται:〉 κατὰ τὴν ἀναφοράν· διὰ δὲ τοῦ ἄλλη δ’ αἶψ’ ἑτέρῃ ἐπιτέλλεται δηλοῖ τὸ συνεχὲς τῆς ἐπαναφορᾶς. c εἰλίγγοισι: ταῖς εἱλήσεσι καὶ συστροφαῖς τοῦ σφοδροῦ καπνοῦ. d ἐπήορος: μετέωρος. LgP e 〈ἐξανιοῦσα:〉 γράφεται καὶ ἀίσσουσα. Lm
10143—44a ἀπειρεσίας ἐλέλιξε: πολλάς. ὑπερβολικῶς καὶ τοῦτο εἴρηκε διαγράφων τὸ τέρας τοῦ δράκοντος. ῥυμβόνας δὲ τὰς εἱλήσεις τῆς σπείρας, τὰς περιδινήσεις. καὶ Εὐριπίδης ἐν Πειρίθῳ (fg 593 N.2)· ‘σὲ τὸν αὐτοφυῆ πάντων [θεῶν] αἰθέρα ῥύμβῳ‘, τουτέστιν ἐν κινήσει, ὅθεν καὶ τὸ κινούμενον τροχίσκιον ὑπὸ τῶν φαρμακίδων ῥυμ‐
15βίον καλεῖται. καὶ παρ’ Εὐπόλιδι (fg 72 Kock I 274)· ‘ὦ ῥύμβε, μα‐ στίξας ἐμέ‘. οὕτω δὲ λέγουσι τὰς περιφερεῖς κινήσεις. b ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν: ξηραῖς λεπίσιν ἐσκεπασμένας. Lm(P) 145 εἴσατο: ὥρμησεν. LgP
20147 θέλξαι ἀντὶ τοῦ κοιμίσαι. LmP 148a χθονίην: ὡς καὶ ὑπὸ γῆν διατρίβουσαν. εὐαντέα δὲ τὴν εὐάντητον καὶ εὐεξίλαστον ἢ εὐαπάντητον. b 〈εὐαντέα:〉 εὐσυνάντητον. Lg 150—51a οἴμῃ θελγόμενος: τῇ ἐπῳδῇ ταπεινούμενος. LgP
25b ἀνελύετ’ ἄκανθ〈αν: τὰ τῶν ὄφεων ὀστᾶ ἄκανθαι λέγεται.
κατὰ κοινοῦ δὲ τὸ γηγενέος, ὡς καὶ ἄλλα ἑρπετὰ 〈...〉.269

270

155 περιπτύξαι: περιλαβεῖν. LgP 156—66a ἡ δέ μιν ἀρκεύθ〈οιο: ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν, ἐπιρραίνουσαν ἀρκεύθῳ φάρμακον, κοιμίσαι τὸν δρά‐ κοντα ἐπᾴδουσαν, καὶ οὕτω τὸ κῶας ἀνελέσθαι καὶ χωρισθῆναι ἀμφο‐
5τέρους ἐπὶ τὴν ναῦν κοιμωμένου τοῦ θηρίου, συμφώνως Ἀντιμάχῳ (fg 10 B. II 291). καὶ Φερεκύδης φησὶν ἐν ζʹ (3 fg 31 J.) φονευθῆναι τὸν δράκοντα ὑπὸ Ἰάσονος. ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες, Ἀπόλλωνος ἴδιον, ὡς ἱστορεῖται ἐν γʹ τῶν εἰς Μουσαῖον ἀναφερομένων (2 B 2 Diels—Kranz).
10b νήριτος: πολλή. LgP c πολυπρέμνοιο: πολυστελέχου. Lg(P) 168 〈ἐξανέχουσαν:〉 εἰσβάλλουσαν. Lg 175a ἀγρῶσται: οἱ κυνηγοί· ἀπὸ τοῦ ἀγρώσσω ῥήματος πέ‐ πτωκεν. Ὅμηρος (ε 53)·
15
‘ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ.‘ b ἀχαιϊνέην: Ἀχαία ἐστὶ τῆς Κρήτης πόλις, ἐν ᾗ γίνονται ἀχαιϊνέαι λεγόμενοι ἔλαφοι. 〈...〉 καὶ οἱ σπαθίναι λεγόμενοι ἔλαφοι, οἱ δὲ κέρατα μεγάλα ἔχοντες κεράσται.
176—77 βεβρίθει λήνεσσιν: τοῖς ἐρίοις, ὅθεν καὶ λανάριοι270

271

καλοῦνται οἱ κτενισταί. πολλοὶ δὲ χρυσοῦν τὸ δέρας εἰρήκασιν, οἷς Ἀπολλώνιος ἠκολούθησεν. ὁ δὲ Σιμωνίδης (fg 21 B. III 396) ποτὲ μὲν λευκὸν ποτὲ δὲ πορφυροῦν, Διονύσιος δὲ ὁ Μιτυληναῖος (32 fg 2 a J.) ἄνθρωπόν φησι γεγενῆσθαι, παιδαγωγὸν τοῦ Φρίξου, ὀνόματι Κριόν.
5181 ἀφασσόμενος: ψηλαφῶν. LgP 182 νοσφίσσεται: ἀφαιρήσεται. LgP 190 μηκέτι νῦν χάζεσθε: ἀναχωρεῖτε καὶ μεριμνᾶτε περὶ τῆς εἰς τὴν πατρίδα ἀνακομιδῆς. τινὲς δὲ γράφουσι φράζεσθε. 191—93 ἤδη γὰρ χρειώ: ἡ γὰρ χρεία, φησίν, ἧς χάριν τοῦτον
10τὸν πλοῦν ὑπέστημεν τὸν χαλεπόν, εὐκόλως ταῖς βουλαῖς τῆς κόρης τετέλεσται. 200—02a ἑζόμενος πηδοῖσι: τοῖς πλατέσι τῶν κωπῶν· δι’ οὗ δηλοῖ τὰς κώπας ἀπὸ μέρους. πηδὸν γὰρ καλεῖται τὸ πλατὺ τῆς κώπης· Θεόφραστος (Hist. plant. V 7, 6) δὲ εἶδος ξύλου τὸ πηδόν.
15b οἱ δὲ ἡμίσεις ὁπλισθέντες ἀμύνεσθε τοὺς ἐπιόντας. ἔχμα δὲ βολάων εἴρηκε τὰς ἀσπίδας. Lm(P) c θοόν: ἀντὶ τοῦ θοῶς ἐπιρρήματος. Lg(P) 213 περίπυστος: περιβόητος. LgP 214—15 ἐς δ’ ἀγορὴν ἀγέροντο: συνηθροίζοντο πρὸς μάχην.
20καί φησιν· ὡς οὐκ ἔστι χειμῶνος τὰ κύματα τῆς θαλάσσης τεκμήρασθαι, οὕτως οὐδὲ τὸ πλῆθος τῶν ὁπλισθέντων Κόλχων. L 218 〈παρεμέτρεον:〉 παρέπλεον. Lg 223—30a πεύκην περιμήκεα: τὴν λαμπάδα, ὡς ἐμπρήσων τὴν ναῦν.
25ὁ μὲν Ἀπολλώνιος ἄπρακτόν φησιν ἀναχωρῆσαι τὸν Αἰήτην σὺν ὀχήματι ἡνιοχοῦντος Ἀψύρτου, Διονύσιος δὲ ὁ Μιλήσιός (32 fg 10 b J.) φησιν, ὅτι καταλαβὼν τὴν ναῦν ὁ Αἰήτης παραταξαμένων τῶν ἀριστέων Ἶφιν ἀνεῖλεν Ἀργεῖον, Εὐρυσθέως ἀδελφόν, καὶ αὐτὸς πολλοὺς ἀπέβαλε.
Φερεκύδης δὲ ἐν ζʹ (3 fg 32a J.) τὴν Μήδειάν φησιν ἆραι μικρὸν ὄντα271

272

τὸν Ἄψυρτον ἐκ τῆς κοίτης, Ἰάσονος εἰπόντος αὐτῇ, 〈καὶ〉 ἐνεγκεῖν πρὸς τοὺς Ἀργοναύτας· ἐπεὶ δὲ ἐδιώχθησαν, σφάξαι καὶ μελίσαντας ἐκβαλεῖν εἰς τὸν ποταμόν. ἐν δὲ τοῖς Σκύθαις ὁ Σοφοκλῆς ἑτερομήτορα τῆς Μηδείας τὸν Ἄψυρτον λέγει (fg 546 Pearson)·
5
‘οὐ γὰρ ἐκ μιᾶς
κοίτης ἔβλαστον, ἀλλ’ ὁ μὲν Νηρηίδος
βλάστεσκε τέκνον ἄρτι, τὴν δ’ Εἰδυῖα πρίν
ποτ’ Ὠκεανοῦ κόρη τέκεν.‘ b νηῦς ἤδη κρατε〈ροῖσιν:〉 ἡ ναῦς, φησίν, βιαίᾳ ὁρμῇ τὸν
10πλοῦν ἤνυεν τῇ τε τῶν ἐρετῶν δυνάμει βιαζομένη καὶ τῷ τοῦ ποταμοῦ καθέλκοντι ῥεύματι. c καταβλώσκοντι: ἀντὶ τοῦ κατωφόρῳ. Lg(P) d αὐτὰρ ἄναξ ἄτῃ: ὁ δὲ Αἰήτης, φησίν, ἐν πολλοῖς κακοῖς γεγενημένος τὸν Ἥλιον καὶ τὸν Δία μάρτυρας τῶν πεπραγμένων ἐπε‐
15καλεῖτο. φησὶ δὲ ὁ Ἀπολλώνιος διὰ τούτων τὸν Αἰήτην ἄπρακτον ὑπο‐ στρέψαι, διὰ δὲ τῶν ἑξῆς (v. 224 sq.) φησι τὸν Ἄψυρτον νέον ὄντα ἡνιοχεῖν παραβεβηκότα τῷ πατρί. Διονύσιος δὲ ὁ Μιλήσιός (32 fg 10a J.) φησιν, ὅτι Αἰήτης ἐδίωξεν αὐτούς· οἱ δὲ ἀριστεῖς ἠγωνίζοντο ἀκοντί‐
20ζοντες, οἱ δὲ περὶ τὸν Αἰήτην ἵππευον· ἔνθα καὶ Ἶφιν τελευτῆσαι τὸν Σθενέλου· καταβαλόντα γὰρ δύο τῶν περὶ Αἰήτην ἱππέων περικατά‐ ληπτον γενέσθαι ὑπὸ τοῦ Αἰήτου, περισπασθέντα τῷ βρόχῳ. ἐν δὲ τοῖς ἑξῆς φησιν, ὡς οἱ Κόλχοι εἰς φυγὴν ἐτράπησαν. Φερεκύδης δὲ ἐν ζʹ (3 fg 32 b J.) διωκομένους ἀναβιβάσαι ἐπὶ τὴν ναῦν τὸν Ἄψυρτον καὶ
25μελίσαντας ῥῖψαι εἰς τὸν ποταμόν. Σοφοκλῆς δὲ ἐν Κολχίσι (fg 343 Pearson) φησὶ κατὰ τὸν οἶκον τοῦ Αἰήτου τὸν παῖδα σφαγῆναι. ἑξῆς δὲ Ἀπολλώνιος τὴν ἀπειλὴν τάσσει τὴν πρὸς τοὺς Κόλχους.
246 ἡ γάρ: ἡ Μήδεια. LgP272

273

247—52 καὶ δὴ τὰ μέν, ὅσσα θυηλ〈ῇ: ἐκ τούτου βούλε‐ ται δηλῶσαι, ὅτι τοιαύτην θυσίαν ἐβούλετο τελέσαι ὁποίαν φαρμακίδες. Νύμφις δὲ ἐν τῷ ϛʹ Περὶ Ἡρακλείας (fg 14 M. III 15) Ἑκάτης φησὶν ἱερὸν εἶναι ἐν τῇ Παφλαγονίᾳ Μηδείας ἱδρυσαμένης. κατὰ δὲ τὴν ἀπο‐
5σιώπησιν ἐμφάσει κέχρηται, τὴν ταῖς φαρμακίσι τελουμένην θυσίαν μὴ ἐξεργαζόμενος. 257—62a νισόμεθ[ς] Ὀρχομένον: διὰ τούτων φησὶν ὁ Ἄργος ἀληθῆ αὐτοῖς εἰρῆσθαι ὑπὸ Φινέως (II 421)· εἶναι γὰρ πλοῦν ἕτερον ἔξω φέροντα, ὃν Αἰγύπτιοι ἱερεῖς ἐσημήναντο. ἐγίνωσκε γὰρ
10τὰ μέρη ἐκεῖνα ὁ Ἄργος. διό φησιν· ὄντως δὴ τῇ ἐσωτάτῃ ὁδῷ κεχρη‐ μένοι, ᾗ καὶ ἡμεῖς εἰς Ὀρχομενὸν ἐπορευόμεθα, πορεύεσθε. L b ἔστι γὰρ πλόος ἄλλος: Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις (31 fg 10 J.) φησὶ διὰ τῆς αὐτῆς 〈κατ〉ελθεῖν θαλάσσης, δι’ ἧς ἦλθον εἰς Κόλχους· Ἑκαταῖος δὲ ὁ Μιλήσιος (1 fg 18 a J.) ἐκ τοῦ Φάσιδος
15διελθεῖν εἰς τὸν ὠκεανόν, εἶτα ἐκεῖθεν εἰς τὸν Νεῖλον, ὅθεν εἰς τὴν ἡμετέραν θάλασσαν. τοῦτο δὲ ὁ Ἐφέσιος Ἀρτεμίδωρος (fg 136 Stiehle Phil. 11, 1856, 236) ψεῦδός φησιν εἶναι· τὸν γὰρ Φᾶσιν μὴ συμβάλλειν τῷ ὠκεανῷ, ἀλλ’ ἐξ ὀρέων καταφέρεσθαι. τὸ αὐτὸ καὶ Ἐρατοσθένης ἐν γʹ Γεωγραφικῶν (fg III B 74 Berger) φησι. Τιμάγητος δὲ ἐν αʹ
20Περὶ λιμένων (fg 1 M. IV 519) τὸν μὲν Φᾶσιν 〈καταφέρεσθαι ..., τὸν δὲ Ἴστρον〉 καταφέρεσθαι ἐκ τῶν †Κελτικῶν† ὀρῶν, ἅ ἐστι τῆς Κελ‐ τικῆς, εἶτα ἐκδιδόναι εἰς Κελτῶν λίμνην, μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ ὕδωρ, καὶ τὸ μὲν εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν †Κελτικὴν† θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς
25Ἀργοναύτας καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. κατακολουθεῖ δὲ αὐτῷ καὶ
Ἀπολλώνιος. Ἡσίοδος (fg 64 Rz.2) δὲ καὶ Πίνδαρος ἐν Πυθιονίκαις273

274

(IV 25 sq.) καὶ Ἀντίμαχος ἐν Λύδῃ (fg 12 B. II 291) διὰ τοῦ ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺς εἰς Λιβύην, καὶ βαστάσαντας τὴν Ἀργὼ εἰς τὸ ἡμέτερον πέλαγος 〈παρα〉γενέσθαι. c οὐδέ τί πω Δαναῶν: τοὺς Αἰγυπτίους πολλοὶ παλαιοτά‐
5τους εἶναί φασιν, Ἡρόδοτος (II 2) δὲ Φρύγας. †Μώσμης† δὲ ἐν αʹ Αἰγυπτιακῶν (M. IV 369) καὶ Λέων ἐν αʹ τῶν Πρὸς τὴν μητέρα (fg 1 M. II 331) καὶ Κνωσσὸς ἐν αʹ Γεωγραφικῶν τῆς Ἀσίας (M. III 158) πάντων ἀρχαιοτάτους Αἰγυπτίους εἶναί φασιν. δοκεῖ δὲ πρῶτον Θήβην κατ’ Αἴγυπτον κτισθῆναι, ὥς φησι Ξενα‐
10γόρας ἐν αʹ Χρόνων (240 fg 1 J.). καὶ Νικάνωρ δὲ λέγει ἐν ταῖς Μετονομασίαις (fg 15 M. III 634) ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας, καὶ αὐτὸς συμφωνῶν τῷ Ἀρχεμάχῳ (fg 6 M. IV 315). Ἵππυς (fg 1 M. II 13) δὲ τοὺς Αἰγυπτίους πρώτους 〈γεγενῆσθαι〉 στοχάζεται 〈ἐκ〉 τῆς τοῦ ἀέρος κράσεως καὶ 〈ἐκ τοῦ〉 γονιμώτατον
15εἶναι τὸ τοῦ Νείλου ὕδωρ. γεγονέναι δὲ αὐτούς φησιν ὁ Ἀπολλώνιος πρὸ τοῦ πάντα τὰ ἄστρα φανῆναι· καθὸ τήν τε φύσιν κατανοῆσαι αὐτῶν δοκοῦσι καὶ τὰ ὀνόματα θεῖναι, 〈καὶ〉 τὰ μὲν ιβʹ ζῴδια θεοὺς βουλαίους προσηγόρευον, τοὺς δὲ πλάνητας ῥαβδοφόρους. Ἡρόδοτος (l. l.) δέ φησι Φρύγας πρώτους γεγενῆσθαι. ὕστερον
20δὲ Ψαμμίτιχος τῶν Αἰγυπτίων βασιλεύς, βουλόμενος διαγνῶναι, τίνες οἱ γηγενεῖς, παρέδωκεν ποιμένι δύο βρέφη, κελεύσας μηδένα φθέγγεσθαι,
μόνον δὲ αὐτοῖς αἰγὸς θηλὴν δίδοσθαι. οἱ δὲ δύο ἐτῶν διελθόντων274

275

πρώτην φωνὴν ἀφῆκαν τὸ βέκος· οὕτω δὲ λέγεται παρὰ τοῖς Φρυξὶν ὁ ἄρτος. ἐγνώσθησαν οὖν ἀπὸ τούτου οἱ Φρύγες γηγενεῖς. οἱ δέ φασιν, ὅτι εὔηθές ἐστιν ὑπολαμβάνειν τοῦτο· ἀκούοντες γὰρ οἱ παῖδες βληχω‐ μένων τῶν προβάτων, ὡς ἂν ὑπὸ τῆς φύσεως ἐνεργούμενοι πρὸς τὸ
5ἔναρθρον τὴν φωνὴν ἀπέστρεψαν. 263—64a οἶοι δ’ ἔσαν Ἀρκάδ〈εσ: μόνοι δὲ ἦσαν Ἀρκάδες, φησί, τῶν Ἑλλήνων ἀρχαιότεροι. Ἀπιδανῆας δὲ τοὺς Πελοποννη‐ σίους ἀπὸ Ἄπιδος τοῦ Φορωνέως. b Ἀρκάδες, οἳ καὶ πρόσθ〈εν: οἱ Ἀρκάδες δοκοῦσι πρὸ
10τῆς σελήνης γεγονέναι, ὡς καὶ Εὔδοξος ἐν Γῆς περιόδῳ (fg 41 Brandes 4. Jabresbericht des Vereins von Freunden d. Erdk. zu Leipzig, 1865, 64). Θεόδωρος δὲ ἐν κβʹ (62 fg 2 J.) ὀλίγῳ πρότερόν φησι τοῦ πρὸς τοὺς Γίγαντας πολέμου Ἡρακλέους τὴν σελήνην φανῆναι. καὶ Ἀριστίας ὁ Χῖος ἐν ταῖς Κτίσεσι καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν αʹ Κτίσεων (fg 1
15M. IV 393) καὶ ἔθνος Ἀρκαδίας Σεληνίτας εἶναι. Μνασέας (fg 4 M. III 150) δέ φησι Προσέληνον Ἀρκάδων βασιλεῦσαι. Ἀριστο‐ τέλης δὲ ἐν τῇ Τεγεατῶν πολιτείᾳ (fg 549 Rose 1568 b 41) φησίν, ὅτι βάρβαροι τὴν Ἀρκαδίαν ᾤκησαν, οἵτινες ἐξεβλήθησαν ὑπὸ τῶν νῦν Ἀρκάδων, ἐπιθεμένων αὐτοῖς πρὸ τοῦ ἐπιτεῖλαι τὴν σελήνην· διὸ κατ‐
20ωνομάσθησαν προσέληνοι. 〈...〉. Δοῦρις δὲ ἐν ιεʹ τῶν Μακεδονικῶν (76 fg 9 J.) Ἀρκάδα φησίν, ἀφ’ οὗ ἡ Ἀρκαδία καλεῖται, Ὀρχομενοῦ υἱόν, διὸ καὶ πόλιν τῆς Ἀρκαδίας Ὀρχομενόν. τινὲς δέ φασιν Ἐνδυ‐ μίωνα εὑρηκέναι τὰς περιόδους καὶ τοὺς ἀριθμοὺς τῆς σελήνης, ὅθεν καὶ προσελήνους τοὺς Ἀρκάδας κληθῆναι. ἔνιοι δὲ ὑπὸ τοῦ Τυφῶνος
25〈...〉· ὑπὸ δὲ Ἄτλαντος καὶ Ξεναγόρας (240 fg 32 J.) εἴρηκεν.275

276

265—66 ἀνάσσετο Δευκαλ〈ίδῃσιν:〉 οἱ ἀπὸ Δευκαλίωνος τὸ γένος ἔχοντες ἐβασίλευον Θεσσαλίας, ὥς φησιν Ἑκαταῖος (1 fg 14 J.) καὶ Ἡσίοδος (fg 8 Rz.2). ἡ Θεσσαλία δὲ Πελασγὶς ἐκαλεῖτο ἀπὸ Πελασγοῦ τοῦ βασιλεύσαντος.
5269—71a καὶ ποταμὸς Τρίτων: περὶ τῆς τοῦ Νείλου ἀνα‐ δόσεως διάφοροι αἰτίαι παρὰ τοῖς παλαιοῖς ἐλέγοντο. Ἀναξαγόρας (cf. 59 A 91 Diels—Kranz) μὲν γάρ φησι διὰ τῆξιν τῆς χιόνος πλη‐ θύειν αὐτόν· ᾧ ἕπεται καὶ Εὐριπίδης λέγων (Hel. 1. 3)·
‘Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
10
λευκῆς τακείσης χιόνος ὑγραίνει γύην.‘ καὶ Αἰσχύλος (fg 300 N.2) δὲ καὶ Σοφοκλῆς (fg 882 Pearson) ὑπ‐ έλαβον τοὺς ὑπὲρ τὴν Αἴγυπτον χιονίζεσθαι τόπους καὶ τηκομένης τῆς χιόνος τὴν χύσιν εἰς τὸν Νεῖλον ἐκδίδοσθαι. Νικαγόρας (M. II 332 b) δέ φησιν ἀπὸ τῶν ἀντοίκων αὐτὸν ῥεῖν. Δημόκριτος δὲ ὁ φυσικὸς
15(68 A 99 Diels—Kranz) ἀπὸ τοῦ κατὰ μεσημβρίαν ὑπερκειμένου πε‐ λάγους λαμβάνειν τὸν Νεῖλον τὴν ἐπίχυσιν, ἀπογλυκαίνεσθαι δὲ τὸ ὕδωρ διὰ τὸ διάστημα καὶ τὸ μῆκος τοῦ πόρου καὶ ὑπὸ τοῦ καύματος ἀφε‐ ψόμενον· διὸ καὶ ἐναντίαν φησὶν ἔχειν τὴν γεῦσιν. Οἰνοπίδης δὲ ὁ Χῖος (cf. 41, 11 Diels—Kranz), ὅτι χειμῶνος ὢν ὑπὸ γῆν ὁ ἥλιος ἐκπέμπει
20τὸ ὕδωρ, τοῦ δὲ θέρους γενόμενος ὑπὲρ γῆν οὐκέτι διὰ τὸ μᾶλλον
θερμαίνεσθαι αὐτήν· διὸ κεχαραδρωμένη ἡ γῆ πλεῖον ὕδωρ ἀναδίδωσιν.276

277

Ἔφορος (70 fg 65 d J.) δὲ ποταμόχωστον εἶναί φησι τὴν Αἴγυπτον, ῥηγνυμένης δὲ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τῷ ἔαρι ἀναπηδᾶν τὸ ὕδωρ καὶ ἐπαύξεσθαι τὸ ῥεῦμα. Θαλῆς δὲ ὁ Μιλήσιός (cf. 11 A 16 Diels—Kranz) φησιν ὑπὸ τῶν ἐτησίων συνελαυνόμενα τὰ νέφη κατὰ τὰ ὄρη τῆς Αἰθιο‐
5πίας αὐτόθι ῥήγνυσθαι· ὅταν δὲ τοῦ ποταμοῦ ἐξεναντίας συστῶσιν αἱ πνοαὶ προσπίπτουσαι τῇ θαλάσσῃ, ἐκ τῆς ἀποπεμπομένης πλήσμης τὰς ὑπερχύσεις ἀναδέχεσθαι τὸν Νεῖλον. Διογένης δὲ ὁ Ἀπολλωνιάτης (64 A 18 Diels—Kranz) ὑπὸ τοῦ ἡλίου ἁρπάζεσθαι τὸ ὕδωρ τῆς θαλάσσης, ὃ τότε εἰς τὸν Νεῖλον καταφέρεσθαι· οἴεται γὰρ πληροῦσθαι τὸν Νεῖλον
10ἐν τῷ θέρει διὰ τὸ τὸν ἥλιον εἰς τοῦτον τὰς ἀπὸ γῆς ἰκμάδας τρέπειν. ὁ δὲ Νεῖλος οὕτω τὸ πρότερον ἐκαλεῖτο, Τρίτων. μετωνομάσθη δὲ ἀπὸ Νείλου τοῦ Κύκλωπος τοῦ Ταντάλου, βασιλεύσαντος τῆς χώρας, ὡς Ἕρμιππός (fg 77 M. III 53) φησιν. b ὄμβρος ἅλις: ἀμφιβολία περὶ τὴν σύνταξιν. σημαίνει γὰρ
15ἤτοι ἅλις ἀνασταχύουσιν ἢ ὅτι οὐ δεύει ὄμβρος ἅλις, ἐπεὶ οὐ βρέχει συνεχῶς κατ’ Αἴγυπτον. 272—74 ἔνθεν δή τινα: Σεσόγχωσις Αἰγύπτου πάσης βασι‐ λεὺς μετὰ Ὦρον τὸν Ἴσιδος καὶ Ὀσίριδος παῖδα τὴν μὲν Ἀσίαν ὁρμήσας πᾶσαν κατεστρέψατο, ὁμοίως καὶ τὰ πλεῖστα τῆς Εὐρώπης. ἀκριβέστερον
20δὲ ἔστι τὰ περὶ αὐτοῦ παρὰ Ἡροδότῳ (II 102—10). Θεόπομπος δὲ ἐν γʹ (115 fg 46 J.) Σέσωστριν αὐτὸν καλεῖ. Ἡρόδοτος δὲ προστίθησιν (102), ὅτι, εἰ μέν τινας πολέμῳ κατέστρεψεν, στήλας ἐτίθει πῶς ἐνί‐ κησεν· εἰ δὲ παρεχώρουν, γυναικεῖον ταῖς στήλαις αἰδοῖον προσετίθει σύμβολον τῆς μαλακίας. Δικαίαρχος δὲ ἐν αʹ Ἑλλάδος βίου (fg 7 M.
25II 235) Σεσόγχωσιν καὶ νόμους [αὐτὸν] θεῖναι λέγει, ὥστε μηδένα277

278

καταλιπεῖν τὴν πατρῴαν τέχνην· τοῦτο γὰρ ὑπολαμβάνειν ἀρχὴν εἶναι πλεονεξίας. καὶ πρῶτόν φησιν αὐτὸν εὑρηκέναι ἵππων ἄνθρωπον ἐπι‐ βαίνειν· οἱ δὲ ταῦτα τὸν Ὦρον, οὐ τὸν Σεσόγχωσιν. 276 ἠὲ καὶ ο· πουλὺς γὰρ ἄδην· ἦ γὰρ ἐκλελοίπασί τινες
5τῶν πόλεων κἂν μετωνομασμέναι [καὶ] ἀγνοοῦνται, ὑφ’ οὗ τυγχάνουσιν ἐκτισμέναι· τούτου δὲ τὸν χρόνον αἴτιον γεγενῆσθαι. περὶ δὲ τῶν χρό‐ νων, καθ’ οὓς ἐγένετο Σεσόγχωσις, ὁ μὲν Ἀπολλώνιός φησι πολὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών, Δικαίαρχος δὲ ἐν αʹ (v. sch. 272/74) μετὰ τὸν Ἴσιδος καὶ Ὀσίριδος Ὦρον βασιλέα γεγονέναι Σεσόγ‐
10χωσιν. γίνεται δὲ ἀπὸ Σεσογχώσεως ἐπὶ τὴν Νείλου βασιλείαν ἔτη ͵βφʹ, 〈ἀπὸ δὲ τῆς Νείλου βασιλείας ἐπὶ τὴν Ἰλίου ἅλωσιν ζʹ,〉 ἀπὸ δὲ τῆς Ἰλίου ἁλώσεως ἐπὶ τὴν αʹ Ὀλυμπιάδα υλϛʹ, ὁμοῦ ͵βϡμγʹ. 277—78a Αἶά γε μὴν ἔτι νῦν μέ〈νει: τὴν Αἶάν φησιν ἀπὸ τῶν Σεσογχώσεως χρόνων μέχρις αὐτοῦ μένειν ἄθραυστον καὶ τοὺς
15ἐκείνων ἀπογόνους τῶν ὑπὸ Σεσογχώσεως κατοικισθέντων. τούτους γὰρ υἱωνοὺς εἴρηκε καταχρηστικῶς, ὡς Ἡρακλεῖδαι λέγονται οὐ μόνον οἱ Ἡρακλέους παῖδες, ἀλλὰ καὶ οἱ ἐκείνων ἀπόγονοι. οὕτως καὶ οἱ ἐν τῇ Σκυθίᾳ ἀπόγονοι τῶν Αἰγυπτίων εἰσίν, ὡς καὶ Ἀπολλώνιος. καὶ Σκύμνος φησὶν ἐν Ἀσίᾳ, ὅτι Κόλχοι Αἰγυπτίων ἄποικοι. καὶ Ἡρόδοτος
20ἐν βʹ (104 sq.) μέμνηται τῆς περιτομῆς τῶν μορίων καὶ τῆς τῶν λίνων
ὑφῆς, καὶ νόμοις αὐτούς φησι κεχρῆσθαι τῶν Αἰγυπτίων.278

279

b 〈Αἶαν: ...〉, ὁ δὲ Φιλοστέφανος καὶ τὸν Φᾶσιν ποταμὸν ἔχειν νησῖδας, καὶ Αἶαν πόλιν ἐν νήσῳ αὐτοῦ κεῖσθαι. L 279—81a οἳ δή τοι γραπτῦς· εἰσὶ δέ, φησί, καὶ νόμοι παρ’ αὐτοῖς τῶν προγόνων καὶ στῆλαι, ἐν αἷς γῆς καὶ θαλάσσης ἀναγραφαί
5εἰσιν. b κύρβιας· στήλας. λέγει δὲ τοὺς ἄξονας, ἐν οἷς οἱ νόμοι γράφονται, ὡς Ἀριστοφάνης ὁ κωμικός (Av. 1354). Ἀπολλόδωρος (244 fg 107 b J.) δέ φησι πᾶσαν δημοσίαν γραφὴν καὶ νόμους κύρβιν καλεῖσθαι, ὅτι οἱ ἀρχαῖοι λίθους ἱστάντες τὸ δόξαν ἀνέγραφον, οὓς
10μὲν ἀπὸ τῆς στάσεως στήλας, κύρβεις δὲ ἀπὸ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ ἀπο〈κεκορυφῶσθαι〉, [ἢ] οἷον κύρφεις. ὕστερον δὲ 〈εἰσ〉 ξύλα λελευκωμένα γράφοντες ὁμοίως ἐκάλεσαν. κύρβις οὖν ἡ περιέχουσα τὰς ἱερὰς ἀναγραφάς ἐστιν. c κύρβιας: κύρβεις λέγουσιν, ὡς Ἐρατοσθένης (fg 80 Strecker
15= 241 fg 37 a J.), τοὺς ἄξονας καλουμένους Ἀθήνησιν, ἐν οἷς οἱ νόμοι περιέχονται. οἱ δὲ ἀκριβέστεροι ἄξονας μὲν τετραγώνους λίθους, κύρβεις δὲ τριγώνους· ἐν ἀμφοτέροις δὲ νόμοι ἦσαν γεγραμμένοι Ἀθή‐
νησι. ἐνταῦθα δὲ κύρβιάς φησι πίνακάς τινας γῆς περίοδον περιέχοντας.279

280

d 〈ὑγρῆς τε τραφερῆς τε:〉 τῆς θαλάσσης καὶ τῆς γῆς. Lg 282—91a κέρας ὠκεανοῖο: κέρατα τοῦ ὠκεανοῦ λέγουσι πάντας τοὺς ποταμοὺς τοὺς ἀπ’ αὐτοῦ καταφερομένους. ὁ δὲ Ἴστρος ποταμὸς Σκυθίας. ὁ δὲ λόγος· μακρόθεν ὄντα διετεκμήραντο τὸν
5ποταμὸν καὶ ἔγνωσαν. b Ἴστρον μιν καλέ〈οντεσ: τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν· γενόμενον δὲ με‐ ταξὺ Σκυθῶν καὶ Θρᾳκῶν σχίζεσθαι, καὶ τὸ μὲν εἰς τὴν καθ’ ἡμᾶς θάλασσαν ἐκβάλλειν ῥεῖθρον, τὸ δὲ εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν
10[τὸ δὲ εἰς τὸν Ἀδριατικὸν κόλπον]. οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλῳ, ἐν Λυομένῳ Προμηθεῖ (fg 197 N.2) λέγοντι τοῦτο. Ῥίπαια δὲ ὄρη πρὸς ταῖς ἀνατολαῖς, ὡς Καλλίμαχος (fg 215 Schn.)·
‘Ῥιπαίου πέμπουσιν ἀπ’ οὔρεος, ἧχι μάλιστα.‘ Ἐρατοσθένης δὲ ἐν γʹ Γεωγραφικῶν (fg III B 99 Berger) ἐξ ἐρήμων
15τόπων ῥεῖν, περιβάλλειν δὲ νῆσον Πεύκην. Σκύμνος δὲ ἐν τῇ [ι]ϛʹ Περὶ Εὐρώπης αὐτὸ μόνον φησίν, ἀπὸ ἐρήμων φέρεσθαι τὸν Ἴστρον. οὐδεὶς δὲ ἱστορεῖ διὰ τούτου τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν ἡμετέραν θάλασσαν ἔξω Τιμαγήτου (fg 1 M. IV 519), ᾧ ἠκο‐ λούθησεν Ἀπολλώνιος. ὁ μὲν γὰρ Σκύμνος αὐτοὺς διὰ Τανάιδος πεπλευ‐
20κέναι ἐπὶ τὴν μεγάλην θάλασσαν, ἐκεῖθεν δὲ εἰς τὴν ἡμετέραν θάλασσαν ἐληλυθέναι. καὶ παρεκβολεύεται, ὡς ἄρα ἐλθόντες ἐπὶ τὴν ἤπειρον οἱ
Ἀργοναῦται ἐπὶ στρωτήρων ἐκόμισαν τὴν Ἀργώ, μέχρις οὗ ἐπὶ θάλασσαν280

281

παρεγένοντο. Ἡσίοδος (fg 63 Rz.2) δὲ διὰ Φάσιδος αὐτοὺς εἰσπεπλευ‐ κέναι λέγει. Ἑκαταῖος (1 fg 18 b J.) δὲ 〈... Ἀρτεμίδωρος (v. sch. 257/62 b) δὲ〉 ἐλέγχων αὐτὸν ἱστορεῖ μὴ ἐκδιδόναι εἰς τὴν θάλασσαν τὸν Φᾶσιν. οὐδὲ διὰ Τανάιδος ἔπλευσαν, ἀλλὰ κατὰ τὸν αὐτὸν πλοῦν,
5καθ’ ὃν καὶ πρότερον, ὡς Σοφοκλῆς ἐν Σκύθαις (fg 547 Pearson) ἱστορεῖ καὶ Καλλίμαχος (fg 377 Schn.). 〈...〉 αὐτῶν τοὺς μὲν εἰς τὸν Ἀδρίαν πεπλευκότας μὴ εὑρεῖν τοὺς Ἀργοναύτας, τοὺς δὲ διὰ τῶν Κυα‐ νέων πετρῶν ἐπὶ τὴν Κέρκυραν, ἔνθα κἀκεῖνοι τότε ἦσαν. ὁ δὲ Ἴστρος καταφερόμενος ἐξ Ὑπερβορέων, ὅταν φθάσῃ ἐπὶ τὸν
10μεταξὺ Σκυθίας καὶ Θρᾴκης τόπον, σχίζεται εἰς δύο, καὶ τὸ μὲν αὐτοῦ εἰς τὸν Εὔξεινον πόντον βάλλει, τὸ δὲ ἕτερον εἰς τὴν Τρινακρίαν θάλασσαν. c μορμύρουσιν: ἠχοῦσι. lgP d τὸ Τρινάκριον πέλαγος παράκειται τῇ Σικελίᾳ· ἐκαλεῖτο
15γὰρ Τρινακρία τὸ πρότερον διὰ τὸ τρεῖς ἄκρας ἔχειν, Πάχυνον, Λιλύ‐ βαιον, Πέλωρον. LmP 292—93a γαίῃ ὃς ὑμετέ〈ρῃ: ἐὰν μὲν οὕτω γράφηται γαίῃ ὃς ὑμετέρῃ, ἔσται τῇ Ἑλλάδι· τὸ γὰρ Τρινάκριον πέλαγος παράκειται τῇ τῶν Ἑλλήνων γῇ. ἐὰν δὲ ἡμετέρῃ, ἔσται ὁ Ἴστρος· παράκειται
20γὰρ τοῖς Κόλχοις οὗτος.281

282

b ὑμετέρης γαίης: ὁ Ἀχελῷος τῶν τῆς Ἑλλάδος ποταμῶν τῶν ἄλλων διαπρεπέστατος. εἰ οὖν ἄρα ὁ Ἀχελῷος παρ’ ὑμῖν ἐστιν· τὸ γὰρ ὄνομα ἀκούομεν. ἀγνοεῖ γὰρ ὁ Ἄργος, ὡς αὐτῶν ἐστιν τῆς χώρας.
5ἀναπιδύειν φησὶν οὖν τὸν Ἴστρον εἰς τὸν Ἀχελῷον διὰ τὸ τὰς πηγὰς αὐτῷ παρέχεσθαι. L 295 αἴσιον: καθῆκον. LgP 296 ὁλκός: ἡ διαδρομὴ τοῦ ἀστέρος. Lg(P) 301—02 ἐπεὶ πνοιαί τε: ἐπέμενον γὰρ αἱ αὐταὶ τῶν ἀνέμων
10πνοαὶ καὶ ἡ φανεῖσα αὐτοῖς οὐρανία λαμπηδὼν ἡ τὸν ἐπὶ Ἴστρον διά‐ πλουν σημαίνουσα. διαφωνοῦσι δὲ οἱ περὶ τοῦ ἔκπλου τῶν Ἀργοναυτῶν τοῦ ἐκ Κόλχων γεγραφότες. 〈...〉 ὡς καὶ Καλλίμαχος (fg 563 Schn.)· φησὶ δὲ Ἀπολ‐ λώνιος ὑποστρέψαι αὐτοὺς ἐναντίως Καλλιμάχῳ.
15303—06a Κόλχοι δ’ αὖτ’ ἄλλοι: τῶν Κόλχων οἱ μὲν διὰ τῶν Κυανέων πετρῶν ἔπλευσαν, ἄλλοι δὲ μετὰ Ἀψύρτου Ἴστρον ἔσχον. L b Καλὸν δὲ διὰ στόμα: τρία στόματα ἔχει ὁ Ἴστρος, ὧν ἓν λέγεται Καλὸν στόμα, ὥς φησι Τιμάγητος ἐν τῷ Περὶ λιμένων (fg 2
M. IV 519)· εἰς ὅ φησι πλεῦσαι τὸν Ἄψυρτον.282

283

c 〈στόμα:〉 τοῦ Ἴστρου. GgSm 308a πανέσχατον Ἰονίοιο: τὸ Ἰόνιον πέλαγος τῆς Ἰταλίας, εἰς ὃ ἐκδίδωσιν ὁ Ἀδρίας· διὸ καί τινες αὐτὸ Ἀδρίαν ὀνομάζουσιν. b Ἰόνιον πέλαγος πρὸς τῇ Ἰταλίᾳ οὕτω καλούμενον. ὠνομάσθη
5δὲ ἀπὸ Ἰονίου τὸ γένος Ἰλλυριοῦ, ὥς φησιν Θεόπομπος ἐν καʹ (115 fg 128 a J.)· τινὲς δὲ ἀπὸ τῆς γενομένης πλάνης τῇ Ἰοῖ. 310 τριγλώχιν: Ἐρατοσθένης ἐν γʹ Γεωγραφικῶν (fg III B 98 Berger) νῆσον εἶναι ἐν τῷ Ἴστρῳ φησὶ τρίγωνον, ἴσην Ῥόδῳ, ἣν Πεύκην λέγεσθαι διὰ τὸ πολλὰς ἔχειν πεύκας.
10311—14 ἀμφὶ δὲ δοιαί: περὶ τὸν περὶ τὴν Πεύκην ἀγκῶνα δύο εἶναί φησι στόματα τοῦ Ἴστρου, ὧν τὸ μὲν καλεῖται Νάρηκος, τὸ δὲ Καλὸν στόμα, ἐν ᾧ τάχιον οἱ Κόλχοι σὺν Ἀψύρτῳ ἔπλευσαν. 315—18a οἱ δ’ ὑψοῦ νήσοιο: οἱ περὶ τὸν Ἰάσονα ἄνωθεν τῆς νήσου διὰ τοῦ Νάρηκος στόματος ἔπλευσαν. οἱ δὲ νομεῖς δόξαντες
15τὰς ναῦς—πάσας ἀκουστέον—θαλάσσια θηρία εἶναι, δείσαντες εἰς φυγὴν ἐτράπησαν. L b εἱαμεναὶ οἱ κάθυγροι τόποι καὶ τεναγώδεις. δεῖ δὲ ἀκούειν ἑκατέρωθεν τοὺς νομεῖς πεφευγότας. L 320a οὔτ’ οὖν Θρήιξι: τοῖς ἐπὶ τῆς Εὐρώπης Θρᾳξὶν ὅμοροί
20εἰσιν οἱ Σκύθαι. b 〈οὐδὲ Σίγυννοι: ...〉 ἔστι δὲ καὶ σίγυννος εἶδος δόρατος
παρώνυμον τῷ ἔθνει.283

284

321—22 οὔθ’ οἱ περὶ Λαύριον: Λαύριον πεδίον τῆς Σκυθίας. τῆς δὲ Σκυθίας ἔθνη νεʹ Τιμῶναξ ἀναγράφει ἐν αʹ Περὶ Σκυθῶν (fg 1 M. IV 522). 〈...〉 κατὰ δὲ τὸ τῶν Σίνδων πεδίον σχίζεται ὁ ποταμὸς Ἴστρος, καὶ τὸ μὲν αὐτοῦ ῥεῦμα εἰς τὸν Ἀδρίαν, τὸ δὲ εἰς τὸν
5Εὔξεινον πόντον εἰσβάλλει. τὸ δὲ Σίνδοι Ἡρωδιανὸς ἐν τῷ ϛʹ τῆς Καθόλου (I 142, 20 L.) βαρυτονεῖν φησι δεῖν· τινὲς δὲ ὀξυτονοῦσιν, οὐκ εὖ. καὶ Ἱππῶναξ (fg 68 A B. II 484) δὲ μνημονεύει, πρὸς τὸ ‘Σινδικὸν διάσφαγμα‘. Ἑλλάνικος δὲ ἐν τῷ Περὶ ἐθνῶν φησι (4 fg 69 J.)· ‘Βόσπορον διαπλεύσαντι Σίνδοι, ἄνω δὲ τούτων Μαιῶται Σκύθαι‘.
10323—26a Ἀγγούρου ὄρεος: Ἄγγουρον ὄρος πλησίον Ἴστρου τοῦ ποταμοῦ. μνημονεύει δὲ αὐτοῦ Τιμάγητος ἐν Λιμέσιν (fg 3 M. IV 520). ὁ δὲ Καυλιακὸς σκόπελος τῆς Σκυθίας πλησίον τοῦ Ἴστρου, οὗ μνημονεύει Πολέμων ἐν Κτίσεσιν Ἰταλικῶν καὶ Σικελικῶν πόλεων (fg 38 M. III 126). γράφεται [Ἄγγουρον ὄρος] καὶ Ἄγγυρον ὄρος
15καὶ Ἀγγύρου ὄρεος, ἀντὶ δὲ τοῦ Καυλιακοῖο· Καυκασίοιο. φησὶ δὲ κατὰ τοῦτο τὸ ὄρος τὸν Ἴστρον διασχιζόμενον τὸ μὲν εἰς τὸν Ἀδρίαν, τὸ δὲ εἰς τὸν Εὔξεινον ῥεῖθρον εἰσβάλλειν. b 〈Καυκασίοιο:〉 γράφεται Καυλιακοῖο. Lg 327 Κρονίην ἅλα: τὸν Ἀδρίαν φησί· ἐνταῦθα γὰρ τὸν Κρόνον
20κατῳκηκέναι 〈φασίν〉. 336 〈εἰς ἀκτάς:〉 γράφεται εἰς ἄλλας. Lm 338—49a 〈ἔνθα κε:〉 κατ’ ἐκεῖνον τὸν τόπον φησὶ τοὺς Ἀργο‐ ναύτας, τὸ πλῆθος τῶν Κόλχων φοβηθέντας, εἴκειν αὐτοῖς καὶ βούλεσθαι μὲν τὸ κῶας ἔχειν καὶ μὴ παρασχεῖν, τὴν δὲ Μήδειαν—ἦν γὰρ τὸ
25κατ’ αὐτὴν δίκαιον ἀμφήριστον—παραθέσθαι τῇ Ἀρτέμιδι ἐν τῷ αὐτῆς284

285

ἱερῷ, ἕως τις δικάσῃ, πότερον αὐτὴν ἀποδοτέον τῷ πατρὶ ἢ τοῖς Ἀργο‐ ναύταις. L b 〈συνθεσίῃ:〉 συμβιβάσει. Gg 373—75 〈ἢ σύ γ’ ἔπειτα:〉 ὀνειδίζουσα τῷ Ἰάσονί φησι ξίφει
5αὐτὸν αὐτὴν διαχειρίσασθαι, ἵνα ἀξίαν ἀπολάβῃ χάριν τοῦ πρὸς αὐτὸν ἔρωτος. ἐν ἤθει δὲ τοῦτο εἶπεν. L 380 〈σμυγερῶς:〉 ἐπιπόνως. Gg 384 στρευγόμενος: ἀντὶ τοῦ καταπονούμενος καὶ στρεβλού‐ μενος. LmP
10387 ἀτροπίῃ: τῇ σῇ κακοτροπίᾳ καὶ ἀβουλίᾳ, ὅτι ἐπιώρ‐ κησας. Lm(P) 406 〈ἦρα:〉 ἐπιθυμητά. GgSm 411—13 〈ἀεικελίοισιν:〉 ἐπὶ γὰρ τοῖς κακοῖς, φησί, κακὰ δεῖ βουλεύεσθαι. προῄρηται οὖν καὶ τὸν Ἄψυρτον ἀνελεῖν ἐπὶ τοῖς προγε‐
15γενημένοις ἁμαρτήμασιν ὑπ’ αὐτῆς. Lm 417—18 〈εἴ κέν πως:〉 εἴ πως, φησί, πείσαιμι τὸν Ἄψυρτον μόνον πρὸς μόνην ἥκειν, φιλίαν πρὸς αὐτὸν συνθεμένη. Lm 425 Δίῃ: ἐν τῇ Νάξῳ. Καλλίμαχος (fg 163 Schn.)·
‘ἐν Δίῃ· τὸ γὰρ ἔσκε παλαίτερον οὔνομα Νάξῳ.‘ LmP
20428—29a γλήνεσιν: ποικίλμασιν. Lm(P) b οὔ μιν ἀφάσσων: οὐδαμῶς ἂν τὸν πέπλον ἐκεῖνον ψηλαφῶν ἢ καθορῶν τὴν ἐπιθυμίαν πληρώσειας. Lm 432 ἀκροχάλιξ: ἄκρως μεθύων ἀκράτῳ ἢ νέκταρι. Lm(P) 433 Μινωίδος: τῆς Ἀριάδνης. Lg(P)
25445 〈μέγα στύγος:〉 τὸν ἔρωτα εἶναι μέγα στύγημα τοῖς
ἀνθρώποις λέγει. L285

286

459—62 οἰόθι δ’ ἀντικρύ: μόνος δὲ πρὸς τὴν Μήδειαν μετιὼν ὁ Ἄψυρτος πεῖραν ἐλάμβανεν, ὣς ἔτι ὢν ἁπαλὸς καὶ δόλων ἄπειρος, εἰ βουληθείη προδοῦναι τοὺς Ἀργοναύτας, τὸν καθ’ αὑτοῦ δόλον οὐκ ἐπιστάμενος L
5465—67 ἔμπαλιν ὄμματ’ ἔνεικεν: ἡ Μήδεια ἀπεστράφη τοῦ Ἀψύρτου ἀναιρουμένου, ἵνα μὴ τὸν φόνον αὐτοῦ ἴδῃ. L 468 〈τὸν δ’ ὅγε, βουτύπος ὥστε:〉 τὸν δὲ Ἄψυρτον ὁ Ἰάσων ἔπληξεν ὥς τις βοῦν καταβάλλων. L 470 Βρυγοί: ἔθνος Ἰλλυρίας.
10471 〈προδόμῳ:〉 καταχρηστικῶς πρόδομον εἶπε τὸ πρόναον. 473—74 〈τῆς δὲ καλύπτρην:〉 τῆς δὲ Μηδείας ὁ Ἄψυρτος ἀποθνήσκων τὴν καλύπτραν καὶ τὸν πέπλον ἐρύθηνε τῷ ἑαυτοῦ αἵματι. L 477—79 τάμνε θανόντος: οἱ δολοφονοῦντες ἀρχαίως ἀκρω‐ τηριάσματά τινα ἐποίουν τοῦ ἀναιρουμένου καὶ ταῦτα λαβόντες ἐξήρτων
15τοῦ τραχήλου αὐτοῦ. τῶν δὲ καλουμένων ἀκρωτηριασμάτων 〈...〉
ἄπειρα καὶ πολλὰ ἐξάργματα. ἔπειτα τοῦ αἵματος αὐτοῦ λαβόντες, τρὶς286

287

εἰς τὸ στόμα ἀπέπτυον. τοῦτο δὲ ἐποίουν πρὸς τὸ ἐξιλάσασθαι τὴν δολοφονίαν. 481 Ἀψυρτεῖς ἔθνος ἀπὸ Ἀψύρτου εἰρημένον. 495—99 ὁ Πηλεὺς ξυμβουλεύει μετὰ τὸν Ἀψύρτου θάνατον πλεῖν
5ἐπὶ τοὺς λοιποὺς Κόλχους, λέγων ὅτι ὄρθρου ἰδόντες τὸ πεπραγμένον 〈οὐχ〉 ἑνὶ λόγῳ χρώμενοι διώξουσιν ἡμᾶς. L 500 〈κεδόωνται:〉 σκορπίζονται. Lm 505 〈Ἠλεκτρίδα:〉 αὕτη ἡ Ἠλεκτρὶς ἐγγύς ἐστι τοῦ Ἠριδανοῦ ποταμοῦ.
10507—21 οἱ Κόλχοι ἀφορμηθείσης τῆς Ἀργοῦς οὐκ ἐπανῆλθον φοβού‐ μενοι τὸν Αἰήτην, ἀλλ’ οἱ μὲν αὐτῶν ᾤκησαν ὅπου ὁ Ἄψυρτος ἐδολο‐ φονήθη, μετὰ τῶν κληθέντων ἀπ’ αὐτοῦ Ἀψυρτέων, οἱ δὲ ἐν Ἰλλυρίᾳ, ὅπου οἱ Ἐγχελεῖς περὶ τὰ Κεραύνια ὄρη. Lm(P) 524 Ὑλλήων: ἔθνος περὶ τὴν Ἰλλυρίαν, ἀπὸ Ὕλλου τοῦ Ἡρα‐
15κλέους καὶ Μελίτης ὠνομασμένον. 531 ἱρὴν πευσόμε〈νοσ: πεῦσιν, χρησμὸν αἰτησόμενος παρὰ τοῦ Ἀπόλλωνος.
532—33 ὅπῃ χθονὸς ἱδρυθ〈εῖεν: οἱ Ὑλλεῖοι λαβόντες287

288

παρὰ Ἰάσονος τρίποδα μισθὸν τῆς μηνύσεως τῆς ὁδοῦ, ἔκρυψαν ὑπὸ γῆν, ἐπεὶ ὁ χρησμὸς ἐκέλευσεν, ἔνθα ἂν ὁ τρίπους ᾖ, ἀπόρθητον εἶναι τὴν πόλιν. LGmSmP 534 ὅδε: ὁ τρίπους δηλονότι. Lm(P)
5540—49a Μάκριν τ’ εἰσαφίκα〈νε: Μάκρις τὸ παλαιὸν ἐλέγετο ἡ Σχερία, ὠνομασμένη ἀπὸ τῆς Διονύσου τροφοῦ. ἔνθα φησὶ τὸν Ἡρακλέα παραγενόμενον, τὸν τῶν παίδων αὑτοῦ φόνον καθαρθη‐ σόμενον, Μελίτην τὴν Αἰγαίου τοῦ ποταμοῦ θυγατέρα γεγαμηκέναι, ἐξ ἧς ἔσχε τὸν Ὕλλον· ὃς ἀκμάσας οὐκ ἠθέλησε τῷ Ναυσιθόῳ ὑποταγῆναι,
10ἀλλὰ τοὺς Φαίακας συνήγαγεν εἰς τὴν Κρονίαν θάλασσαν καὶ κατῴκισεν. b π’ ὀφρύσι: ὠφρυωμένως. Lm(P) 552—56a ἀλλ, θεα, πῶς: πυνθάνεται τῆς Μούσης ὁ ποιη‐ τής, ποῦ τὸν πλοῦν ἐποίησαν οἱ Ἀργοναῦται μετὰ τὸν Ἀψύρτου θάνατον καὶ πῶς εἰς θάλασσαν ἦλθον.
15μέμφονται δέ τινες τὸν Ἀπολλώνιον ὡς περὶ τούτους τοὺς χρόνους εἰρηκότα τὴν Ἰταλίαν Αὐσονίαν· ὑστέροις γὰρ χρόνοις τῶν Ἀργο‐ ναυτῶν οὕτω κέκληται ἀπὸ Αὔσονος τοῦ Ὀδυσσέως καὶ Καλυψοῦς. ἐροῦμεν δέ, ὅτι ἐπεὶ αὐτὸς ὁ ποιητὴς οὕτως ὠνόμαζεν, εἰ καὶ μὴ κατὰ τοὺς ἐκείνων χρόνους ἦν.
20b νήσους τε Λιγυστίδας: περὶ τὴν Ἰταλίαν εἰσὶ τρεῖς Λιγυ‐ στιάδες καλούμεναι, διότι οἰκοῦνται ὑπὸ τῶν Λιγύων· Στοιχάδες δὲ διὰ τὸ στοίχῳ τετάχθαι. 557 αὐτόν που: μετὰ τὴν πεῦσιν ἐμπνευσθεὶς ἐντεῦθεν ἄρχεται τοῦ διηγήματος. Lm(P)
25564—66 ἑξείης πλήθοντο: Λίβυρνοι ἔθνος οἰκοῦντες ταύτας τὰς νήσους, Ἴσσαν τε καὶ Δυσκέλαδον καὶ Πιτύειαν· μεθ’ ἃς εἰς Κέρ‐ κυραν ἦλθον. τὴν δὲ Πιτυοῦσσαν καλουμένην Πιτύειαν εἶπεν Ὁμήρῳ
(Β 829) ἑπόμενος.288

289

576 δοιάζοντο: ἐστοχάζοντο. LgSmP 577—80a χόλον ἐφράσαθ’ Ἥρη: ἡ Ἥρα, φησί, τὴν Διὸς ὀργὴν ἐπισταμένη ἐπὶ τῶν Ἀργοναυτῶν, σφοδροὺς ἀνέμους ἐποίησε κατ’ ἐκείνους τοὺς τόπους, ὅπως ἀποσταῖεν μὲν αὐτῶν, φέροιντο δὲ εἰς τὴν
5Ἠλεκτρίδα νῆσον. b 〈ταῖς αὖτις: γράφεται〉 τοὶ δ’ αὖτις. Lg 585—88 ἡ στεῖρα τῆς Ἀργοῦς, φησί, φωνῆεν ἔχουσα ξύλον μετα‐ δέδωκεν αὐτοῖς τὸν ἐκ Διὸς χόλον φεύγειν καὶ πρὸς Κίρκην ἀφικέσθαι, τὸν Ἀψύρτου θάνατον καθαρθησομένους.
10591 δήουσιν: εὑρήσουσιν. LgP 596—98 εἰς δὲ τὸν Ἠριδανὸν εἰσέβαλλον, ὅς ἐστι τῆς Κελτικῆς ποταμός, εἰς ὃν λέγουσι πεπτωκέναι τὸν Φαέθοντα. L 603—06a λέγεται δέ, ἐκ τῶν Ἡλιάδων θρηνουσῶν τὸν Φαέθοντα καὶ εἰς αἰγείρους μεταβεβλημένων τὸ ἀποστάζον δάκρυον εἶναι ἤλεκτρον.
15b 〈ἀείμεναι: γράφεται〉 ἐφήμεναι. Lg 611—17 〈Κελτοὶ δ’ ἐπί:〉 οἱ Κελτοὶ ἐφήμισαν τὸ ἤλεκτρον δάκρυον εἶναι [εἶναι] μὴ τῶν Ἡλιάδων, ἀλλὰ Ἀπόλλωνος, ἡνίκα ὑπὸ Διὸς ἐκελεύσθη θητεύειν ἐπὶ τῷ φόνῳ τοῦ Ἀσκληπιοῦ καὶ τῷ τῶν Κυκλώπων. 618 κεκλήισται: πεφήμισται, ᾄδεται. LmP
20625—26a θρηνουσῶν δὲ τῶν Ἡλιάδων τὸ δάκρυον 〈οὐκ〉 ἀνα‐ μίσγεται τοῖς ὕδασιν ὡσεὶ σταγόνες ἐλαίου. b ὡς ἀπὸ τοῦ στὰξ σταγός, στάγες. Lm(P) 627—34a Ῥοδανὸς ποταμὸς τῆς Κελτικῆς, τῷ Ἠριδανῷ συμ‐ μιγνύμενος· καὶ σχιζόμενος τῇ μὲν εἰς ὠκεανὸν φέρεται, τῇ δὲ εἰς τὸν
25Ἰόνιον κόλπον, τῇ δὲ εἰς τὸ Σαρδόνιον πέλαγος.289

290

b 〈κόλπον: γράφεται〉 πόντον. Lg 640 Ἑρκύνιον ὄρος Κελτῶν ἢ δρυμός. 647a ἀδήιοι: ἀνενόχλητοι. LmP b 〈ἀδήιοι:〉 πολέμους μὴ ἔχοντες. Gg
5650—51 〈εἵνεκα κούρων Ζηνός:〉 τῶν Διοσκούρων, οἵτινες ηὔξαντο ὑπὲρ αὐτῶν. 653 πόρε νῆας: σῴζειν δηλονότι· ὁ τρόπος ἔλλειψις. Lm(P) 657 〈τεύχεα: γράφεται〉 τρύχεα. Lg 661 〈Αἰαίης λιμένα:〉 ἔοικεν Ἀπολλώνιος ἐκδεδέχθαι τὴν
10Ὀδυσσέως πλάνην περὶ Τυρρηνίαν καὶ Ἰταλίαν· ἐκεῖ γὰρ ὑποτίθεται τὴν Κίρκην οἰκεῖν. 662—66 ἡ Κίρκη, φησί, κατελήφθη ἐπὶ θαλάσσης ἡμέρας γενομένης, ἀποτρεπομένη φοβερὸν ὄναρ, ὅτι νυκτὸς εἶδεν αἵματι τὸν οἶκον αὐτῆς μεμολυσμένον.
15678 〈πιληθεῖσα:〉 ἀναπαγεῖσα ἡ γῆ. Lm 680 〈αἰνυμένη:〉 ἀπολαβοῦσα. Sm 694 ἥτε δίκη λυγροῖς: ὡς νόμος ἐστὶ τοῖς ἱκέταις, ὥστε αὐτοὺς ἐπὶ τῆς ἑστίας καθημένους μὴ φθέγγεσθαι. 698—99a ἔγνω, φησίν, ἡ Κίρκη τὸν Ἰάσονα φόνον δεδρακότα. L
20b Φύξιος μὲν Ζεὺς ὁ βοηθῶν τοῖς φυγάσι καὶ πρὸς ὃν κατα‐ φεύγουσι· φύξιος δὲ οἶτος ἐνταῦθα ὁ θάνατος, δι’ ὃν καταφεύ‐
γουσιν. P290

291

704—07 πρῶτα μὲν ἀτρέπτοιο λυτή〈ριον: τὸ κα‐ θάρσιον λέγει, ὅ ἐστι χοιρίδιον μικρόν, ὅπερ οἱ ἁγνίζοντες θύσαντες, τὰς χεῖρας τοῦ ἁγνιζομένου τῷ αἵματι αὐτοῦ βρέχουσιν. 708 ἀγκαλέουσα: ἐπικαλουμένη. LgP
5709a παλαμναῖον λέγει τὸν φόνον εἰργασμένον. b ἐν‐ ταῦθα δὲ παλαμναίας ἱκεσίας λέγει τὰς ὑπὲρ φόνου γιγνομένας· ὧν τὸν Δία τιμήορον ἤγουν τιμητήν φησι. P c 〈ἱκεσιάων: γράφεται〉 ἱκεσίῃσι. Lg 712—13 ἡ δὲ Κίρκη πέμματά τινα ἐπέκαιεν, ὕδωρ ἐπιχέουσα κατὰ
10τὸν νόμον. Lm(P) 718—20a ὅτι καθαρίσασα αὐτοὺς ἐκάθισεν ἐπὶ θρόνων, καὶ αὐτὴ ἐναντίον αὐτῶν ἐκαθέσθη. b ἐνωπαδίς: κατόψιν, ἐξεναντίας. LgP 725—26 ἵετο δ’ αὖ κούρης: φωνὴν ἀκοῦσαι [ἀκοῦσαι] προ‐
15εθυμεῖτο συμβάλλουσα, ὅτι ἀπὸ Ἡλίου ἐστιν, ἀπὸ τῆς τῶν ὀφθαλμῶν διαυγείας. 728—29a ἐπεὶ βλεφάρων ἀποτηλόθι: ἐπεὶ πάνυ πόρρω ἀπὸ τῶν ὀμμάτων ἔλαμπον ταῖς λαμπηδόσιν. b ὥσπερ χρυσῆν ἀκτῖνα ἐξεναντίας ἔπεμπον. Lm(P)
20734—36 ἐπλάσατο ἡ Μήδεια, λέγουσα διὰ τοῦτο πεφευγέναι, διὰ τὸ φοβεῖσθαι τὸν πατέρα, ὅτι ἐβοήθησε τῷ Ἰάσονι κατ’ ἔλεον τῆς ἀδελφῆς Χαλκιόπης. 746 ἄιστον: ἀφανῆ, ἄγνωστον. LgSmP 747 ἐφέστιος: ἐπὶ τοῦ οἴκου μου οὖσα. Lg(P)
25761—65a ὅθι τ’ ἄκμονες Ἡφαίστοιο: αἱ τοῦ Αἰόλου νῆσοι ἑπτά. τούτων ἐν τῇ Λιπάρᾳ καλουμένῃ ἢ τῇ Στρογγύλῃ ὁ Ἥφαι‐
στος δοκεῖ διατρίβειν καὶ ἀκούεσθαι βρόμον πυρὸς καὶ ἦχον σφυρῶν.291

292

τὸ δὲ παλαιὸν ἐλέγετο τὸν βουλόμενον ἀργὸν σίδηρον ἐπιφέρειν καὶ τῇ ἑξῆς ἡμέρᾳ ἢ ξίφος λαμβάνειν ἢ εἴ τι ἄλλο ἤθελεν κατασκευάσαι, καὶ τὸν μισθὸν ἀπεδίδου. ταῦτα ἱστορεῖ Πυθέας ἐν Περιόδῳ γῆς (fg 4 A. Schmekel Progr. gymn. Merseb. 1848, 13), καὶ τὴν θάλασσαν λέγων
5ζεῖν. εἰσὶν δὲ αἱ τοῦ Αἰόλου νῆσοι ζʹ αἵδε· Στρογγύλη, Εὐώνυμος, Λιπάρα, Ἱέρα, Διδύμη, Ἐρικώδης, Φοινικώδης. b ἐλθεῖν εἰς ἀκτάς: Ἀγαθοκλῆς ἐν τοῖς Ὑπομνήμασι (fg 9 M. IV 290), περὶ τῶν χαλκείων τοῦ Ἡφαίστου λέγων, φησὶ κατὰ Σικε‐ λίαν δύο εἶναι νήσους, ὧν ἡ μὲν καλεῖται Ἱέρα, ἡ δὲ Στρογγύλη, αἵτινες
10ἡμέρας καὶ νυκτὸς πῦρ ἀφιᾶσιν. ὁ δὲ αὐτός φησιν [ἐν] ζʹ ἐν Σικελίᾳ νήσους ὑπάρχειν· τούτων δύο πῦρ ἀφιᾶσι, καλεῖται δὲ ἡ μὲν Αἰόλου, ἡ δὲ Ἡφαίστου· ἐν ᾗ πυρὸς ποταμοὺς ἀνιέναι. c 〈τάσγε:〉 ἀκτάς. Sm d αἰθρηγενέεσσιν ἀνά〈σσει: τοῖς αἴθραν καὶ ψῦχος
15ποιοῦσιν. ὅτι δὲ Αἴολος ἐξουσίαν εἶχεν ἀνέμων, καὶ Ὅμηρός φησιν (κ 21)·
‘κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων.‘ ὅτι δὲ αἴθραν τὸ ψῦχος λέγουσιν, ὁ αὐτός φησι ποιητής (ξ 318)· ‘αἴθρῃ καὶ καμάτῳ δεδμημένον‘. καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ ὑπαίθριά
20φαμεν τὰ ὑπὸ ἀνέμου καταπνεόμενα. 786—87 πλαγκταὶ πέτραι ἐν τῷ πορθμῷ εἰσιν, ὡς Τίμαιος (fg 5 M. I 194) καὶ Πεισίστρατος ὁ Λιπαραῖος (fg 1 M. IV 478). ἐν ὑπερβατῷ δὲ ἀναγνωστέον· ἔστι γὰρ διαπερῶντας. 788 περιβλύει: περικλύζει, κατὰ μίμησιν ἤχου. σπιλάδες
25δὲ αἱ πέτραι ἀπὸ τοῦ συμπεπιλῆσθαι. 803 τὸ ἑοῦ ἀντὶ τοῦ ἕο. Lg 807 φιτύσαιο: φυτεύσοις ἢ βλαστήσοις. Lg(P)
808—09 αὐτὴ δὲ σέλας χ〈είρεσσιν: ὅτι τὸ παλαιὸν τὰ292

293

μητέρας τῶν γαμούντων ἐν τοῖς γάμοις δᾳδουχεῖν ἔθος ἦν, καὶ Εὐρι‐ πίδης ἐν Φοινίσσαις φησίν (344—46)·
‘ἐγὼ δὲ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
νόμιμον, ὡς πρέπει μητρὶ μακαρίᾳ.‘
5ἡ Ἥρα οὖν φησι δᾳδουχῆσαι τῇ Θέτιδι, διὰ τὴν πρὸς αὐτὴν εὔνοιαν μητρὸς ἔργον ἐπιτελουμένη. 810 〈νημερτέα: γράφεται〉 θυμηδέα. Lg 813a Νηιάδες κομέουσι: τὴν Χαρικλὼ λέγει καὶ τὴν Φιλύραν, ὑφ’ ὧν ἐτράφη ὁ Ἀχιλλεύς· ὧν ἡ μὲν Χαρικλὼ γυνὴ Χείρωνος, Φιλύρα
10δὲ μήτηρ. b λίπτοντα: ἐπιθυμοῦντα. LgP 814—15a χρειώ μιν κούρης: Ἀναξαγόρας φησίν, ὅτι ταῖς ἀληθείαις τὸν Ἀχιλλέα ὡς θεὸν τετιμήκασιν οἱ περὶ τὴν Λακωνικὴν οἰκοῦντες· ἔνιοι δέ φασιν, ὅτι συμπαθήσαντες οἱ θεοὶ τῇ Θέτιδι ἀπηθα‐
15νάτισαν αὐτόν. ὅτι δὲ Ἀχιλλεὺς εἰς τὸ Ἠλύσιον πεδίον παραγενόμενος ἔγημε Μήδειαν, πρῶτος Ἴβυκος (fg 37 B. III 248) εἴρηκε, μεθ’ ὃν Σιμωνίδης (fg 213 B. III 527). b ἄρηγε: βοήθει. Lg(P) c 〈νυῷ:〉 τῇ νύμφῃ. Lmr
20816 δ’ αὐτῷ Πηλῆι: ὁ τὸν Αἰγίμιον ποιήσας ἐν βʹ (Hesiodi fg 185 Rz.2) φησίν, ὅτι ἡ Θέτις εἰς λέβητα ὕδατος ἔβαλλεν τοὺς ἐκ Πηλέως γεννωμένους, γνῶναι βουλομένη εἰ θνητοί εἰσιν, ἕτεροι δὲ εἰς πῦρ, ὡς Ἀπολλώνιός (IV 869 sqq.) φησι· καὶ δὴ πολλῶν διαφθαρέντων ἀγανακτῆσαι τὸν Πηλέα καὶ κωλῦσαι τὸν Ἀχιλλέα ἐμβληθῆναι εἰς λέ‐
25βητα. Σοφοκλῆς δὲ ἐν Ἀχιλλέως ἐρασταῖς (fg 151 Pearson) φησιν ὑπὸ Πηλέως λοιδορηθεῖσαν τὴν Θέτιν καταλιπεῖν αὐτόν. Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίας (fg 2 M. IV 505) φησὶ Χείρωνα σοφὸν
ὄντα καὶ ἀστρονομίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι,293

294

μεταπέμψαι 〈Φιλομήλαν〉 τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδόνος καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν Πηλεὺς Διὸς διδόντος αὐτῷ, οἱ δὲ θεοὶ μετ’ ὄμβρου καὶ χειμῶνος ἥξουσιν. ταῦτα φημίσας παρετήρει τὸν χρόνον, ἐν ᾧ ὕδατα πολλὰ καὶ πνεύματα ἐξαίσια, καὶ
5δίδωσι Πηλεῖ Φιλομήλαν· καὶ οὕτως ἐπεκράτησεν ἡ φήμη. 820 ἀνέμων ἄικας: αἱ ἐν τῷ πολέμῳ ἐφ’ ἑκάτερα κλίσεις· ὁ δὲ Ἀπολλώνιος τὰς ἀντιπνοὰς τῶν ἀνέμων εἴρηκεν. 825—31a μηδὲ σύγ’ ἠὲ Χάρυβδιν: ἡ Σικελία ἀντικρὺ κεῖται τῆς Ἰταλίας, ἔστι δὲ τούτων μέσος πορθμὸς ἔχων σταδίους διακοσίους
10〈...〉 ἀπὸ Σικελίας εἰς Ἰταλίαν. 〈...〉 τὸ οὖν ἓν ἄκρον, τὸ Πέλωρον, ἀφορᾷ εἰς Ἰταλίαν, ἐφ’ ᾧ ἐστι κάτω ἡ καλουμένη Χάρυβδις, ἡ δὲ Σκύλλα πάλιν ἐν τῇ Ἰταλίᾳ ἀντικρὺ τοῦ Πελώρου. αὕτη ἡ Σκύλλα ἀκρω‐ τήριόν ἐστιν ἐξέχον εἰς θάλασσαν, ὁμοίωμα καὶ πρόσωπον ἔχον γυναικός. κάτω δὲ τοῦ ἀκρωτηρίου εἰσὶ πέτραι ἄγαν καὶ πολλαὶ καὶ μεγάλαι,
15ἔχουσαι κοίλους τόπους καὶ σπήλαια, ἐν οἷς θαλάσσια θηρία μένουσιν,
ἅτινα τῶν πλοίων ἐκεῖ εἰς τὰς πέτρας ἀκοντιζομένων 〈...〉.294

295

b 〈Χάρυβδιν: ....〉 ὑπὸ τῆς Χαρύβδεως θάλασσαν εἰσροφεῖσθαι. 〈... ἢ〉 συνέρχονται τῇ θαλάσσῃ καὶ φθείρονται, ἢ ὠθούμεναι εἰς τὴν θάλασσαν καὶ αὗται ἔρχονται εἰς τὰς πέτρας κάτω τῆς Σκύλλης οὔσας ὑφάλους καὶ συγκλῶνται οὕτως· εἶτα ἐξιόντες θαλάσσιοι κύνες καὶ ἕτερα
5διάφορα θηρία ἐσθίουσι τοὺς ἐν ταῖς ναυσὶν ἄνδρας. δοκεῖ δὲ ἡ Σκύλλα καὶ λέγεται παρὰ τοῖς ποιηταῖς ἔχειν κύνας ἐξέχοντας ἀπὸ τῶν πλευρῶν καὶ τοῦ στήθους καὶ ἀναιρεῖν τοὺς δι’ αὐτῆς πλέοντας, ἐπεὶ κάτωθεν ἐκ τῶν κοίλων μερῶν τῶν πετρῶν, ἐφ’ ὧν μένουσιν, ἄνω ἀνιόντες ὁρῶνται, καὶ ὑπονοοῦνται ὡς ἐξιόντες ἐκ τοῦ στήθους
10αὐτῆς ἔσωθεν καὶ τῶν πλευρῶν. c 〈Χάρυβδιν: ...〉 τὸ δὲ καταιβάσιον τοῦτο ἐν Ταυρομενίῳ ὁ ποιητὴς (μ 101 sqq.) ἐκάλεσεν Χάρυβδιν. d ἔστι 〈δὲ〉 κάτω τοῦ ἀκρωτηρίου τῆς Σικελίας τοῦ λεγομένου Πελώρου, ὃ ἀφορᾷ εἰς τὴν Ἰταλίαν καὶ τὴν Σκύλλαν. L
15e 〈νέεσθαι: λείπει〉 ἐάσῃς. Sm f Σκύλλης Αὐσονίης: τὸ σπήλαιον τῆς Σκύλλης ἐλέγετο εἶναι περὶ τὴν Ἰταλίαν, ὅ ἐστιν ἐν τῷ πορθμῷ. L γ ἣν τέκε Φόρκῳ: Ἀκουσίλαος (2 fg 42 J.) Φόρκυνος καὶ Ἑκάτης τὴν Σκύλλαν λέγει, Ὅμηρος (μ 124) δὲ οὐχ Ἑκάτην ἀλλὰ Κρά‐
20ταιιν. ἀμφοτέροις οὖν Ἀπολλώνιος κατηκολούθησεν. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις (Hesiodi fg 150 Rz.2) Φόρβαντος καὶ Ἑκάτης ἡ Σκύλλα. Στη‐ σίχορος δὲ ἐν τῇ Σκύλλῃ (fg 13 B. III 210) †εἶδός τινος† Λαμίας τὴν Σκύλλαν φησὶ θυγατέρα εἶναι. 834 εἰ μὲν δὴ μαλεροῖο πυρός: περὶ τὸν πορθμὸν ἐν τῇ
25θαλάσσῃ πυρὸς ἀναφυσήματα γίνεται, ὥστε καὶ τὴν θάλασσαν θερμαί‐295

296

νεσθαι, ὥς φησι καὶ Μητρόδωρος ἐν αʹ Περὶ ἱστορίας (184 fg 2 J.) καὶ Θεόφραστος ἐν Ἱστορικοῖς ὑπομνήμασιν (fg 165 Wimmer). καί φησι τὸν βρόμον τὸν ἀπὸ τῶν Αἰόλου νήσων ἀκούεσθαι ἕως ͵α σταδίων· περὶ Ταυρομένιον γοῦν ἀκούεσθαι βροντῇ παραπλήσιον ψόφον.
5839—41a ἀπέρχομαι δέ, ὅπου τὰ ἀπόγεια σχοινία τῆς Ἀργοῦς δέδεται, ὅπως ἑωθινοὶ τῆς ἐπανόδου μνήμην ποιήσωνται, ὅπως αὐτοὺς ἕωθεν ποιήσω ἀποπλεῦσαι ἐκ τῆς γῆς τῶν Τυρσηνῶν. L b ὑπη‐ ῷοι δὲ κατὰ τὸν καιρὸν τῆς ἠοῦς, ἤγουν ἕωθεν· ὄνομα ἀντὶ ἐπιρρή‐ ματος. P
10847—48 ὑπερβολικῶς· οὐδεὶς γὰρ ἀκτίνων βολὴν καταλαβέσθαι δύναται οὔτε τὴν λεγομένην μαρμαρυγήν, ἥτις ἐστὶ λαμπηδόνος συν‐ εχοῦς ὅρμησις. 850 〈Τυρσηνίδα〉 εἴρηκεν τὴν τῆς Κίρκης νῆσον διὰ τὸ πρόσ‐ χωρον αὐτῇ εἶναι. Lm
15852 ὀρεξαμένη: ἐπιλαβομένη. LgP 855 ἐείσατο: ἐφάνη. LgP 856 μηκέτι νῦν ἀκταῖς: μηκέτι καθέζεσθε ἐν ταῖς ἀκταῖς τῆς Αἰαίας νήσου ταῖς οὔσαις πλησίον τῶν Τυρσηνῶν, περιμένοντες καὶ ὑπερτιθέμενοι τὸν πλοῦν ὑμῶν. L
20859—61a πανσυδίῃ κοῦραι: πᾶσαι ὁμοῦ ἀπαντῶσι τὴν ναῦν φυλάξουσαι ἐκ τῶν πετρῶν, αἵτινες καλοῦνται Πλαγκταί. L b ἀντιόωσι δὲ ἀντὶ τοῦ ἔρχονται. P c 〈ῥυσόμεναι:〉 περιφυλάττουσαι καὶ διασῶσαι ὀφείλουσαι. Lm d τὸ δὲ ῥυσέμεναι ἀντὶ τοῦ σώσειν. P
25e κείνη γὰρ ἐναίσιμος: ἐκεῖνος γὰρ ὑμῖν ὁ πλοῦς αἴσιος καὶ καθήκων ἐστὶν ὁ διὰ τῶν Πλαγκτῶν πετρῶν. L f ἐναίσιμος δὲ ἡ καθήκουσα καὶ πρέπουσα. P
862—63 ἀλλὰ σὺ μή τῳ ἐμὸν δ〈είξῃσ: μή τινι τῶν Ἀργο‐296

297

ναυτῶν ἀποδείξῃς με, ἡνίκα με ἴδῃς σὺν ταῖς Νηρεΐσιν ὑπαντήσασάν σοι. L 864 ἀπηλεγέως: ἀναμφιλέκτως. LgP 865—66 ἀίδηλος ἐδύ〈σατο: ἀφανὴς γενομένη κατέδυ εἰς
5τὸ βάθος τῆς θαλάσσης. τὸν δὲ Πηλέα δεινῶς ἡ λύπη ἔπληξεν. L 868a 〈νηπιάχοντος:〉 νηπίου ὄντος καὶ νήπια φρονοῦντος. Lg b νηπιάχειν δὲ τὸ νηπιάζειν. P 871a ἀμβροσίῃ χρίεσκεν: θειοτάτῳ ἐλαίῳ περιέχριε τὸ ἁπαλὸν αὐτοῦ σῶμα. L
10b ἀμβροσίαν δέ φησι τὸ ἀμβρόσιον ἔλαιον. P 872a καί οἱ στυγερὸν χροΐ: καὶ αὐτῷ τὸ μισητὸν γῆρας ἀπὸ τοῦ σώματος ἀποσοβήσοι. L b τὸ δὲ ἀλαλκεῖν τὸ ἐκβάλλειν δηλοῖ. P 874 σπαίροντα διὰ φλογός: ἁλλόμενον καὶ σαλευόμενον
15ἐπὶ τοῦ πυρός. 876 τὸν μὲν ἄρ’ ἁρπάγδην: ἀπὸ τοῦ πυρὸς ἀναρπάξασα ἔρριψεν ἐπὶ τοῦ ἐδάφους κράζοντα. L 879—80a παλίσσυτος: μετὰ δὲ ταῦτα οὐκέτι ἐξ ὑποστροφῆς παρεγένετο πρὸς τὸν Πηλέα· ὅθεν τὰς φρένας αὐτοῦ κατέδησεν ἡ ὀλιγ‐
20ωρία. L b ἀμηχανία δὲ ἡ ἀπορία καὶ λύπη. P 884 τῇς ἔνι δαισάμε〈νοι: ἐν ταύταις δὲ εὐωχηθέντες καὶ δειπνήσαντες ἐκοιμήθησαν τὴν νύκτα ὡς καὶ πρότερον, οἷον ὡς καὶ ἑτέραν νύκτα. L
25886a 〈κατηλυσίῃ:〉 καθόδῳ. Lg b κατηλυσία δὲ ἡ κάθοδος καὶ ἐπέλευσις. P 887—89a βαῖνον ἐπὶ κληῖδ〈ασ: ἀνέβαινον ἐπὶ τὰ σανιδώ‐ ματα τῆς νηὸς καὶ τὰς ἑαυτῶν καθέδρας.
b ἐκ δὲ βυθοῖο εὐναίας: ἐκ δὲ τοῦ βυθοῦ ἀνέφερον ἢ297

298

ἀνεῖλκον τὰ σίδηρα, χαίροντες τῇ ἐλεύσει τοῦ ζεφύρου, καὶ τὰ ἄρμενα δὲ ὡς ἔδει ἐσώρευον καὶ εὐτρέπιζον. 890a τανύσαντες ἐν ἱμά〈ντεσσι:〉 ἁπλώσαντες τοῖς ἱμᾶσι τὸ κέρας καὶ ἀναγαγόντες αὐτὸ σὺν τῷ ἀρμένῳ. L
5b ἱμάντας δὲ τῆς κεραίας λέγει, οἷς τὸ ἱστίον προσδέδεται τῇ κεραίᾳ. P 892 καλὴν Ἀνθεμόεσσαν: ἠκολούθησεν Ἡσιόδῳ οὕτως ὀνο‐ μάζοντι τὴν νῆσον τῶν Σειρήνων (fg 68 Rz.2
‘νῆσον ἐς Ἀνθεμόεσσαν, ἵνα σφίσι δῶκε Κρονίων.‘
10ὀνόματα δὲ αὐτῶν Θελξιόπη ἢ Θελξινόη, Μόλπη, Ἀγλαόφωνος. 897 〈ἀδμῆτ’ ἔτι〉 πορσύνεσκον: ἔτερπον, ἐπιμελείᾳ ἠξίουν καὶ ηὔξανον παρθένον ἔτι οὖσαν καὶ ἄζευκτον. Lm(P) 900—02 〈αἰεὶ δ’ εὐόρμου:〉 ἀεὶ δὲ περιβλεπόμεναι καὶ θεω‐ ροῦσαι ἀπὸ τοῦ ὑψηλοῦ καὶ εὐορμίστου τόπου, πολλῶν παριόντων τὴν
15ἡδεῖαν ἐπάνοδον ἥρπασαν, τῇ τηκεδόνι φθίνειν ποιοῦσαι. Lm(P) 907a 〈ἐυτροχάλοιο:〉 τῆς τροχαλῆς ᾠδῆς τὸ μέλος ἐκί‐ νησεν. Lm b εὐτρόχαλος δὲ ἡ εὐκόλως καὶ ὁμαλῶς καὶ ἐμμελῶς ῥέουσα. P c τὸ δὲ κανάχησε τὸ ᾖσε καὶ ἐκίνησε δηλοῖ. P
20909 κρεγμῷ: τῇ κρούσει, ὑπὸ τοῦ κρούματος. 917 Ἔρυκος μεδέουσα: Ἔρυξ ὄνομα πόλεως, ἔνθα τιμᾶται ἡ Ἀφροδίτη· οἱ δὲ τὴν Σικελίαν. 920 〈ὄπαζον:〉 ἐδίωκον. Sm 921 μιξοδίῃσιν ἁλός: μιξοδίαν καλεῖ τὸν τόπον, καθ’ ὃν ἦν
25ἡ Σκύλλα καὶ ἡ Χάρυβδις, διὰ τὸ ἀντικρὺ εἶναι ἀλλήλων. 923 ἄμοτον: ἀκατάπαυστον. LgP
926 πυριθαλπέος: τῆς ὑπὸ πυρὸς καιομένης. Lm(P)298

299

936 παρβολάδην: παρεμβεβλημένως. Lm(P) 937 ἐπήτριμοι: ἐκ πλαγίων ἢ ὁμοῦ πρὸς ἀλλήλας κατανηχό‐ μεναι ἑκατέρωθεν. 940—42a αὐτίκ’ ἀνασχόμε〈ναι:〉 εὐθέως ἀνελκύσασαι ἐπὶ τῶν
5λευκῶν γονάτων τὰ ἱμάτια [ἄνωθεν] καὶ τοῦ ζωναρίου ἀναρτήσασαι αὐτά, ἐρρωμένως ἄνωθεν τῶν πετρῶν καὶ τῆς τοῦ κύματος κλάσεως ἐκινοῦντο. b 〈ἀγῆς: γράφεται〉 αὐγῆς. Sm 947a ἠρήρειντο: ἐπλησίαζον, ἥδραζον. Lm(P) b 〈κῦμα:〉 γράφεται οἶδμα. Gg
10954 [τὴν δὲ παρηορίην] 〈διηερίην:〉 μετέωρον· ἐβάσταζον γὰρ αὐτὴν αἱ Νηρεΐδες ἄνωθεν τῶν πετρῶν, ἀλλήλαις ὡς σφαῖραν ἀκοντίζουσαι. 957 ὀρθὸς ἐπὶ στελε: στελεῇ τῇ λαβῇ, τυπίδος δὲ τῆς σφύρας· ἐπὶ τοῦ ξύλου ἐπερεισθεὶς τῆς σφύρας. 960 〈βάλλε:〉 ἔκρουσε. Sm
15961 ὅσση δ’ εἰαρινοῦ: ὅσον ἐστὶ διάστημα ἐαρινῆς ἡμέρας καὶ ὥρας· ἀντὶ τοῦ [καὶ] διαστήματος 〈αἶσα καὶ〉 μοῖρα. ἐαρινὴν δὲ εἴρηκεν ἡμέραν τὴν ἰσημερίαν. 965 Θρινακίης λειμῶ〈να: Τίμαιος (fg 1 M. I 193) Θρι‐ νακίαν φησὶ καλεῖσθαι τὴν Σικελίαν, ὅτι τρεῖς ἄκρας ἔχει· οἱ δὲ ἱστο‐
20ρικοὶ Θρίνακόν φασιν ἄρξαι τῆς Σικελίας 〈...〉 Μύλας δὲ χερσόνησον Σικελίας, ἐν ᾗ αἱ τοῦ Ἡλίου βόες ἐνέμοντο. 972a ἀργύρεον χαῖον: χαῖόν ἐστι καμπύλη βακτηρία, ᾗ οἱ ποιμένες χρῶνται· Ἀμερίας δὲ ψιλὴν ἀπέδωκε ῥάβδον. Καλλίμαχος
(fg 125 Schn. = 4 Kapp)·299

300

‘ἔπρεπέ τοι προέχουσα κάρης εὐρεῖα καλύπτρη,
ποιμενικὸν πίλημα· καὶ ἐν χερὶ χαῖον ἔχουσα.‘ καὶ τὸ παρ’ Ἀλκμᾶνι (fg 24 B. III 45) δὲ λεγόμενον ἐρυσίχαιον, τῷ χαίῳ ἐρύοντα καὶ ποιμαίνοντα. πηχύνουσα δὲ ἀντὶ τοῦ τῷ πήχει
5τῆς χειρὸς προσηρτηκυῖα. b 〈χαῖον:〉 καλαύροπα. Sm 973 ὀρειχάλκοιο φα〈εινοῦ: ὀρείχαλκος εἶδος χαλκοῦ, ἀπὸ Ὀρείου τινὸς γενομένου εὑρετοῦ ὠνομασμένος. Ἀριστοτέλης δὲ ἐν Τε‐ λεταῖς (fg 10 Rose Arist. pseudep. 1863, 619) φησι μηδὲ ὑπάρχειν
10τὸ ὄνομα μηδὲ τὸ τούτου εἶδος· τὸν γὰρ ὀρείχαλκον ἔνιοι ὑπολαμβά‐ νουσι λέγεσθαι μέν, μὴ εἶναι δέ. τῶν δὲ εἰκῆ διαδεδομένων καὶ τοῦτο· οἱ γὰρ πολυπραγμονέστεροί φασιν αὐτὸν ὑπάρχειν. μνημονεύει καὶ Στησίχορος (fg 88 B. III 231) καὶ Βακχυλίδης (fg 68 B. III 588 = 51 Blass—Snell), καὶ Ἀριστοφάνης δὲ ὁ γραμματικὸς (fg 79 Nauck) σεση‐
15μείωται τοῦτο. ἄλλοι δὲ ἀνδριαντοποιοῦ λέγουσιν ὄνομα, ὡς Σωκράτης (fg 18 M. IV 500) καὶ Θεόπομπος ἐν κεʹ (115 fg 158 J.). οὕτως ἦν ἐν τῇ Κωμικῇ λέξει τῇ συμμίκτῳ (Didymi fg I 5, 34 a Schmidt 70). 974 καλαύροπα: ἀντὶ τοῦ καλόροπον, ῥάβδον βουκολικήν. Ὅμηρος (Ψ 845)· ‘καλαύροπα βουκόλος ἀνήρ‘.
20982—92a ἔστι δέ τις πορθμοῖο ἕως τοῦ εἰν ἁλὶ νῆσος: τούτων ὁ νοῦς οὗτός ἐστιν· εἰς τὸν Ἰόνιον κόλπον εἰσπλέουσι 〈...〉 νῆσος εὐλίμενος καὶ πεπιασμένη, ὑφ’ ᾗ κεῖσθαι τὸ δρέπανον τοῦ Κρόνου
φασίν, ᾧ τὰ τοῦ πατρὸς αἰδοῖα ἀπέτεμεν. οἱ δέ φασι Δήμητρος εἶναι300

301

τοῦτο, ᾧ τοὺς Τιτᾶνας ἐδίδαξε σταχυοτομεῖν· κατῴκησε γὰρ ἡ θεὸς τότε τὴν νῆσον ἐκείνην, ἀγαπήσασα τὴν Μάκριδα. 〈...〉 ἣν Φαίακες κατῴκουν, ἀπὸ θεῶν ὄντες τὸ γένος. b παροιτέρη: ἔμπροσθεν. LgP
5c ἀμφιλαφής: ἀμφοτέρωθεν πρόσορμον ἔχουσα. d 〈πορθμοῖο παροιτέρη Ἰονίοιο:〉 [καὶ] τὸ Ἰόνιον πέλα‐ γος, διότι τὴν Ἰταλίαν ἀπὸ τῆς Ἠπείρου διορίζει. 〈Κεραυνίη δὲ ἅλς ...〉 κεῖται δὲ ἐν αὐτῇ νῆσος Κέρκυρα· αὕτη πρότερον Σχερία ἐκα‐ λεῖτο. ἀμφιλαφῆ δὲ τὸν λιμένα εἴρηκεν τὸν ἀμφοτέρωθεν πρόσορμον
10ἔχοντα, ὃν Καλλίμαχος (fg 336 Schn.) ἀμφίδυμον εἶπεν. ἱστορικῶς δὲ Ἀπολλώνιος ἀμφιλαφῆ τὸν λιμένα φησὶ πανταχόθεν πρόσορμον ἔχοντα· ἱστορεῖ δὲ περὶ τοῦ λιμένος τῶν Φαιάκων Ἀπολλωνίδης ἐν τῷ Περίπλῳ τῆς Εὐρώπης (M. IV 309). e. τινὲς δὲ τὸ ἀμφιλαφὴς ἀντὶ τοῦ ξυλώδης ἀπέδωκαν· ᾧ οἰκείως ἐπισυνάπτει τὸ πίειρα, δηλονότι
15λιπαρὰ καὶ εὔγειος. P f 〈πίειρα:〉 λιπαρά, εὔγειος. Lg g 〈νῆσος,〉 ᾗ ὕπο δὴ κεῖσθαι δρέπ〈ανον: [ἡ] νῆσος ἡ Κέρκυρα· αὕτη πρότερον Σχερία ἐκαλεῖτο. ἀποδίδωσι δὲ τὴν αἰτίαν Ἀριστοτέλης ἐν τῇ Κερκυραίων πολιτείᾳ (fg 469 Rose 1555a 35)·
20φησὶ γὰρ τὴν Δήμητρα φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐρχόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι Ποσειδῶνος, ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα· ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης
Σχερίαν ὀνομασθῆναι. 〈...〉 διὰ τὸ τὴν Δήμητρα αἰτησαμένην δρέπανον301

302

παρ’ Ἡφαίστου τοὺς Τιτᾶνας διδάξαι θερίζειν, εἶτα αὐτὸ κρύψαι εἰς τὸ παραθαλάσσιον μέρος τῆς νήσου· προσκλυζούσης δὲ τῆς θαλάσσης ἐξομοιωθῆναι τὴν θέσιν τῆς γῆς δρεπάνη. Τίμαιος (fg 54 M. I 203) δέ φησιν, ᾧ ἐξέτεμεν [τοῦ Οὐρανοῦ ἢ] τοῦ Κρόνου τὰ αἰδοῖα ὁ Ζεύς,
5τοῦτο κεκρύφθαι [φασίν]. h. Μάκριν δὲ ἀπὸ Μάκριδος τῆς Διονύσου τροφοῦ, Κέρκυραν δὲ ἀπὸ Κερκύρας τῆς Ἀσωποῦ θυγατρός. P i στάχυν ὄμπνιον· πολύν, δαψιλῆ. Φιλητᾶς ἐν Ἀτάκτοις γλώσσαις (fg 44 Kuchenmueller) ἀπέδωκεν ὄμπνιον στάχυν τὸν εὔχυλον καὶ τρόφιμον. Κυρηναίων δέ τινες τὸν πλούσιον καὶ εὐδαίμονα ὄμπνιον
10καλοῦσιν. ἄμεινον δὲ τὸν φερέσβιον εἰπεῖν, οἱονεὶ ἔμπνοόν τινα ὄντα καὶ ὄμπνιον. k ἐκλήισται: πεφήμισται. Lg(P) l αἵματος Οὐρα〈νίοιο: Ἀκουσίλαος ἐν τῇ γʹ (2 fg 4 J.) φησίν, ὅτι ἐκ τῆς ἐκτομῆς τοῦ Οὐρανοῦ ῥανίδας ἐνεχθῆναι συνέπεσεν,
15τουτέστι σταγόνας, κατὰ τῆς γῆς, ἐξ ὧν γεννηθῆναι τοὺς Φαίακας· οἱ δὲ τοὺς Γίγαντας. καὶ Ἀλκαῖος (fg 206 Lobel = 116 B. III 185) δὲ λέγει τοὺς Φαίακας ἔχειν τὸ γένος ἐκ τῶν σταγόνων τοῦ Οὐρανοῦ, Ὅμηρος (ε 35. η 56 sqq.) δὲ οἰκείους τοὺς Φαίακας τοῖς θεοῖς φησι διὰ τὴν ἀπὸ Ποσειδῶνος γένεσιν.
20993—94 τοὺς Ἀργὼ πολέεσσιν: οἱ Ἀργοναῦται πολλὰ κακο‐ παθήσαντες κατηνέχθησαν ἐκ τοῦ Σικελικοῦ πελάγους. 1000 〈Αἱμονίῃ:〉 τῇ Θεσσαλίᾳ. Lg 1002—03a Κόλχων, οἳ Πόντοιο: τῶν Κόλχων οἱ μετὰ Ἀψύρτου ὄντες κατῴκησαν ἐν ταῖς Βρυγηίσιν, αἵτινές εἰσι τῆς Ἰλλυρίδος,
25οἱ δὲ διὰ τῶν Κυανέων πετρῶν ἐξελθόντες ᾤκησαν Κέρκυραν. τῶν γὰρ διωκόντων τοὺς ἀριστεῖς Κόλχων, οὐ κατὰ ταὐτὸ τὸν πλοῦν στειλαμένων,
οἱ μὲν διὰ τοῦ Ἴστρου, καθάπερ προείρηται (IV 303 sqq.), τὸν πλοῦν302

303

ἐποιήσαντο, ὧν ἦρχεν Ἄψυρτος, διὰ τῶν κάτωθεν ἐμβαλόντες εἰς τὸν δεδη‐ λωμένον ποταμόν, καὶ κατέλαβον τοὺς ἥρωας περὶ τὰς καλουμένας Βρυ‐ γηίδας νήσους· οἱ δὲ διὰ τῶν Κυανέων τὸν ἔκπλουν ποιησάμενοι Κόλχοι κατήντησαν εἰς τὴν Κέρκυραν νῆσον, ἐν ᾗ καὶ οἱ Ἀργοναῦται ἔτυχον ὄντες.
5b μαστῆρες: ζητηταί. Lg(P) 1004 ἔξαιτον: ἐξαίρετον. Lg(P) 1005a 〈ἵεντ’:〉 ἐπροθυμοῦντο. Gg b ἀπροφάτως: χωρὶς προφάσεως, ἀναντιρρήτως. Lg(P) 1006 〈ἀτροπίῃσιν:〉 κακοτροπίαις, ἀμετατρέπτως. Lg
101015—17a εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς: περὶ αὑτῆς ἡ Μήδεια· 〈...〉 καὶ σὺ ἄνθρωπος εἶ, οἷς τὸ ἁμαρτάνειν γίνεται ῥᾳδίως. L b ἐν δὲ τῷ εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς σφόδρα πρὸς συμπάθειαν ἕλκει τὴν Ἀρήτην ἡ Μήδεια. καὶ γὰρ καὶ διὰ τὸ τῆς
15αὐτῆς ἡμᾶς εἶναι φύσεως ἀλλήλους ἐλεεῖν χρή, καὶ διὰ τὸ ὀξυρρεπεῖς εἶναι πρὸς τὰ πάθη. P 1019 Ἠελίοιο: ἐπεὶ πρόγονος τῆς Μηδείας. Lm(P) 1020 ὅρκος παρὰ Κόλχοις ἡ Ἑκάτη καὶ φαρμακίσιν· εὑρέτις γὰρ τοιούτων ἡ θεός.
201024 〈ἔτι μοι μίτρη μένει:〉 ἀντὶ τοῦ· ἔτι παρθένος εἰμί. Lg 1027 τελεσφόρον: τὸν πάντα τελειοποιοῦντα. Lm(P) 1031—35 ἕνεκα τῶν ὑμετέρων ἄθλων ἐγώ, 〈ὦ〉 φέρτατοι, ἐν μεγάλῃ ταραχῇ εἰμι· τῇ γὰρ ἐμῇ γνώμῃ τούς τε ταύρους ἐζεύξατε καὶ τοὺς γηγενεῖς ἐξεθερίσατε καὶ νῦν τὸ δέρος εἰς Θεσσαλίαν ἀποίσετε.
251043a 〈νέμεσίν τε θεῶν:〉 τὴν ἰοῦσαν ἐν ταῖς χερσὶ τῶν θεῶν νέμεσιν, τουτέστι τὸ νεμεσητόν. Lm b τὴν δὲ ἐν ταῖς ἱκεσίαις γινομένην νέμεσιν εἰς χεῖρας θεῶν ἰέναι φησίν, ὅτι ὥσπερ ἐνώπιον τῶν θεῶν ἱστάμενοι ἱκετεύομεν· διὸ καὶ
αἰδούμεθα τοὺς ἱκετεύοντας. P303

304

1045—46a 〈οὐ νηούς:〉 οὐ γὰρ ναός μοί ἐστι βοηθὸς οὔτε πύργος οὔτε ἄλλος οὐδὲ εἷς, ἀλλ’ ὑμεῖς μοι ἀσφάλεια πᾶσα. Lm b 〈οἰόθι προτιβάλλομαι:〉 μόνη οὖσα προσβάλλομαι ὑμᾶς αὐτοὺς βοηθούς. Lg
51047—52a 〈σχέτλιοι:〉 χαλεποὶ καὶ ἀνηλεεῖς, καὶ οὐ μετα‐ τρέπεσθε ὁρῶντές με γονυπετοῦσαν τῇ βασιλείᾳ. Lm(P) b ὁ λόγος· ὅτε τὸ κώδιον λαβεῖν ἠθέλετε, καὶ πᾶσι τοῖς Κόλχοις ἕτοιμοι ἦτε μάχεσθαι, νῦν δὲ ὀλίγους παραγενομένους ἐπὶ τὴν ἀπαί‐ τησιν τὴν ἐμὴν φοβεῖσθε. Lm
101057 〈ἀλιτήμονος:〉 ἡμαρτημένης ἤτοι ἀδίκου. Gg 1058a στρευγομένοις: φθειρομένοις καὶ καταπονουμένοις ἢ καὶ προσδιατρίβουσιν· ὅθεν καὶ στρὰγξ ἡ κατὰ βραχὺ πρόεσις τοῦ ὕδατος. οὕτω Δίδυμος (fg I 5, 34 Schmidt 69). b. ἐντεῦθεν καὶ ἡ στραγ‐ γουρία, ἀπὸ τοῦ κατὰ στράγγα οὐρεῖν. P
151059 κατευκήλησε: κατέπαυσεν, εἰς ἡσυχίαν ἤγαγεν. Lg(P) 1062 κλωστῆρα: τὸν ἄτρακτον. LgP 1064 σταλάει: στάζει· παρ’ ὃ καὶ ὁ σταλαγμός. Lg(P) 1065 〈μυρομένης: γράφεται〉 μνωομένης. Lg 1066 ἰκμαίνοντο: ὑγραίνοντο· ἐκ δὲ τούτου τὸ πολὺ κλαίειν
20δηλοῖ. Lg(P) 1072 προσπτύσσετο: ἐλιπάρει, παρεκάλει. LgP 1080—83a ῥέζομεν ἀμπλακίῃσιν: ἀντὶ τοῦ ἁμαρτίαις. ἐὰν δὲ γράφηται ἀτροπίῃσιν, ἀμετατροπίαις. ὁ δὲ νοῦς· ἁμαρτάνουσα [δὲ] τὸ πρῶτον ἡ Μήδεια προέδωκε τοὺς ἰδίους καὶ 〈...〉 ἐφημάρτησε
25φυγοῦσα, οἷα πολλάκις ποιοῦμεν δι’ ἄνοιαν. b 〈ἀκειομένη:〉 ῥωννυμένη. Lg c ἀκειομένη δὲ ἀντὶ τοῦ θεραπεύουσα καὶ ἰωμένη. P 1090 οἷα μὲν Ἀντιόπ〈ην:〉 Ἀντιόπη Νυκτέως ἦν θυγάτηρ,
ἣν ὁ Ζεὺς Σατύρῳ ὁμοιωθεὶς φθείρει, καὶ φεύγουσα τοῦ Νυκτέως τὰς304

305

ἀπειλὰς καταφεύγει εἰς Σικυῶνα πρὸς Ἐπωπέα. τεκοῦσα δὲ Ἀμφίονα καὶ Ζῆθον ἐξέθηκεν ἐν τῷ Κιθαιρῶνι 〈...〉 βουκόλῳ τινί. ὁ δὲ Νυκτεὺς διὰ τὴν τόλμαν τῆς παιδὸς λυπηθεὶς τελευτᾷ, τοῦ ἀδελφοῦ Λύκου δεη‐ θεὶς μὴ περιιδεῖν τὴν παῖδα, ἀλλ’ ἑλεῖν ἐπελθόντα Σικυῶνι. στρατεύει
5δὲ ἐπὶ τὴν πόλιν Λύκος καὶ κτείνει τὸν Ἐπωπέα, καὶ λαβὼν τὴν Ἀντιόπην αἰχμάλωτον παραδίδωσι φυλάττειν Δίρκῃ τῇ ἑαυτοῦ γαμετῇ. ἡ δὲ φεύγει, καὶ ληφθεῖσα πάλιν τοῖς ἑαυτῆς παισὶν ἐκδίδοται. ἐνταῦθα δὲ ἐκκαλύπτει ὁ τροφεὺς βουκόλος τὸ γεγονός. οἱ δὲ τὴν μὲν Ἀντιόπην σώζουσιν, τὴν δὲ Δίρκην ἐξ ἀγρίου ταύρου προσδήσαντες διαφθείρουσι. μεταπεμψάμενοι
10δὲ τὸν Λύκον, ὡς ἐκδώσοντες τὴν Ἀντιόπην, σφάττειν ἔμελλον· Ἑρμῆς δὲ ἐκώλυσε, τῷ Λύκῳ δὲ ἐκχωρεῖν τῆς βασιλείας προσέταξεν. 1091 οἷα δὲ καὶ Δανάη: Φερεκύδης ἐν τῷ [ι] βʹ (3 fg 10 J.) ἱστορεῖ, ὡς Ἀκρίσιος γαμεῖ Εὐρυδίκην τὴν Λακεδαίμονος· τῶν δὲ γίνεται Δανάη. χρωμένῳ δὲ αὐτῷ περὶ ἄρσενος παιδὸς ἔχρησεν ὁ θεὸς ἐν
15Πυθοῖ, ὅτι αὐτῷ μὲν οὐκ ἔσται παῖς ἄρσην, ἐκ δὲ τῆς θυγατρός, πρὸς οὗ αὐτὸν ἀπολέεσθαι. ὁ δὲ ἀναχωρήσας εἰς Ἄργος θάλαμον ποιεῖ χαλκοῦν ἐν τῇ αὐλῇ τῆς οἰκίας κατὰ γῆς, ἔνθα τὴν Δανάην εἰσάγει μετὰ τροφοῦ· ἐν ᾧ αὐτὴν ἐφύλασσεν, ὅπως ἐξ αὐτῆς παῖς μὴ γένηται. ἐρασθεὶς δὲ Ζεὺς τῆς παιδός, ἐκ τοῦ ὀρόφου χρυσῷ παραπλήσιος ῥεῖ,
20ἡ δὲ ὑποδέχεται τῷ κόλπῳ· καὶ ἐκφήνας αὑτὸν ὁ Ζεὺς τῇ παιδὶ μί‐ γνυται. τῶν δὲ γίνεται Περσεύς, καὶ ἐκτρέφει αὐτὸν ἡ Δανάη καὶ ἡ τροφὸς κρύπτουσαι Ἀκρίσιον. ὅτε δὲ Περσεὺς τριέτης καὶ τετραέτης ἐγένετο, ἤκουσεν αὐτοῦ τῆς φωνῆς παίζοντος, καὶ διὰ τῶν θερα‐ πόντων μετακαλεσάμενος τὴν Δανάην σὺν τῇ τροφῷ, τὴν μὲν ἀναιρεῖ,
25Δανάη δὲ καταφεύγει σὺν τῷ παιδὶ ἐπὶ τὸν [ὑπὸ τὸ] Ἑρκείου Διὸς305

306

βωμόν. μόνος δὲ αὐτὴν ἐρωτᾷ, πόθεν εἴη αὐτῇ γεγονὼς ὁ παῖς· ἡ δὲ ἔφη· ἐκ Διός. ὁ δὲ οὐ πείθεται, ἀλλ’ εἰς λάρνακα ἐμβιβάζει αὐτὴν μετὰ τοῦ παιδός, καὶ κλείσας καταποντοῖ. καὶ φερόμενοι ἀφικνοῦνται εἰς Σέριφον τὴν νῆσον, καὶ αὐτοὺς ἐξέλκει Δίκτυς ὁ Περισθένους, δικτύῳ
5ἁλιεύων. εἶτα ἡ Δανάη ἀνοῖξαι ἱκετεύει τὴν λάρνακα, ὁ δὲ ἀνοίξας καὶ μαθὼν οἵτινές εἰσιν, ἄγει εἰς τὸν οἶκον καὶ τρέφει, ὡς ἂν συγγενεῖς αὐτοῦ ὄντας· ἦσαν γὰρ ὁ Δίκτυς καὶ ὁ Πολυδέκτης Ἀνδροθόης τῆς Κάστορος καὶ Περισθένους τοῦ Δαμάστορος τοῦ Ναυπλίου τοῦ Ποσει‐ δῶνος καὶ Ἀμυμώνης, ὡς Φερεκύδης ἐν αʹ (3 fg 4 J.).
10ἐν δὲ τοῖς ἑξῆς (3 fg 12 J.) καὶ περὶ τοῦ θανάτου φησὶν Ἀκρι‐ σίου, ὅτι μετὰ τὴν ἀπολίθωσιν Πολυδέκτου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς κεφαλῆς τῆς Γοργόνος [ἐν Σερίφῳ] Δίκτυν μὲν Περσεὺς ἀπολείπει ἐν τῇ Σερίφῳ βασιλεύειν τῶν λελειμμένων Σεριφίων, αὐτὸς δὲ ἔβη πλέων εἰς Ἄργος σὺν τοῖς Κύκλωψι καὶ τῇ Δανάῃ καὶ τῇ Ἀνδρομέδᾳ· καὶ
15ἐλθὼν Ἀκρίσιον οὐχ εὑρίσκει ἐν Ἄργει, ὑπεχώρει γὰρ αὐτὸν δείσας εἰς τοὺς Πελασγοὺς εἰς Λάρισσαν. μὴ καταλαβὼν δὲ αὐτόν, τὴν μὲν Δανάην καταλείπει παρὰ τῇ μητρὶ Εὐρυδίκῃ καὶ τὴν Ἀνδρομέδαν καὶ τοὺς Κύ‐ κλωπας, αὐτὸς δὲ ἔβη εἰς Λάρισσαν, καὶ ἀφικόμενος Ἀκρίσιον ἀναγνω‐ ρίζει καὶ σὺν αὐτῷ ἕπεσθαι εἰς Ἄργος πείθει. καὶ ὅτε δὴ ἔμελλον ἰέναι,
20συντυγχάνουσιν ἀγῶνι νέων ἐν τῇ Λαρίσσῃ, καὶ ὁ Περσεὺς ἀποδύεται εἰς τὸν ἀγῶνα καὶ λαβὼν τὸν δίσκον δισκεύει· τό〈τε〉 δὲ πένταθλον οὐκ ἦν, ἀλλὰ ἕνα ἕκαστον τῶν ἄθλων ἤθλουν. ὁ δὲ δίσκος τροχαλισθεὶς ἐπὶ τὸν πόδα τοῦ Ἀκρισίου τιτρώσκει αὐτόν. καμὼν δὲ ἐκ τούτου Ἀκρίσιος ἀποθνήσκει αὐτοῦ ἐν Λαρίσσῃ· καὶ αὐτὸν κατατίθεται Περσεὺς καὶ οἱ
25Λαρισσαῖοι πρόσθεν τῆς πόλεως, καὶ αὐτοῦ ποιοῦσιν ἡρῷον οἱ ἐπιχώριοι. Περσεὺς δὲ ἀναχωρεῖ τοῦ Ἄργους. 1093—95a ὑβριστὴς Ἔχετος: τοῦ Ἐχέτου Ὅμηρος ὡς
ὠμοτάτου μέμνηται, ἡ δὲ Ἀρήτη ὡς κατ’ αὐτὴν τοῦ πράγματος γεγε‐306

307

νημένου· λέγει γάρ νέον γε μὲν οὐδ’ ἀποτηλοῦ. εὕρομεν δὲ τὸν μῦθον ἐν τῷ ἐπιγραφομένῳ Λυσίππου Ἠπειρώτου Ἀσεβῶν καταλόγῳ. b ὀρφναίῃ ἐνὶ χαλκόν: τὸ ἑξῆς· ἐν ὀρφναίῃ καλιῇ. c τὸ δὲ χαλκὸν ἀλιτρεύοντα γράφεται καὶ χαλκὸν ἀλι‐
5τεύοντα. P 1100 ἀλλὰ δέδοικα τὸ δίκαιον παραβῆναι. Lm(P) 1108 〈γενέθλην:〉 ἔμβρυον. Sm 1115 〈ἐπιφροσύνῃσιν: γράφεται〉 ἐφημοσύνῃσιν. Lg 1125 Ὑλλικῷ: ἀπὸ τοῦ Ὕλλου τοῦ ἐκ Μελίτης καὶ Ἡρακλέους. Lm(P)
101131 ἄντρῳ ἐν ἠγαθέῳ: ἐν τῷ μεγάλῳ καὶ θείῳ, ἐν ᾧ Μάκρις κατῴκει. ἐν τούτῳ τῷ ἄντρῳ τὸν Διόνυσον ἔθρεψεν [ὃ κα‐ λεῖται Διθυρίτης]. διὰ τοῦτο Διθύραμβος ὁ Διόνυσος ἐκλήθη, διὰ τὸ δύο θύρας ἔχειν τὸ ἄντρον. Lm(P) 1136—38 καί ἑ χολωσαμέ〈νη: ἡ Ἥρα τὴν Μάκριν τῆς
15Εὐβοίας ἐξέβαλε διὰ τὸ δέξασθαι παρὰ τοῦ Ἑρμοῦ τὸν Διόνυσον καὶ θρέψαι. ἡ δὲ Εὔβοια ἱερά ἐστι τῇ Ἥρᾳ. 1141 ἔνθα τότ’ ἐστόρε〈σαν: ἐν τῷ ἄντρῳ 〈τῷ〉 Μάκρι‐ δός φησι τὸν γάμον γεγενῆσθαι Μηδείας καὶ Ἰάσονος, Φιλητᾶς δὲ ἐν Τηλέφῳ (fg 9 Kuchenmueller) ἐν τῇ Ἀλκινόου οἰκίᾳ.
201144 〈ἀμεργόμεναι:〉 σωρεύσασαι. Gg 1146—48 ἴσχε δ’ ἑκάστην αἰδώς: διὰ τούτων τὰς νύμφας φησίν, ἐπιθυμούσας ἅψασθαι τοῦ μαλλοῦ διὰ τὸ κάλλος, ὅμως αἰδου‐ μένας ἀπέχεσθαι διὰ τὸ ἐπ’ αὐτοῦ μέλλειν γίνεσθαι τὴν μῖξιν. περὶ δὲ τοῦ δέρους ὅτι ἦν χρυσοῦν οἱ πλεῖστοι ἱστοροῦσιν, Ἀκουσίλαος δὲ ἐν τῷ
25Περὶ γενεαλογιῶν (2 fg 37 J.) πορφυρευθῆναί φησιν ἀπὸ τῆς θαλάσσης.307

308

1149—50 αἱ μέν τ’ Αἰγαίου: Αἰγαῖος ποταμὸς περὶ Κέρ‐ κυραν· τούτου θυγάτηρ Μελίτη, ἧς καὶ Ἡρακλέους Ὕλλος, ἀφ’ οὗ ἔθνος Ἰλλυριῶν καὶ Ὑλλικὸς λιμὴν (1125) παρὰ Φαίαξι. Πανύασις (fg 17 Kink.) δέ φησιν ἐν Λυδίᾳ τὸν Ἡρακλέα νοσήσαντα τυχεῖν ἰάσεως ὑπὸ
5Ὕλλου τοῦ ποταμοῦ, ὅς ἐστι τῆς Λυδίας· διὸ καὶ τοὺς δύο υἱοὺς αὐτοῦ Ὕλλους ὀνομασθῆναι. Μελιτήιον δὲ ὄρος Κερκύρας. 1153—54 κεῖνο: τὸ Μάκριδος, ὃ νῦν ἱερὸν Μηδείας καλεῖται. Τιμαίου (fg 8 M. I 195) λέγοντος ἐν Κερκύρᾳ τοὺς γάμους ἀχθῆναι, Διονύσιος ὁ Μιλήσιος ἐν βʹ τῶν Ἀργοναυτῶν (32 fg 3 J.) ἐν Βυζαντίῳ
10φησίν, Ἀντίμαχος δὲ ἐν Λύδῃ (fg 11 B. II 291) ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναι. 1160 προμολὰς εἴρηκε τοὺς ἐκτὸς τοῦ ἄντρου τόπους. LmP 1167 παρμέμβλωκε: πάρεστι. LgP 1170a 〈φαέεσσιν:〉 ἀντὶ τοῦ φωτισμοῖς, φύσει γὰρ ὄντα σκο‐
15τεινὸν τὸν ἀέρα τοῖς φωτισμοῖς ἐλάμπρυνεν. Lm b γράφεται φαρέεσσιν. F 1174—75a ἀνὰ πτόλιν: ἡ τῶν Κερκυραίων ἐπὶ χερσονήσου κεῖται. φησὶν οὖν ἱστορικῶς, ὅτι μακρὰν ἀπὸ τῆς πόλεως ἐπὶ τοῦ αἰγια‐ λοῦ τῆς χερσονήσου ἦσαν· ἐν ᾗ ἐστιν ἡ πόλις, ὡς Ἀπολλωνίδης ἐν τῷ
20Περίπλῳ τῆς Εὐρώπης (M. IV 309). Lm(P) b χερνήσοιο: τὴν χερσόνησον χέρνησον εἴρηκεν ὡς ἐν τῷ αʹ (925). τὴν δὲ ἀντικρύ, τῆς Κερκύρας χερσόνησον εἴρηκε Μακριδίην, ἴσως διὰ τὸ ᾠκηκέναι ἐκεῖ τοὺς Εὐβοεῖς, ἡ δὲ Εὔβοια Μάκρις ἐκαλεῖτο τὸ πρότερον. ταύτην οἱ κατοικοῦντες μετὰ Ἰλίου ἅλωσιν 〈...〉 οἱ μὲν
25Ἄβαντες 〈...〉 ‘Ἀμαντίνην ᾤκισαν‘ (Call. fg 259 Schn.).308

309

1187 ἄλλοι δ’ ἀμφιφο〈ρῆασ: Θεόπομπος (115 fg 405 J.) ἀμφιφορεῖς λέγεσθαί φησι τοὺς ὑπ’ ἐνίων μετρητάς, Λυσανίας δέ φησι τὸν ἀμφιφορέα ὑπὸ Ἀθηναίων ἀμφορέα καλεῖσθαι. 1188a 〈θυέων:〉 θυμιαμάτων. Gg
5b λιγνύς: ἡ καπνώδης ἀναφορά· ἢ τὸ τοῦ φωτὸς ἄκρον, ὃ καὶ ἄμεινον. 1191 ἀγλαΐην: κόσμια. Lg(P) 1193 εἴδεα καὶ μορφάς: τὸ μὲν εἶδος κυρίως ἐπὶ προσώπου τέταχεν ὁ Ἀπολλώνιος, μορφὴ δὲ τὸ σχῆμα (Eur. Bacch. 4)·
10
‘μορφὴν δ’ ἀμείψας ἐκ θεοῦ βροτησίαν.‘ 1194 ἐυκρέκτου: εὐήχου. Lg(P) 1202 〈ἐκλήιστο:〉 ἐφημίζετο, ᾔδετο. Lg 1210 συνήμονας: συνήθεις, ἑταίρους, παρὰ τὸ συνῆσθαι. Lg(P) 1212—14a εἰσότε Βακχιάδαι: Βάκχις ἐγένετο υἱὸς Διονύσου,
15ἐν Κορίνθῳ δὲ διέτριβεν. ἦσαν δὲ εὐγενέστατοι οἱ ἀπ’ αὐτοῦ τὸ γένος309

310

ἔχοντες, οἵτινες ἐξεβλήθησαν ἐκ Κορίνθου διὰ τὸν Ἀκταίωνος θάνατον. ἡ δὲ αἰτία ἐστὶν ἥδε. Μέλισσος εὐεργετήσας τοὺς Κορινθίους—μέλ‐ λοντας γὰρ ὑπὸ Φείδωνος τοῦ τῶν Ἀργείων βασιλέως διαφθαρῆναι ἐρρύσατο—τιμῆς ἠξιώθη παρ’ αὐτοῖς. 〈...〉 καί ποτε οἱ Βακχιάδαι
5νυκτὸς ἐπελθόντες τῇ οἰκίᾳ τοῦ Ἀκταίωνος ἐβούλοντο ἀποσπᾶν τὸν παῖδα· τῶν δὲ γονέων ἀντεχόντων συνέβη διασπασθῆναι τὸν Ἀκταίωνα. μελλόντων δὲ τῶν Ἰσθμίων ἄγεσθαι, στὰς ἐπὶ τοῦ βωμοῦ ὁ Μέλισσος πολλὰ τοῖς Κορινθίοις κατηράσατο, ἐὰν μὴ τὸν τοῦ παιδὸς ἐκδικήσωσι θάνατον· ταῦτα εἰπὼν εἰς τὸν ὑποκείμενον κρημνὸν ἑαυτὸν ἔβαλεν.
10οἱ δὲ Κορίνθιοι, εὐλαβούμενοι ἀνεκδίκητον καταλιπεῖν τὸν τοῦ Ἀκταίωνος θάνατον, ἅμα μὲν καὶ τοῦ θείου κελεύοντος, ἐξέβαλον τοὺς Βακχιάδας. Χερσικράτης δέ, εἷς τῶν Βακχιαδῶν, ἔκτισε Κέρκυραν, ἐκβαλὼν τοὺς ἐνοικοῦντας Κόλχους· ἐκβληθέντες δὲ εἰς Ἤπειρον παρεγένοντο. b Ἐφύρηθεν: Ἐφύρα ἡ Κόρινθος, ἀπὸ Ἐφύρας τῆς Ἐπι‐
15μηθέως θυγατρός· Εὔμηλος (fg 1 Kink. 187) δὲ ἀπὸ Ἐφύρας τῆς Ὠκεανοῦ καὶ Τηθύος, γυναικὸς δὲ γενομένης Ἐπιμηθέως. 1215 Νεσταίους τε: τοὺς Νεσταίους Σκύλαξ (Peripli maris interni fg 4 M. geogr. gr. min. I, XXXV) φησὶν ἔθνος Ἰλλυρικόν· ἀπὸ τούτων παράπλους ἐστὶν εἰς τὸν κόλπον 〈...〉. καὶ Ἐρατοσθένης
20ἐν γʹ Γεωγραφουμένων φησί (fg III B 112 Berger)· ‘μετὰ Ἰλλυριοὺς Νεσταῖοι, καθ’ οὓς νῆσος Φάρος Παρίων ἄποικοσ‘.
1216 ἀλλὰ τὰ μὲν στείχ〈οντοσ: ἀντὶ τοῦ μετὰ πολὺν310

311

χρόνον. Τίμαιος δέ φησι μετὰ ἔτη ἑξακόσια τῶν Τρωικῶν Χερσικράτη ἀπόγονον τῶν Βακχιαδῶν κατῳκηκέναι τὴν νῆσον (fg 53 M. I203)· ‘Κόλχοι δὲ διαβάντες εἰς τὴν πλησίον νῆσον καὶ μετὰ ταῦτα εἰς τὰ Κεραύνια ὄρη ὁρμήσαντες, εἴς τε τοὺς Ἄβαντας καὶ Νεσταίους καὶ Ὠρικὸν ἀπῳ‐
5κίσθησαν· ἔστι δὲ ὁ τὴν ἀποικίαν ἀγαγὼν τῶν Βακχιαδῶν Χερσικράτης, ἀποστερούμενος τῶν τιμῶν ὑπὸ Κορινθίων.‘ 1217—19a Μοιράων δέ τε κεῖσε: Τιμῶναξ ἐν αʹ τῶν Σκυ‐ θικῶν (fg 2 M. IV 522) ἐν Κόλχοις φησὶν Ἰάσονα Μήδειαν γῆμαι Αἰήτου αὐτῷ ἐγγυήσαντος. ὁ δὲ αὐτός φησι· ‘δείκνυνται δὲ παρὰ τὸν
10παράπλουν ἔνδον τοῦ Πόντου κῆποί τινες Ἰασόνιοι καλούμενοι, καθ’ ὧν τὰς ἀποβάσεις αὐτὸν ποιήσασθαι, καὶ κατὰ τὴν Αἶαν γυμνάσια καὶ δίσκοι, καὶ τῆς Μηδείας θάλαμος, καθ’ ὃν ἐνυμφεύθη ποτέ, καὶ πρὸς τῇ πόλει ἱερὸν ἱδρυμένον 〈ὑπ’〉 Ἰάσονος καὶ πρὸς τούτοις ἱερὰ πολλά‘. b 〈θύη ἐπέτεια:〉 Τίμαιος (fg 7 M. I 194) περὶ τῆς θυσίας
15ἱστορεῖ, ἔτι καὶ νῦν λέγων ἄγεσθαι κατ’ ἐνιαυτόν, Μηδείας πρῶτον θυσάσης ἐν τῷ Ἀπόλλωνος ἱερῷ· καὶ βωμοὺς δέ φησι μνημεῖα τῶν γάμων ἱδρύσασθαι σύνεγγυς μὲν τῆς θαλάσσης, οὐ μακρὰν δὲ τῆς πόλεως· ὀνομάζουσι δὲ τὸν μὲν Νυμφῶν, τὸν δὲ Νηρεΐδων. ὅ γε μὴν Ἀπολλώνιος τὸν μέν φησι Νυμφῶν εἶναι τῶν βωμῶν, τὸν δὲ τῶν Μοιρῶν.
20c 〈θύη:〉 θυμιάματα. Gm d ἐπέτεια: ἐνιαυσιαῖα. Lg(P) e Νομίοιο: διὰ τὸ κατὰ νόμον γενέσθαι τὴν κρίσιν τοῦ Ἀλκι‐ νόου, διὰ τοῦτο Νομίου Ἀπόλλωνος ἱερὸν ἱδρύσασθαι τὴν Μήδειαν. 1226 〈αἴσιμον:〉 μεμοιραμένον. gg
251235 〈Σύρτιν:〉 δύο εἰσὶν ἐν τῇ Λιβύῃ Σύρτεις. εἰσὶ δὲ πηλώ‐ δεις, γίνονται δὲ ἀμπώτεις εἰς αὐτὰς ὡς καὶ ἐν τῷ ὠκεανῷ. εἰσὶ 〈δὲ〉
τόποι, ὅπου κατασύρονται οἱ πλέοντες καὶ ἀπόλλυνται.311

312

1237a τέναγος: πηλώδης τόπος. LgP b μνιόεντα: σύμφυτα. LgP 1238 κωφή: ἀκίνητος, διὰ τὸ πηλώδη εἶναι. 1239 ἠερίη: πᾶν τὸ πολὺ καὶ δαψιλὲς ἠερόεν λέγομεν. LmP
51243a 〈ἐνέωσε:〉 ὤθησεν. Lg b τάχιστα: γράφεται ἄγεσθαι. F 1247 ἀρδμόν: ποτισμόν. LGg(P) 1248 πάτον: περίπατον. Lg(P) 1258 διωλυγίης: σκοτεινῆς. ἢ διωλυγίης ἀντὶ τοῦ ἐπι‐
10πολὺ διηκούσης. Lm(P) 1260 ἰθυντήρ: κυβερνήτης. LgP 1264 τεναγώδεα: πηλώδη. τέναγος δέ ἐστι κυρίως γῆ ἐπι‐ πόλαιον ὕδωρ ἔχουσα, ἢ πηλῶδες ὕδωρ. 1270 〈ἅλμη:〉 πλημμυρίς. Sm
151271 〈ὅσσον:〉 ὀλίγον. Sg 1279 παχνώθ〈η: ἀντὶ τοῦ ἐπάγη, ἐλυπήθη· ὁ τρόπος εἴληπται ἀπὸ τῆς πάχνης. 1284 ἢ ὅτ’ ἂν αὐτόματα ξόανα ῥ〈έῃ: ὅταν μέλλῃ τι συμβαίνειν χαλεπόν, εἴωθεν τὰ ἀγάλματα ἱδροῦν, ὥσπερ καὶ ἐν Θήβαις,
20ὅτε συνίστατο ὁ περὶ Χαιρώνειαν πόλεμος Φιλίππῳ πρὸς Θηβαίους. 1285 καὶ μυκαὶ σηκοῖς: καὶ ἦχοι ἐν τοῖς ναοῖς φαντασίαν ποιήσωσι καὶ δόκησιν· ἢ ὅταν μυκήσεις δοκῶσι γίνεσθαι περὶ τὰ ἀγάλ‐ ματα. 1295 〈ἄκμηνοι:〉 ἄφαγοι. καὶ Νίκανδρος (Ther. 116)· ‘ἄκμηνοι
25σίτων‘. Sm 1297 τὸ ἑξῆς· παρ’ Αἰήταο θυγατρὶ ἐστενάχοντο. 1299a χηραμοῦ: καταδύσεως. Lg(P)
b ἀπτῆνες: οἱ μὴ ἵπτασθαι δυνάμενοι.312

313

1300 Πακτωλὸς ποταμὸς Λυδίας, ὁ νῦν Χρυσορρόας λεγόμενος. 1304 ἰήλεμον: ἀντὶ τοῦ θρῆνον· εἴρηται ἀπὸ Ἰαλέμου τοῦ Μούσης παιδός. 1305 ἐλίασθεν: ἀντὶ τοῦ ἀπέθανον. LgP
51306 〈δαῆναι:〉 γνωσθῆναι. Gg 1309a ἡρῷσσαι: προπερισπωμένως Ἡρωδιανὸς ἐν τῷ ιαʹ (I 270, 31 L.) φησίν, ἐκ συναλοιφῆς τοῦ ἡρώισσαι—τοῦ ἥρως δὲ τὸ θηλυκὸν γίνεται ἡρώισσα—· [ἢ] ἀντὶ τοῦ ἡρωῖναι. τιμήοροι δὲ αἱ ἔφοροι τῆς Λιβύης ἢ αἱ ἐν Λιβύῃ τιμώμεναι [ἡρωῖναι].
10b τιμήοροι: ἔκδικοι. LgGgSmP 1310 ἦμος ὅτ’ ἐκ πα〈τρόσ: πρῶτος Στησίχορος (fg 62 B. III 226) ἔφη σὺν ὅπλοις ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναπηδῆσαι τὴν Ἀθηνᾶν. 1311 Τρίτων ποταμὸς Λιβύης, ἔστι δὲ καὶ Βοιωτίας. δοκεῖ
15δὲ ἡ Ἀθηνᾶ παρ’ ἑτέρῳ αὐτῶν γεγενῆσθαι, ἀφ’ οὗ καὶ Τριτογένεια λέγεται. οὕτω τινές, οἱ δέ· ἡ τὸ τρεῖν, ὅ ἐστι φοβεῖσθαι, τοῖς δι’ ἐναν‐ τίας ἐμποιοῦσα. 1312 θέρον: ἐθέρμαινον, ἔκαιον. LgP 1314 πέπλον: κυρίως τὸν γυναικεῖον. Lg(P)
201315 παλιμπετές: παλιγκλινὲς εἰς τοὐπίσω. LgGg(P) 1317 ἀτυζόμενον: ἀτύζω· παρὰ τὴν ἄτην γίνεται ῥῆμα ἀτῶ, οὗ παραγωγὸν ἀτύω, ὡς ὀλῶ ὀλύω καὶ ὀλλύω, περισσεύσαντος δὲ τοῦ ζ ἀτύζω, ὡς καὶ παρὰ τὸ ἀτίω ἀτίζω.
1318 ἀμηχανίῃ: ἀπορίᾳ. Lg(P)313

314

1322 οἰοπόλοι: περὶ τὰς ὄις πολοῦσαι, εἰσὶ δὲ αἱ Ἐπιμηλίδες. χθονίας δὲ εἶπεν αὐτὰς διὰ τὸ θυγατέρας εἶναι τῆς Λιβύης. ἢ χθό‐ νιαι γηγενεῖς, αὐδήεσσαι δὲ αἱ εἰς λόγον ἀνθρώποις ἐρχόμεναι. περὶ δὲ τῶν Νυμφῶν μέμνηται Καλλίμαχος οὕτω λέγων (fg 126
5Schn.)·
‘δέσποιναι Λιβύης ἡρωίδες, αἳ Νασαμώνων
αὖλιν καὶ δολιχὰς θῖνας ἐπιβλέπετε,
μητέρα μοι ζώουσαν ὀφέλλετε.‘ 1327—28 σφετέρῃ: ἔδει εἰπεῖν ὑμετέρᾳ. λέγει δὲ τῇ νηί· φέρει
10γὰρ αὐτοὺς ἐν τῷ κύτει ὡς ἐν γαστρὶ μήτηρ. 1329 Ἀχαιίδα: Ἀχαιίδα λέγει ἢ τὴν Θεσσαλίαν ἢ τὴν Ἑλλάδα. βέλτιον δὲ τὴν Θεσσαλίαν· οἱ γὰρ οἰκοῦντες Ἀχαιοὶ λέγονται. Ὅμηρος (Β 681)·
‘νῦν αὖ τούς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,‘
15εἶτα (684)·
‘Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.‘ L 1333 ἵλατ’ ἐρημονόμοι: ἱλάσθητε αἱ νεμόμεναι ἐν τῇ ἐρήμῳ. 1339 ὠρύεται: ἀντὶ τοῦ βοᾷ· ἔστι δὲ τῆς τῶν λεόντων φωνῆς. 1342 βουπελάται: οἱ βουκόλοι. εἴρηται ἤτοι τοῦ π περισσεύ‐
20οντος—βουελάται γάρ εἰσιν—ἢ παρὰ τὸ πέλας τῶν βοῶν εἶναι, ὃ καὶ βέλτιον. 1348 στέρφεσι: τοῖς δέρμασιν· ἔνθεν καὶ στερφῶσαι. Ἴβυκος
(fg 59 B. III 252) δὲ στερφωτῆρα στρατὸν εἴρηκε τὸν ἔχοντα δέρματα.314

315

ὅθεν καὶ παρ’ Αἰσχύλῳ (fg 370 N.2) ἀξιοῦσι γράφειν ‘μελανστέρφων γένοσ‘, οὐχ, ὥς τινες, ‘μελανστέρνων‘· οὐ γὰρ μόνα τὰ στέρνα μέλανα ἔχουσιν, ἀλλὰ καὶ ὅλον τὸ σῶμα. ὅθεν καὶ τὸ κεράμιον στέρφος λέ‐ γεται.
51366 ἀμφιλαφής: ἀντὶ τοῦ ποικίλος ἢ μέγας ἢ ἀμφοτέρωθεν θριξὶ στεγαζόμενος. 1367 νήχυτον: τὴν πολύχυτον. Lg (P) 1380 ἐπήβολος: ἐπιβάλλουσα, ἐπιτυχής. 1381—82 Μουσάων ὅδε μῦθος: καθὸ πέπλασται, φησίν·
10Μουσῶν ὅδε μῦθος, ἐγὼ δ’ ὑπηρέτης τῶν Μουσῶν. ἐμπέπνευσται γὰρ πρὸς αὐτῶν, ὥστε διηγήσασθαι. 1384 θῖνας 〈ἐρήμουσ: σωροὺς τῆς ἄμμου. Lm (P) 1396—99a ᾧ ἔνι Λάδων: Πείσανδρος (16 fg 8 J.) τὸν δρά‐ κοντα ὑπείληφεν ἀπὸ τῆς Γῆς γεγενῆσθαι, Ἡσίοδος 〈...〉 δὲ ἐκ Τυ‐
15φῶνός φησιν. Ἀγροίτας δὲ ἐν γʹ Λιβυκῶν (fg 3 M. IV 295) φησι μὴ μῆλα, ἀλλὰ πρόβατα κάλλιστα, ἃ χρυσᾶ ὠνομάσθη· ἔχειν δὲ ταῦτα ποι‐ μένα ἄγριον, ὃν διὰ τὸ ἀνήμερον δράκοντα ὠνομάσθαι. b Φερεκύδης ἐν βʹ (3 fg 16a J.) τῆς Ἥρας γαμουμένης φησὶ τὴν Γῆν ἀναδοῦναι μηλέας χρυσοῦν καρπὸν φερούσας, καὶ ὅτι αἱ
20Νύμφαι αἱ Διὸς καὶ Θέμιδος, οἰκοῦσαι ἐν σπηλαίῳ περὶ τὸν Ἠριδανόν, ὑπέθεντο Ἡρακλεῖ ἀποροῦντι, μαθεῖν παρὰ Νηρέως, ποῦ ἕλῃ τὰ χρύσεα μῆλα· καὶ λαβὼν αὐτὸν βίᾳ, πρῶτον μὲν μεταμορφούμενον εἰς ὕδωρ καὶ πῦρ, εἶτα εἰς τὴν παλαιὰν ὄψιν καταστάντα καὶ δηλώσαντα, ἀφίησιν. ὁ δὲ ἔρχεται οὕτως ἐπὶ τὰ χρυσᾶ μῆλα. 〈...〉 ἀφικόμενος δὲ εἰς
25Ταρτησσὸν πορεύεται εἰς Λιβύην, ἔνθα ἀναιρεῖ Ἀνταῖον τὸν Ποσειδῶνος,315

316

ὑβριστὴν ὄντα. εἶτα ἀφικνεῖται ἐπὶ τὸν Νεῖλον εἰς Μέμφιν παρὰ Βού‐ σιριν τὸν Ποσειδῶνος, ὃν κτείνει καὶ τὸν παῖδα αὐτοῦ Ἰφιδάμαντα καὶ τὸν κήρυκα Χάλβην καὶ τοὺς ὀπάονας πρὸς τῷ βωμῷ τοῦ Διός, ἔνθα ἐξενοκτόνει. ἀφικόμενος δὲ εἰς Θήβας ἤιε διὰ τῶν ὀρῶν εἰς τὴν ἔξω
5Λιβύην, ἧς ἐν τοῖς ἐρήμοις πολλὰ τῶν θηρίων τοξεύων ἀναιρεῖ. καθάρας δὲ τὴν Λιβύην κατέβη ἐπὶ τὴν θάλασσαν τὴν ἔξω κειμένην, καὶ λαβὼν χρυσοῦν δέπας παρὰ Ἡλίου διαβαίνει ἐν αὐτῷ εἰς πέρην, [διά τε τῆς γῆς καὶ τῆς θαλάσσης καὶ] διὰ τοῦ ὠκεανοῦ πλέων. ἐξελθὼν δὲ παρὰ Προμηθέα καὶ ὀφθεὶς ὑπ’ αὐτοῦ, οἰκτείρει ἱκετεύοντα καὶ κτείνει τὸν
10ἀετόν, ὃς αὐτοῦ τὸ ἧπαρ ἤσθιε, τοξεύσας προσπετόμενον. ἀντὶ δὲ τούτου Προμηθεὺς μὴ ἀπιέναι ἐπὶ τὰ μῆλα ὑποτίθεται, ἐλθόντα δὲ πρὸς Ἄτλαντα κελεύειν ἐνέγκαι αὐτῷ, καὶ ἀντὶ Ἄτλαντος αὐτὸν ἔχειν τὸν οὐρανόν, ἕως ἂν ἐνέγκῃ τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων. Ἡρακλῆς δὲ ἀκούσας ἔρχεται πρὸς Ἄτλαντα καὶ κελεύει αὐτὸν ἐνεγκεῖν τὰ μῆλα παρὰ
15τῶν Ἑσπερίδων τρία λαβόντα, διηγησάμενος τὸν ἆθλον. δοὺς δὲ Ἄτλας ἐπὶ τῶν ὤμων Ἡρακλεῖ τὸν οὐρανὸν καὶ ἐλθὼν πρὸς τὰς Ἑσπερίδας, δεξάμενος παρ’ αὐτῶν τὰ μῆλα ἐλθών τε πρὸς τὸν Ἡρακλέα, τὰ μὲν μῆλα αὐτός φησιν ἀποίσειν Εὐρυσθεῖ, τὸν δ’ οὐρανὸν ἐκέλευεν ἐκεῖνον ἔχειν ἀντ’ αὐτοῦ. ὁ δὲ Ἡρακλῆς ὑποσχόμενος, δόλῳ ἀντεπέθηκεν αὐτὸν
20τῷ Ἄτλαντι· ἦν γὰρ εἰπὼν αὐτῷ ὁ Προμηθεύς, ὑποθέμενος κελεύειν δέξασθαι τὸν οὐρανόν, ἕως οὗ σπεῖραν ἐπὶ τὴν κεφαλὴν ποιήσηται. ὁ δὲ καταθεὶς τὰ μῆλα εἰς τὴν γῆν ὑποδέχεται τὸν οὐρανόν, Ἡρακλῆς δὲ λαβὼν τὰ μῆλα, χαίρειν εἰπὼν τῷ Ἄτλαντι ἀπέρχεται εἰς Μυκήνας παρ’ Εὐρυσθέα καὶ δεικνύει αὐτῷ ταῦτα. οὕτως ὁ αὐτὸς Φερεκύδης
25ἐν βʹ (3 fg 17 J.) ἱστορεῖ.316

317

c ὅτι τῷ Διὶ γαμοῦντι Ἥραν δῶρα τὰ χρυσᾶ μῆλα ἐπὶ τῷ ὠκε‐ ανῷ ἀναδέδωκεν ἡ Γῆ, Φερεκύδης ἐν βʹ (3 fg 16 b J.) φησίν. ἐφύ‐ λασσεν δὲ αὐτὰ ὄφις ὁ Τυφῶνος καὶ Ἐχίδνης, ἔχων κεφαλὰς ρʹ καὶ φωνὰς παντοίας.
5d Ἑσπερίδες ποίπνυον: ἀπὸ τοῦ ἑσπέρας ἐπιφαίνεσθαι ἢ ἀπὸ τοῦ ἐν τῇ Ἑσπερίᾳ κατοικεῖν. ἦσαν δὲ Φόρκου καὶ Κητοῦς αἱ Ἑσπερίδες. 〈...〉. ἀπὸ μιᾶς δὲ αὐτῶν εἴρηται ἡ νῆσος, ἣν κατῴκει Γη‐ ρυονεύς, ἔχων κύνα Ὄρθον, ἀδελφὸν Κερβέρου, ὃν Ἡρακλῆς ἀπέκτεινεν· οἱ δὲ Ἄτλαντος λέγουσιν.
101401 στύπος: στέλεχος. LgGg P 1404 χόλον: ἀντὶ τοῦ τὴν χολήν. Ὅμηρος (Π 203)· ‘χόλῳ ἄρα ς’ ἔτρεφε μήτηρ‘. Lm (P) 1405 μυῖαι πυθομέ〈νοισιν: πυθομένοις ἀντὶ τοῦ σηπο‐ μένοις· ὅθεν καὶ ἡ Πυθία ἀπὸ τοῦ ἐκεῖ σαπῆναι τὸν δράκοντα. (ἢ ἀπὸ
15τοῦ πευστικῶς ἔχοντας ἐπὶ τοὺς χρησμοὺς ἔρχεσθαι· ἢ ἀπὸ παιδός τινος Πυθικῆς, ᾗ ὄνομα Πυθίς, θυγατρὸς Δελφοῦ.) Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθέν φησιν εἶναι· ἔστι γὰρ τοῦτο σεσηπὸς αἷμα. 1408 〈ταὶ δ’ αἶψα κόνις καὶ γαῖα〉 [ἐσσυμένως ἐγέ‐ νοντο]: διὰ τούτου σημαίνει, ὅπως ἀφανεῖς ἐγένοντο.
201412—14 εἴτ’ οὖν οὐρανίαις: τοῦτό φησιν, ἐπεὶ τῶν Νυμφῶν αἱ μέν εἰσιν οὐράνιαι, αἱ δὲ ἐπίγειοι, αἱ δὲ ἐπιποτάμιοι, αἱ δὲ λιμναῖαι, αἱ δὲ θαλάσσιαι. καὶ καθόλου δὲ τὸ τῶν Νυμφῶν γένος εἰς πολλὰ διῄρηται, ὥς φησι Μνησίμαχος ὁ Φασηλίτης ἐν Διακόσμοις (fg 2
M. IV 453).317

318

1415 ἐνωπαδίς: φανερῶς, κατόψιν. LgP 1418 λωφήσομεν: ἀντὶ τοῦ παύσομεν. κυρίως δὲ λέγεται λω‐ φῆσαι τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποβαλέσθαι· λόφος γὰρ ὁ τράχηλος. 1421 εἰλαπίνας: νῦν θυσίας. Lg(P)
51422 ἀδινῇ: ἀσθενεῖ, διὰ τὴν δίψαν. Lm(P) 1433 κύντατος: ὁ χείριστος, ὁ αἴσχιστος. LmP 1442a παίφασσε: ἐψηλάφα, ἐνθουσιωδῶς ἐφέρετο. LmP b 〈παίφασσε:〉 ὥρμα. Sm 1452 〈περὶ〉 χηραμόν: περὶ τὴν ἑαυτῶν κατάδυσιν. Lm(P)
101453a γειομόροι: οἱ περὶ τὴν γῆν κακοπαθοῦντες. Lm(P) b 〈ἠύτε μυῖαι:〉 ἐπὶ τῇ παραβολῇ ἑτέρα παραβολή. Sm 1454 λίβα: σταγόνα. Lg(P) 1460 δήοιμεν: εὕροιμεν. LmP 1463 ἐπηλίνδητο: ἐκεκάλυπτο. LmGgP
151470 Εἰλατίδην Πολύφη〈μον: Πολύφημος ἐν Μυσίᾳ καταλειφθεὶς ἔκτισε πόλιν Κίον, τὴν οὕτως ὀνομασθεῖσαν ἀπὸ τοῦ πα‐ ραρρέοντος ποταμοῦ· μαχόμενος πρὸς Χάλυβας οὗτος ἐτελεύτησεν, ὥς φησι Νυμφόδωρος (fg 18 M. II 380). ὅτι δὲ τὴν Κίον ἔκτισεν, εἴρηκεν Αὐτόχαρις ἐν αʹ Χρόνων (249 fg 1 J.).
201471 οὗ ἕθεν: ἀντὶ τοῦ ἑαυτοῦ. LgP 1487 αὐλείτης: ὁ ἀπὸ τῆς ἐπαύλεως, ὁ ἀγροῖκος. ἔστι δὲ παρὰ τὴν αὖλιν τὸ ὄνομα. 1490—94a Λυκωρείοιο: ἀντὶ τοῦ Δελφικοῦ· οἱ γὰρ Δελφοὶ
τὸ πρῶτον Λυκωρεῖς ἐκαλοῦντο ἀπό τινος κώμης Λυκωρείας.318

319

b βαρὺ κῦμα: ἀντὶ τοῦ κύημα. Ἀλέξανδρος δὲ ἐν αʹ Κρητικῶν (fg 32 M. III 231) τῇ Ἀκακαλλίδι συνελθεῖν φησι τὸν Ἑρμῆν καὶ τὸν Ἀπόλλωνα, καὶ ἐκ μὲν Ἀπόλλωνος γενέσθαι Νάξον, ἐκ δὲ Ἑρμοῦ Κύ‐ δωνα, ἀφ’ οὗ ἡ πόλις Κυδωνία καλεῖται ἐν Κρήτῃ.
5c Γαράμαντες ἔθνος Λιβύης. d 〈Γαράμαντα:〉 ἄδηλον, πότερον ἀπὸ τοῦ Γαράμαντος τούτου οἱ ἐν τῇ Λιβύῃ Γαράμαντες ὠνομάσθησαν ἢ οὗτος ἀπὸ τοῦ ἔθνους. ἔστι δὲ καὶ ναὸς παρ’ αὐτοῖς, καὶ Γαράμας μνημονεύεται θεός. 1515a Γοργόνος ἀρτίτομον: Περσέως ἐν Σερίφῳ μετὰ τῆς
10μητρὸς διάγοντος παρὰ Δίκτυι καὶ ἡβήσαντος, Πολυδέκτης ὁ Δίκτυος ὁμομήτριος, βασιλεὺς Σερίφου τυγχάνων, ἰδὼν τὴν Δανάην ἠράσθη αὐτῆς, ἠπόρει δὲ συγκοιμηθῆναι· καὶ παρασκευάσας ἄριστον ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν Περσέα. Περσέως δὲ πυθομένου, ἐπὶ τίνι ὁ ἔρανος εὐωχεῖται, τοῦ δὲ φήσαντος ἐπὶ ἵππῳ, Περσεὺς εἶπεν ἐπὶ τῇ τῆς Γορ‐
15γόνος κεφαλῇ. μετὰ δὲ τὸν ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρα‐ νισταὶ τὸν ἵππον ἀπεκόμιζον καὶ Περσεύς, ὁ δὲ οὐκ ἐδέχετο, ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπόσχεσιν· ἐὰν δὲ μὴ κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψεσθαι ἔφη. ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται ὀλοφυρό‐ μενος τὴν συμφορὰν εἰς τὸ ἔσχατον τῆς νήσου. Ἑρμῆς δὲ αὐτῷ ὀφθεὶς
20καὶ πεῦσιν αὐτῷ προσαγαγών, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου. ὁ δὲ319

320

ἡγεῖται, θαρρεῖν εἰπών, πρῶτον παρὰ τὰς Φόρκου Γραίας, Πεμφρηδὼ καὶ Ἐνυὼ καὶ Δεινώ, Ἀθηνᾶς φθασάσης· καὶ αὐτῶν ὑφαιρεῖται τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ὀρεγουσῶν ἀλλήλαις, αἱ δὲ αἰσθανόμεναι βοῶσιν καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ἀποδοῦναι· ἑνὶ
5γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. ὁ δὲ Περσεύς φησιν αὐτὸς ἔχειν, καὶ ἀποδώσειν, ἐὰν αὐτῷ ὑποδείξωσι τὰς Νύμφας, αἳ ἔχουσι τὴν Ἄϊδος κυνέην καὶ τὰ πέδιλα τὰ ὑπόπτερα καὶ τὴν κίβισιν. αἱ δὲ αὐτῷ φρά‐ ζουσι, καὶ ὁ Περσεὺς ἀποδίδωσιν. καὶ ἀπελθὼν πρὸς τὰς Νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβὼν ὑποδεσμεῖται τὰ ὑπόπτερα πέδιλα καὶ τὴν
10κίβισιν περιβάλλει κατὰ τῶν ὤμων καὶ τὴν Ἄϊδος κυνῆν τῇ κεφαλῇ περιτίθησιν. εἶτα ἔρχεται πετόμενος πρὸς τὸν ὠκεανὸν καὶ τὰς Γοργόνας συνεπομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς· ταύτας δὲ κοιμωμένας εὑρίσκει. ὑποτίθενται δὲ αὐτῷ οὗτοι οἱ θεοί, πῶς χρὴ τὴν κεφαλὴν ἀποτεμεῖν ἀπεστραμμένον, καὶ δεικνύουσι Μέδουσαν, ἣ μόνη ἦν θνητὴ
15τῶν Γοργόνων. ὁ δὲ πλησίον γενόμενος ἀποτέμνει, καὶ ἐνθεὶς εἰς τὴν κίβισιν φεύγει. αἱ δὲ αἰσθόμεναι διώκουσι καὶ αὐτὸν οὐχ ὁρῶσιν. Περ‐ σεὺς δὲ εἰς Σέριφον γενόμενος ἔρχεται παρὰ Πολυδέκτην καὶ κελεύει συναθροῖσαι τὸν λαόν, ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλήν, εἰδὼς ὅτι, ἐὰν ἴδωσιν, λίθοι ἔμελλον ἔσεσθαι. ὁ δὲ Πολυδέκτης ἀολλίσας
20τὸν ὄχλον κελεύει αὐτὸν δεικνύειν. ὁ δὲ ἀποστρεφόμενος ἐξαιρεῖ ἐκ τῆς κιβίσεως καὶ δείκνυσιν, οἱ δὲ ἰδόντες λίθοι ἐγένοντο. ἡ δὲ Ἀθηνᾶ παρὰ Περσέως λαβοῦσα τὴν κεφαλὴν ἐντίθησιν εἰς τὴν ἑαυτῆς αἰγίδα· τὴν δὲ κίβισιν Ἑρμῆς ἀποδίδωσι καὶ τὰ πέδιλα καὶ τὴν κυνῆν ταῖς Νύμφαις.
ἱστορεῖ Φερεκύδης ἐν τῇ βʹ (3 fg II J.).320

321

ἄλλοι δέ φασι τὸν Περσέα καρατομήσαντα τὴν Γοργόνα ὑπὲρ τῆς Λιβύης πετασθῆναι, ἐκ δὲ τῶν κατενεχθέντων σταγόνων τοῦ αἵματος γενέσθαι θηρία· διὸ καὶ τὴν Λιβύην πολύθηρον εἶπε (1561). τὸ αὐτό φησι καὶ 〈Λυκόφρων〉 ἐν τῇ Ἀλεξάνδρᾳ (838).
5b 〈βασιλῆι:〉 τῷ Πολυδέκτῃ ἢ τῷ Δίκτυϊ. GgSm 1523 ὑπέρβιον: ἀντὶ τοῦ χαλεπῶς καὶ ὑπερβίως. γράφεται δέ· ἐπεὶ οὔ μιν ὑπέρβιον ἕλκος ἔτειρεν. LmP 1524 〈κῶμα:〉 θάνατος. Sm 1532 〈χαλκείῃσι:〉 τοῖς χαλκείοις σκαφίοις ἐλάχαινον, ὅ
10ἐστιν ἔσκαπτον. Lm (P) 1533 ἡ δὲ μάκελλα τὴν δίκελλαν σημαίνει. P 1536 εὖ κτερέων ἴσχοντα: ἀντὶ τοῦ λαβόντα. χυτὴν δὲ Ὁμηρικῶς τὴν ἐπὶ τοῖς νεκροῖς χεομένην γῆν. 1537 πρήσσοντος 〈ἀήτεω: φυσῶντος τοῦ ἀνέμου. Lg (P)
151543 ῥοίζῳ: ἀντὶ τοῦ μετὰ συριγμοῦ. 1544 σπινθαρύγεσσι: σπινθῆρσι. σπινθῆρές εἰσιν αἱ λαμπη‐ δόνες. Lm (P) 1545 ῥωχμοί εἰσιν αἱ κατὰ τὴν γῆν ῥήξεις. Lm (Sm) (P) 1549 μείλια: τὰ ἐκμειλίξασθαι δυνάμενα δῶρα, τὰ ἱλαστήρια.
20Lm (P) 1552 καὶ Πίνδαρος ἐν Πυθιονίκαις ἐν τῇ εἰς Ἀρκεσίλαον ᾠδῇ (IV 20 sq.) τὴν τοῦ Τρίτωνος ἐπιφάνειαν λέγει. ἔστι δὲ παρὰ τοῖς γεγραφόσι τὰ Περὶ Κυρήνης καὶ Λιβύης. Lm P 1558 δὴ γάρ με πατὴρ ἐπιίστορα: ἀντὶ τοῦ κριτήν. ὅταν
25δ’ αὖ Ὅμηρος περὶ Ἀγαμέμνονος λέγῃ (Ψ 486) ‘ἴστορα δ’ Ἀτρείδην Ἀγαμέμνονα‘, ἀντὶ τοῦ μάρτυρα, συνθηκοφύλακα. λέγει δὲ νῦν ἐπι‐
μελητήν, κατάσκοπον.321

322

1561a Λιβύῃ μηλοτρόφῳ: ἀντὶ τοῦ Λιβύης μηλοτρόφου ἐκγεγαῶτα. L b τὸ δὲ θηροτρόφῳ γράφεται καὶ μηλοτρόφῳ. P c Εὐρύπυλον Λιβύης: Εὐρύπυλος Ποσειδῶνος υἱὸς καὶ Κε‐
5λαινοῦς τῆς Ἄτλαντος, βασιλεὺς δὲ Κυρήνης. Φύλαρχος δὲ ἐν ζʹ (81 fg 15 J.) Εὔρυτον αὐτὸν καλεῖ, καὶ ἀδελφὸν αὐτοῦ ἀναγράφει Λυκάονα. Ἀκέσανδρος δὲ ἐν αʹ Περὶ Κυρήνης [τῆς Ὑψέως] (fg 4 M. IV 285) μετ’ αὐτὸν βασιλεῦσαί φησι Λιβύης Κυρήνην τὴν Ὑψέως. μνημονεύει τοῦ Εὐρυπύλου καὶ Καλλίμαχος, λέγων (Hymn. II 92) ‘βοῶν σίνιν
10Εὐρυπύλοιο‘, περὶ Κυρήνης ποιούμενος τὸν λόγον. 1562—63a πρόφρων ὑπερέσχεθε: τὸν Εὔφημον ἐποίησε δεχόμενον τὴν βῶλον δι’ οἰκειότητα, ἐπεὶ Ποσειδῶνος καὶ Εὐρώπης τῆς Τιτυοῦ. καὶ Εὐρύπυλος δέ, οὗ εἰς τὴν χώραν παρεγένοντο, Ποσειδῶνός ἐστιν υἱός. λέγεται δὲ καὶ παρὰ Πινδάρῳ (Pyth. IV 22), ὅτι ἐδέξατο
15τὴν βῶλον ὁ Εὔφημος. b καὶ τοῖα παραβλή〈δην: Παλαμήδης ἐξ ἀντιβολῆς ἢ παραλογιστικῶς, νῦν δὲ ἐξ ἀποκρίσεως. 1564a Ἀτθίδα καὶ πέλα〈γοσ: γράφεται Ἀπίδα καὶ πέλαγος Μινώιον. Ἀπὶς νῆσος κειμένη πρὸ τῆς Κρήτης· Μινώιον
20δὲ πέλαγος πρὸ τῆς Κρήτης, αὕτη γὰρ Μίνωος ἦν βασιλεία· ἢ ἐπεὶ θαλαττοκρατῶν ὑφ’ αὑτὸν τὰς νήσους ἐποίησε. μετὰ δὲ τὸ Κρητικὸν τὸ Αἰγύπτιον. b 〈Ἀπίδα: γράφεται〉 Ἀτθίδα. Sm 1569 χεῦμα δι’ ἠπείρου βεβαρημέ〈νοι: ἄδηλον, πότερον
25κατὰ τὸ κοινὸν ἤπειρον εἴρηκε τὴν γῆν ἢ 〈τὴν Λιβύην〉, ὅτι πᾶσα ἡ οἰκουμένη εἰς ἠπείρους τρεῖς διῄρηται, Ἀσίαν, Εὐρώπην, Λιβύην· ἡ δὲ Αἴγυπτος κατὰ μέν τινας τῆς Ἀσίας ἐστί, κατὰ δέ τινας τῆς Λιβύης. 1571 ἄπωθεν: ἀπὸ διαστήματος. LgP
1573 διήλυσις: διεξέλευσις, ἔξοδος. LgP322

323

1575 φρίσσουσι: εἰς ὕψος αἴρονται. LgP 1581 περιρρήδην: ἀντὶ τοῦ κατὰ περιφέρειαν. LgP 1589 εἴσατο: ὥρμησεν. LgGgSmP 1599 ἁλοσύδναι: θαλάσσιαι, ἀπὸ τοῦ ἐν ἁλὶ δύνειν 〈...〉, ὅ
5ἐστιν ἐν τῇ θαλάσσῃ ὁρμᾶν. 1608 ὀδακτάζοντι: δάκνοντι. LgSmP 1609 ὁλκήιον Ἀργοῦς: τὸ κάτω τοῦ πλοίου ξύλον τὸ πρὸς τῇ τρόπιδι, οὗ ἡ ναῦς ἕλκεται, ὃ πήσσεται πρῶτον ἐπὶ γῆς, κατασκευ‐ αζομένου πλοίου.
101613—16a αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ: διπλῆ· τοιαύτη γὰρ ἡ τοῦ Τρίτωνος οὐρά, διῃρημένη εἰς δύο. ἔτεμνε δὲ τὸ ἄκρον τοῦ ὕδατος ταῖς ἀκάνθαις, αἵτινες κάτωθεν ἐπὶ τοῖς κέντροις τοῖς σκαμβοῖς ἐδιχάζοντο, ὅμοιαι οὖσαι τοῖς τῆς σελήνης κέρασιν, ἅτινα ἡμικύκλιά ἐστι· τοιούτῳ δὲ σχήματι καὶ τὰ ἄκρα τῆς οὐρᾶς τῶν ἰχθύων
15ἐστίν, ἡμικύκλια. b κήτεος ἀλκαίη: 〈ἡ〉 οὐρά. κυρίως ἀλκαία λέγεται ἡ τοῦ λέοντος οὐρά, ἀπὸ τοῦ δι’ αὐτῆς εἰς ἀλκὴν τρέπεσθαι. καὶ ὁ ποιητής (Υ 170)·
‘οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
20
μαστίεται.‘ Καλλίμαχος δὲ κακῶς ἐπὶ τῶν μυῶν τέθεικεν (fg 317 Schn..)· ‘ἀλκαίας
ἀφύσσα‘. ἢ ἀπὸ τοῦ ἀλαλκεῖν, ὅ ἐστι βοηθεῖν· ὥσπερ καὶ οὐρὰ ἢ παρὰ323

324

τὸ οὐρεῖν, ὅ ἐστι φυλάττειν, ἢ διὰ τὸ ὀρίνειν ἑαυτὰ τὰ ζῷα τῇ οὐρᾷ, ὡς ὁ λέων καὶ ὁ ταῦρος καὶ ὁ κύων καὶ τὰ λοιπά. c 〈ἀλκαίη:〉 κυρίως [δὲ] ἡ τοῦ λέοντος οὐρὰ ἀλκαία λέγεται, ἡ εἰς ἀλκὴν παρορμῶσα. ἐν δὲ τῇ Κωμικῇ λέξει (Didymifg 1 5, 35
5Schmidt 71) οὐ μόνον ἡ τοῦ λέοντος, ἀλλὰ καὶ ἵππου καὶ βοὸς καὶ τῶν ἐμφερῶν, ὅσα ὥσπερ ἀλεξητηρίῳ τῇ οὐρᾷ χρῆται. 1619 ἥρωες, τέρας: τὸν Τρίτωνα λέγει τέρας, ἐπεὶ τὰ μὲν ἀνδρὸς ἔχει, τὰ δὲ κήτους. 1620 Ἀργῷός τε λιμήν: παρὰ τῇ Τριτωνίδι λιμήν ἐστιν
10Ἀργῷος καλούμενος. 1630 αὔλιος: ὁ ἕσπερος· ἢ παρὰ τὸ αὐλίζεσθαι, ὅ ἐστι κοι‐ μᾶσθαι, ἢ παρὰ τὸ ἐν αὐλαῖς διατρίβειν κατ’ ἐκείνην τὴν ὥραν, ὅτε ὁ ἕσπερος ἀνατέλλει. 1633 ἐπερρώοντο: ἐρρωμένως ἤλαυνον. LmP
151636 Κάρπαθος: νῆσός ἐστι τῶν Σποράδων πλησίον τῆς Κῶ. ταύτην Ὅμηρος εἴρηκεν (Β 676) ‘Κάρπαθόν τε Κάσον τε‘. ἄλλοι δὲ Κράπαθον αὐτὴν καλοῦσιν. 1638 〈Τάλως:〉 ὄνομα κύριον. Lg 1640 ἐπιωγήν: σκέπην, ὑφ’ ἧς ὁ ἄνεμος ἄγνυται. LSm(P)
201646—48 [τοὺς δὲ Τάλως] 〈ὑπαὶ δέ οἱ ἔσκε: ὁ Τάλως
ἐπὶ τοῦ σφυροῦ σύριγγα εἶχεν ὑμένι περιεχομένην. σύριγξ δὲ λέγεται324

325

ἡ περόνη, ἧς ῥαγείσης εἵμαρτο αὐτῷ ἁλῶναι. ὅτι δὲ εἵμαρτο αὐτῷ τελευτῆσαι, λέγει καὶ Σοφοκλῆς ἐν Δαιδάλῳ (fg 161 Pearson). 1659 βελέων: τῶν πετρῶν· καὶ γὰρ Ὅμηρος (ι 495) βέλος εἴρηκε τὴν πέτραν τὴν ὑπὸ τοῦ Κύκλωπος βληθεῖσαν. καὶ πᾶν τὸ
5πεμπόμενον βέλος φασίν. 1661 ἀνωίστως: ἐξαίφνης. 1667a 〈ἠέρα:〉 σκοτασμόν. Sm b ἐπὶ ζωοῖσιν ἄγονται: διὰ τῶν φαρμάκων τοῖς ζῶσιν ἐπάγονται. LmP
101671 〈πρῖεν:〉 ἔπριεν. Lg 1672 δίκηλα: εἴδωλα, φαντάσματα. Lm(P) 1673 ἄηται: φέρεται, κεκίνηται. Lm(P) 1677 βρίμῃ: τῇ ἰσχύι. παρὰ δὲ τὸ βρι πέπτωκε ῥῆμα τὸ βρίθω, οὗ ὁ μέλλων βρίσω καὶ ῥηματικὸν ὄνομα βρίμη. τὰ γὰρ εἰς μη λήγοντα
15καὶ ἑνὶ φωνήεντι παραληγόμενα βαρύνεται, οἷον χρήμη φήμη κνήμη· τὰ δὲ ἔχοντα πρὸ τοῦ μ ἕτερον σύμφωνον ὀξύνεται, οἷον γραμμή. 1679 πετραίῳ στόνυχι: στόνυξ ἐστὶ κυρίως τὸ ἄκρον τοῦ δόρατος, καταχρηστικῶς δὲ πᾶν τὸ εἰς ὀξὺ λῆγον. 1693 Σαλμωνὶς ἢ Σαλμώνιον ἀκρωτήριον Κρήτης.
201695 〈κατουλάδα:〉 ἡ σκοτεινὴ νὺξ κατουλὰς καλεῖται παρὰ325

326

τὸ ὀλοόν. καὶ παρὰ Σοφοκλεῖ ἐν Ναυπλίῳ (fg 433 Pearson) ‘νυκτὶ 〈τῇ〉 κατουλάδι‘. 1698 μυχάτων: τῶν ἐσχάτων. LgP 1700 ἠείδειν: ἀντὶ τοῦ ἠείδεον.
51707 ἀριήκοος: λίαν ἐπήκοος. Μελάντιοι δὲ δύο σκόπελοι πρὸς τῇ Θήρᾳ οὕτως ὀνομαζόμενοι, ἀπὸ Μέλανος τοῦ κατασχόντος τὴν χώραν τὴν προσηγορίαν ἔχοντες. 1711 Σποράδων βαιή: νῆσος βαιὴ ἡ Ἀνάφη κληθεῖσα πλησίον Θήρας.
101712 [νῆσος ἰδεῖν] 〈Ἱππουρίδος ἀντία νήσου: νῆσος ἡ Ἱππουρὶς πλησίον Θήρας. μνημονεύει δὲ αὐτῆς καὶ Τιμοσθένης (fg 24 E. A. Wagner Die Erdbeschr. d. T., Diss. Lips. 1888, 68) καὶ Πυθ‐ αίνετος ἐν αʹ Περὶ Αἰγίνης (fg 3 M. IV 487). 1725 ἐπεστοβέεσκον: ἔπεσιν ἐλοιδοροῦντο, ὕβριζον.
151726 〈τοῖσιν: γράφεται〉 μέσσῳ. Lg
1733 〈ἁζόμενος Μαίης υἷα:〉 τὸν Ἑρμῆν φησιν ἐξιλάσασθαι326

327

τὸν Εὔφημον διὰ τὸ θεάσασθαι ὄνειρον. οὗτος γὰρ ἐπὶ τῶν ὀνείρων ὁ θεός· τοὺς γὰρ ὀνείρους Ἑρμῇ ἀνατιθέασιν. 1734 〈δαιμονίη βῶλαξ ἐπιμάστιος:〉 ἡ τοῦ Τρίτωνος βῶλος ἐπὶ τῶν μαστῶν· δαίμονα γὰρ τοῦτον εἶπεν (v. 1597).
51745 〈νεπόδεσσιν:〉 υἱέσιν ὤφειλε. Gg Sm 1748 πεμπάζων: ἀναλογιζόμενος. Lg (P) 1750—57 Εὔφημος ᾤκει τὴν Λακωνικὴν παρὰ τὸν αἰγιαλόν. εἷς δέ τις αὐτοῦ τῶν ἀπογόνων Σάμος ᾤκησεν Θήραν, οὗ ἀπόγονος γέγονεν Ἀριστοτέλης, ὃς τῆς περὶ Κυρήνην ἀποικίας ἡγήσατο. ἱστορεῖται ταῦτα
10παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις (IV et V c. sch.), ἐπιμελέστερον δὲ παρὰ Θεοχρήστῳ ἐν αʹ Λιβυκῶν (M. II 87) καὶ παρὰ Ἀκεσάνδρῳ ἐν αʹ Κυρήνης (fg 6 M. IV 286). λέγει δὲ τὴν Θήραν ὡς ἐκ τῆς τότε ῥιφείσης βώλου γεγενημένην ἐν αὐξήσει καὶ ἀναπεφυκυῖαν ἐν τῇ θαλάσσῃ. καὶ Πίνδαρος (Pyth. IV
1540—43) δὲ τακεῖσάν φησι τὴν βῶλον, κατὰ τὴν νῦν καλουμένην Θήραν νῆσον διαρρυῆναι ἐπιλαθομένων τῶν θεραπόντων. ὁ δὲ Ἀπολλώνιος ἑκουσίως φησὶ τὸν Εὔφημον ἐπὶ τὴν θάλασσαν τὴν βῶλον βαλεῖν συμ‐ βουλίᾳ Ἰάσονος. 1758 〈Καλλίστη:〉 ἡ καὶ Θήρα κληθεῖσα ὕστερον. Sm
201760—64a 〈ἐξελαθέντες:〉 ἐκβληθέντες ὑπὸ Τυρσηνῶν ἀπῆλ‐ θον εἰς Σπάρτην ἔποικοι. Lm b [Καλλίστην ἐπὶ νῆσον] 〈ἀμείψατο δ’ οὔνομα: ἤλλαξε δὲ τὸ ὄνομα ἡ Καλλίστη νῆσος, καὶ ὠνομάσθη Θήρα ἀπὸ σοῦ, ὦ υἱὲ Αὐτεσίωνος Θήρα, ἐκεῖ σοῦ ἀπὸ Σπάρτης ἀποικίαν ποιήσαντος
25καὶ μείναντος. c ἦν δὲ ὁ Θήρας ἀπὸ Οἰδίποδος ἔχων τὸ γένος·327

328

Αὐτεσίωνος γὰρ ἦν τοῦ Τεισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκους τοῦ Οἰδίποδος. d [ἐξ ἕθεν] 〈ἀλλὰ τὰ μὲν μετόπιν γένετ’ Εὐφήμοιο: ἀπὸ Εὐφήμου γενόμενος καὶ αὐτὸς εἰς Λιβύην τὴν ἀποικίαν ἠγάγετο
5Ἀριστοτέλης. L 1765 ἀπτερέως: ταχέως. Lg(P) 1767 ὑδρείης: ὑδρεύσεως. Lg(P) 1768 φθαίη: πρῶτος. Lg(P) 1776—81a ἐπεὶ οὔ γέ τις ὔμμιν ἄεθλος ἕως τέλους:
10ἐπεὶ οὐδεὶς ὑμῖν ἕτερος ἆθλος καὶ ἀγὼν ἀναχωρήσασιν ἀπὸ τῆς Αἰγί‐ νης γέγονεν καὶ συνέβη· ἀλλ’ οὔτε σφοδροὶ ἄνεμοι ἐκινήθησαν καὶ ἔπνευσαν, ἀλλ’ ἥσυχοι παραπλεύσαντες τήν τε Ἀττικὴν καὶ τὴν Αὐλίδα καὶ τὴν Εὔβοιαν καὶ τὰς πόλεις τῶν Λοκρῶν, χαριέντως καὶ εὐγαλήνως εἰς τοὺς λιμένας τῶν Παγασῶν εἰσήλθετε, ὅθεν καὶ ἀπεπλεύσατε ἀπι‐
15όντες ἐπὶ Σκυθίαν διὰ τὸ χρυσοῦν δέρας. b ἐριωλαί: αἱ τῶν μεγάλων ἀνέμων καταιγίδες καὶ συστροφαί. c ἡ δὲ Αὐλὶς πόλις Βοιωτίας καταντικρὺ τῆς Εὐβοίας κειμένη. P d Ὀπούντιά τ’ ἄστεα: τὰ ὑπὸ τοῦ Ὀποῦντος περιεχόμενα·
Ὀποῦς δὲ ποταμὸς Λοκρίδος καὶ πόλις. L328

329

e Ὀπούντια δὲ ἄστη τὰ τῶν Λοκρῶν λέγει ἀπὸ Ὀποῦντος τοῦ Διὸς καὶ Πρωτογενείας, οὗ πόλις ἐπώνυμος Λοκρική, ἡ Πατρόκλου πατρίς. καὶ ποταμὸς δὲ Ὀποῦς κατά τινας, ῥέων διὰ τῆς Λοκρίδος. P f ἀσπασίως ἀκτὰς Παγασηίδας: εἰς τοὺς αἰγιαλοὺς τῶν
5Παγασῶν εἰσήλθετε, ὅθεν καὶ τὴν ἀρχὴν ἀπεπλεύσατε. L g Παγασηίδας δὲ ἀκτὰς λέγει τὰς τῶν Παγασῶν· Παγασαὶ δὲ πόλις Μαγνησίας. P Παράκειται τὰ σχόλια ἐκ τῶν Λουκίλλου Ταρραίου καὶ Σοφοκλείου καὶ Θέωνος. [Τάρρα πόλις Κρήτης, ὥς φησι Λογγῖνος ἐν τοῖς Φιλο‐
10λόγοις (fg philol. 18 Vauch. 307).] L329